Vetum Testamentum Septuaginta Pars D

Aus Kathpedia
Wechseln zu: Navigation, Suche
Vetum Testamentum Septuaginta (LXX)
edidit Alfred Ralphs

Die Einheitsübersetzung und die Vulgata sind beinahe gleich. Die Septuaginta ist gegenüber diesen sehr verändert. Durch folgende Links können die entsprechenden Bücher leicht aufgefunden werden. →

Für wissenschaftliche Arbeiten sind die Texte hilfreich, jedoch durch eine gedruckte Quelle zu verifizieren.

Die Bibel

Altes Testament

5 Bücher Mose
16 Geschichtsbücher
7 Weisheitsbücher
18 Prophetenbücher

Neues Testament

Inhaltsverzeichnis

Liber Osee prophetæ - Ὠσῆε

Liber Osee prophetæ - Ὠσῆε caput 1

1 Λόγος κυρίου, ὃς ἐγενήϑη πρὸς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ. 2 Ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε· καὶ εἶπεν κύριος πρὸς Ωσηε Βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισϑεν τοῦ κυρίου. 3 καὶ ἐπορεύϑη καὶ ἔλαβεν τὴν Γομερ ϑυγατέρα Δεβηλαιμ, καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν. 4 καὶ εἶπεν κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπὶ τὸν οἶκον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ· 5 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ. – 6 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν ϑυγατέρα. καὶ εἶπεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ – ἠλεημένη, διότι οὐ μὴ προσϑήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ, ἀλλ᾽ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. 7 τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ ϑεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομϕαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν. – 8 καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ – ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν. 9 καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ – λαός – μου, διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 2

1 Καὶ ἦν ὁ ἀριϑμὸς τῶν υἱῶν Ισραηλ ὡς ἡ ἄμμος τῆς ϑαλάσσης, ἣ οὐκ ἐκμετρηϑήσεται οὐδὲ ἐξαριϑμηϑήσεται· καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέϑη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληϑήσονται υἱοὶ ϑεοῦ ζῶντος. 2 καὶ συναχϑήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ ϑήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ιεζραελ. 3 εἴπατε τῷ ἀδελϕῷ ὑμῶν Λαός – μου καὶ τῇ ἀδελϕῇ ὑμῶν Ἠλεημένη. 4 Κρίϑητε πρὸς τὴν μητέρα ὑμῶν κρίϑητε, ὅτι αὐτὴ οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, 5 ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καϑὼς ἡμέρᾳ γενέσεως αὐτῆς· καὶ ϑήσομαι αὐτὴν ὡς ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει· 6 καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν. 7 ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· εἶπεν γάρ Ἀκολουϑήσω ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀϑόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καϑήκει. 8 διὰ τοῦτο ἰδοὺ ἐγὼ ϕράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ· 9 καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν. 10 καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήϑυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βααλ. 11 διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καϑ᾽ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ καὶ ἀϕελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀϑόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς· 12 καὶ νῦν ἀποκαλύψω τὴν ἀκαϑαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου· 13 καὶ ἀποστρέψω πάσας τὰς εὐϕροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς· 14 καὶ ἀϕανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπεν Μισϑώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ ϑήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταϕάγεται αὐτὰ τὰ ϑηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς· 15 καὶ ἐκδικήσω ἐπ᾽ αὐτὴν τὰς ἡμέρας τῶν Βααλιμ, ἐν αἷς ἐπέϑυεν αὐτοῖς καὶ περιετίϑετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καϑόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάϑετο, λέγει κύριος. 16 Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς 17 καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖϑεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς, καὶ ταπεινωϑήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου. 18 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, καλέσει με Ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλιμ· 19 καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλιμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησϑῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν. 20 καὶ διαϑήσομαι αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαϑήκην μετὰ τῶν ϑηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον καὶ ῥομϕαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς καὶ κατοικιῶ σε ἐπ᾽ ἐλπίδι. 21 καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς 22 καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν κύριον. 23 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ, 24 καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ιεζραελ. 25 καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς καὶ ἐλεήσω τὴν Οὐκ – ἠλεημένην καὶ ἐρῶ τῷ Οὐ – λαῷ – μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ ϑεός μου εἶ σύ.

Liber Osee prophetæ - Ὠσῆε caput 3

1 Καὶ εἶπεν κύριος πρός με Ἔτι πορεύϑητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καϑὼς ἀγαπᾷ ὁ ϑεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ ϑεοὺς ἀλλοτρίους καὶ ϕιλοῦσιν πέμματα μετὰ σταϕίδων 2 καὶ ἐμισϑωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριϑῶν καὶ νεβελ οἴνου 3 καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καϑήσῃ ἐπ᾽ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί. 4 διότι ἡμέρας πολλὰς καϑήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης ϑυσίας οὐδὲ ὄντος ϑυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων. 5 καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν ϑεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαϑοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 4

1 Ἀκούσατε λόγον κυρίου, υἱοὶ Ισραηλ, διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήϑεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις ϑεοῦ ἐπὶ τῆς γῆς· 2 ἀρὰ καὶ ψεῦδος καὶ ϕόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐϕ᾽ αἵμασιν μίσγουσιν. 3 διὰ τοῦτο πενϑήσει ἡ γῆ καὶ σμικρυνϑήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς ϑηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχϑύες τῆς ϑαλάσσης ἐκλείψουσιν, 4 ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς. 5 καὶ ἀσϑενήσεις ἡμέρας, καὶ ἀσϑενήσει καὶ προϕήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου. 6 ὡμοιώϑη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάϑου νόμον ϑεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. 7 κατὰ τὸ πλῆϑος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν ϑήσομαι. 8 ἁμαρτίας λαοῦ μου ϕάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν. 9 καὶ ἔσται καϑὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς, καὶ ἐκδικήσω ἐπ᾽ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ. 10 καὶ ϕάγονται καὶ οὐ μὴ ἐμπλησϑῶσιν, ἐπόρνευσαν καὶ οὐ μὴ κατευϑύνωσιν, διότι τὸν κύριον ἐγκατέλιπον τοῦ ϕυλάξαι. 11 Πορνείαν καὶ οἶνον καὶ μέϑυσμα ἐδέξατο καρδία λαοῦ μου. 12 ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήϑησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ ϑεοῦ αὐτῶν. 13 ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων ἐϑυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔϑυον, ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ ϑυγατέρες ὑμῶν, καὶ αἱ νύμϕαι ὑμῶν μοιχεύσουσιν· 14 καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς ϑυγατέρας ὑμῶν, ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμϕας ὑμῶν, ὅταν μοιχεύωσιν, διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνεϕύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔϑυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης. 15 Σὺ δέ, Ισραηλ, μὴ ἀγνόει, καὶ Ιουδα, μὴ εἰσπορεύεσϑε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ων καὶ μὴ ὀμνύετε ζῶντα κύριον. 16 ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ· νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ. 17 μέτοχος εἰδώλων Εϕραιμ ἔϑηκεν ἑαυτῷ σκάνδαλα. 18 ᾑρέτισεν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ ϕρυάγματος αὐτῶν. 19 συστροϕὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνϑήσονται ἐκ τῶν ϑυσιαστηρίων αὐτῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 5

1 Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ισραηλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσϑε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα, ὅτι παγὶς ἐγενήϑητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, 2 ὃ οἱ ἀγρεύοντες τὴν ϑήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν· 3 ἐγὼ ἔγνων τὸν Εϕραιμ, καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ᾽ ἐμοῦ, διότι νῦν ἐξεπόρνευσεν Εϕραιμ, ἐμιάνϑη Ισραηλ· 4 οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν ϑεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν. 5 καὶ ταπεινωϑήσεται ἡ ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ισραηλ καὶ Εϕραιμ ἀσϑενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσϑενήσει καὶ Ιουδας μετ᾽ αὐτῶν. 6 μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐξέκλινεν ἀπ᾽ αὐτῶν, 7 ὅτι τὸν κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήϑησαν αὐτοῖς· νῦν καταϕάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν. 8 Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ων· ἐξέστη Βενιαμιν, 9 Εϕραιμ εἰς ἀϕανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς ϕυλαῖς τοῦ Ισραηλ ἔδειξα πιστά. 10 ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιϑέντες ὅρια, ἐπ᾽ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου. 11 κατεδυνάστευσεν Εϕραιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν κρίμα, ὅτι ἤρξατο πορεύεσϑαι ὀπίσω τῶν ματαίων. 12 καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εϕραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα. 13 καὶ εἶδεν Εϕραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύϑη Εϕραιμ πρὸς Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ· καὶ αὐτὸς οὐκ ἠδυνάσϑη ἰάσασϑαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. 14 διότι ἐγώ εἰμι ὡς πανϑὴρ τῷ Εϕραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. 15 πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀϕανισϑῶσιν· καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου, ἐν ϑλίψει αὐτῶν ὀρϑριοῦσι πρός με λέγοντες

Liber Osee prophetæ - Ὠσῆε caput 6

1 Πορευϑῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν ϑεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς· 2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεϑα καὶ ζησόμεϑα ἐνώπιον αὐτοῦ· 3 καὶ γνωσόμεϑα διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρϑρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ. – 4 τί σοι ποιήσω, Εϕραιμ; τί σοι ποιήσω, Ιουδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεϕέλη πρωινὴ καὶ ὡς δρόσος ὀρϑρινὴ πορευομένη. 5 Διὰ τοῦτο ἀπεϑέρισα τοὺς προϕήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς ϕῶς ἐξελεύσεται. 6 διότι ἔλεος ϑέλω καὶ οὐ ϑυσίαν καὶ ἐπίγνωσιν ϑεοῦ ἢ ὁλοκαυτώματα. 7 αὐτοὶ δέ εἰσιν ὡς ἄνϑρωπος παραβαίνων διαϑήκην· ἐκεῖ κατεϕρόνησέν μου. 8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ, 9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου, ἐϕόνευσαν Σικιμα, ὅτι ἀνομίαν ἐποίησαν. 10 ἐν τῷ οἴκῳ Ισραηλ εἶδον ϕρικώδη, ἐκεῖ πορνείαν τοῦ Εϕραιμ· ἐμιάνϑη Ισραηλ καὶ Ιουδα. 11 Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέϕειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,

Liber Osee prophetæ - Ὠσῆε caput 7

1 ἐν τῷ ἰάσασϑαί με τὸν Ισραηλ. καὶ ἀποκαλυϕϑήσεται ἡ ἀδικία Εϕραιμ καὶ ἡ κακία Σαμαρείας, ὅτι ἠργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ, 2 ὅπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν. πάσας τὰς κακίας αὐτῶν ἐμνήσϑην· νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο. 3 ἐν ταῖς κακίαις αὐτῶν εὔϕραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας· 4 πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς ϕλογός, ἀπὸ ϕυράσεως στέατος ἕως τοῦ ζυμωϑῆναι αὐτό. 5 αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες ϑυμοῦσϑαι ἐξ οἴνου, ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν· 6 διότι ἀνεκαύϑησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς, ὅλην τὴν νύκτα ὕπνου Εϕραιμ ἐνεπλήσϑη, πρωῒ ἐγενήϑη ἀνεκαύϑη ὡς πυρὸς ϕέγγος. 7 πάντες ἐϑερμάνϑησαν ὡς κλίβανος καὶ κατέϕαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με. 8 Εϕραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο, Εϕραιμ ἐγένετο ἐγκρυϕίας οὐ μεταστρεϕόμενος. 9 κατέϕαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἐπέγνω· καὶ πολιαὶ ἐξήνϑησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω. 10 καὶ ταπεινωϑήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν ϑεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις. 11 καὶ ἦν Εϕραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύϑησαν. 12 καϑὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπ᾽ αὐτοὺς τὸ δίκτυόν μου· καϑὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς ϑλίψεως αὐτῶν. 13 οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψεύδη. 14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν, ἀλλ᾽ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο. ἐπαιδεύϑησαν ἐν ἐμοί, 15 κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά. 16 ἀπεστράϕησαν εἰς οὐϑέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομϕαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾽ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ ϕαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.

Liber Osee prophetæ - Ὠσῆε caput 8

1 Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ᾽ οἶκον κυρίου, ἀνϑ᾽ ὧν παρέβησαν τὴν διαϑήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. 2 ἐμὲ κεκράξονται Ὁ ϑεός, ἐγνώκαμέν σε. 3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαϑά, ἐχϑρὸν κατεδίωξαν. 4 ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾽ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεϑρευϑῶσιν. 5 ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνϑη ὁ ϑυμός μου ἐπ᾽ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καϑαρισϑῆναι 6 ἐν τῷ Ισραηλ; καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ ϑεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. 7 ὅτι ἀνεμόϕϑορα ἔσπειραν, καὶ ἡ καταστροϕὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταϕάγονται αὐτό. 8 κατεπόϑη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔϑνεσιν ὡς σκεῦος ἄχρηστον. 9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέϑαλεν καϑ᾽ ἑαυτὸν Εϕραιμ, δῶρα ἠγάπησαν· 10 διὰ τοῦτο παραδοϑήσονται ἐν τοῖς ἔϑνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. 11 ὅτι ἐπλήϑυνεν Εϕραιμ ϑυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ ϑυσιαστήρια ἠγαπημένα. 12 καταγράψω αὐτῷ πλῆϑος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσϑησαν ϑυσιαστήρια τὰ ἠγαπημένα. 13 διότι ἐὰν ϑύσωσιν ϑυσίαν καὶ ϕάγωσιν κρέα, κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησϑήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάϑαρτα ϕάγονται. 14 καὶ ἐπελάϑετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήϑυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταϕάγεται τὰ ϑεμέλια αὐτῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 9

1 Μὴ χαῖρε, Ισραηλ, μηδὲ εὐϕραίνου καϑὼς οἱ λαοί· διότι ἐπόρνευσας ἀπὸ τοῦ ϑεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου. 2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς. 3 οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου· κατῴκησεν Εϕραιμ εἰς Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάϑαρτα ϕάγονται. 4 οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ ϑυσίαι αὐτῶν ὡς ἄρτος πένϑους αὐτοῖς, πάντες οἱ ἔσϑοντες αὐτὰ μιανϑήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον κυρίου. 5 τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου; 6 διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμϕις, καὶ ϑάψει αὐτοὺς Μαχμας· τὸ ἀργύριον αὐτῶν ὄλεϑρος κληρονομήσει, ἄκανϑαι ἐν τοῖς σκηνώμασιν αὐτῶν. 7 ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωϑήσεται Ισραηλ ὥσπερ ὁ προϕήτης ὁ παρεξεστηκώς, ἄνϑρωπος ὁ πνευματοϕόρος· ὑπὸ τοῦ πλήϑους τῶν ἀδικιῶν σου ἐπληϑύνϑη μανία σου. 8 σκοπὸς Εϕραιμ μετὰ ϑεοῦ· προϕήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ κυρίου κατέπηξαν. 9 ἐϕϑάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησϑήσεται ἀδικίας αὐτοῦ, ἐκδικήσει ἁμαρτίας αὐτοῦ. 10 Ὡς σταϕυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῆλϑον πρὸς τὸν Βεελϕεγωρ καὶ ἀπηλλοτριώϑησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι. 11 Εϕραιμ ὡς ὄρνεον ἐξεπετάσϑη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων· 12 διότι καὶ ἐὰν ἐκϑρέψωσιν τὰ τέκνα αὐτῶν, ἀτεκνωϑήσονται ἐξ ἀνϑρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν, σάρξ μου ἐξ αὐτῶν. 13 Εϕραιμ, ὃν τρόπον εἶδον, εἰς ϑήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ Εϕραιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ. 14 δὸς αὐτοῖς, κύριε· τί δώσεις αὐτοῖς; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς. 15 πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγαλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσϑήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειϑοῦντες. 16 ἐπόνεσεν Εϕραιμ, τὰς ῥίζας αὐτοῦ ἐξηράνϑη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιϑυμήματα κοιλίας αὐτῶν. 17 ἀπώσεται αὐτοὺς ὁ ϑεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔϑνεσιν.

Liber Osee prophetæ - Ὠσῆε caput 10

1 Ἄμπελος εὐκληματοῦσα Ισραηλ, ὁ καρπὸς αὐτῆς εὐϑηνῶν· κατὰ τὸ πλῆϑος τῶν καρπῶν αὐτοῦ ἐπλήϑυνεν τὰ ϑυσιαστήρια, κατὰ τὰ ἀγαϑὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας. 2 ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀϕανισϑήσονται· αὐτὸς κατασκάψει τὰ ϑυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν. 3 διότι νῦν ἐροῦσιν Οὐκ ἔστιν βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐϕοβήϑημεν τὸν κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν; 4 λαλῶν ῥήματα προϕάσεις ψευδεῖς διαϑήσεται διαϑήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ. 5 τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένϑησεν ὁ λαὸς αὐτοῦ ἐπ᾽ αὐτόν· καὶ καϑὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσϑη ἀπ᾽ αὐτοῦ. 6 καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ· ἐν δόματι Εϕραιμ δέξεται, καὶ αἰσχυνϑήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ. 7 ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς ϕρύγανον ἐπὶ προσώπου ὕδατος. 8 καὶ ἐξαρϑήσονται βωμοὶ Ων, ἁμαρτήματα τοῦ Ισραηλ· ἄκανϑαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ ϑυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐϕ᾽ ἡμᾶς. 9 Ἀϕ οὗ οἱ βουνοί, ἥμαρτεν Ισραηλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας; 10 ἦλϑεν παιδεῦσαι αὐτούς, καὶ συναχϑήσονται ἐπ᾽ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσϑαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν. 11 Εϕραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Εϕραιμ καὶ παρασιωπήσομαι Ιουδαν, ἐνισχύσει αὐτῷ Ιακωβ. 12 σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, ϕωτίσατε ἑαυτοῖς ϕῶς γνώσεως, ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλϑεῖν γενήματα δικαιοσύνης ὑμῖν. 13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐϕάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου, ἐν πλήϑει δυνάμεώς σου. 14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάϕισαν. 15 οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ισραηλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν· ὄρϑρου ἀπερρίϕησαν, ἀπερρίϕη βασιλεὺς Ισραηλ.

Liber Osee prophetæ - Ὠσῆε caput 11

1 Διότι νήπιος Ισραηλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. 2 καϑὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλιμ ἔϑυον καὶ τοῖς γλυπτοῖς ἐϑυμίων. 3 καὶ ἐγὼ συνεπόδισα τὸν Εϕραιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς. 4 ἐν διαϕϑορᾷ ἀνϑρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνϑρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ. 5 κατῴκησεν Εϕραιμ ἐν Αἰγύπτῳ, καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠϑέλησεν ἐπιστρέψαι. 6 καὶ ἠσϑένησεν ῥομϕαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ϕάγονται ἐκ τῶν διαβουλίων αὐτῶν. 7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ, καὶ ὁ ϑεὸς ἐπὶ τὰ τίμια αὐτοῦ ϑυμωϑήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν. 8 τί σε διαϑῶ, Εϕραιμ; ὑπερασπιῶ σου, Ισραηλ; τί σε διαϑῶ; ὡς Αδαμα ϑήσομαί σε καὶ ὡς Σεβωιμ; μετεστράϕη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχϑη ἡ μεταμέλειά μου. 9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ ϑυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειϕϑῆναι τὸν Εϕραιμ· διότι ϑεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνϑρωπος· ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. 10 ὀπίσω κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων. 11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει κύριος.

Liber Osee prophetæ - Ὠσῆε caput 12

1 Ἐκύκλωσέν με ἐν ψεύδει Εϕραιμ καὶ ἐν ἀσεβείαις οἶκος Ισραηλ καὶ Ιουδα. νῦν ἔγνω αὐτοὺς ὁ ϑεός, καὶ λαὸς ἅγιος κεκλήσεται ϑεοῦ. 2 ὁ δὲ Εϕραιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήϑυνεν καὶ διαϑήκην μετὰ Ἀσσυρίων διέϑετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. 3 καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ. 4 ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς ϑεὸν 5 καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσϑη· ἔκλαυσαν καὶ ἐδεήϑησάν μου, ἐν τῷ οἴκῳ Ων εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήϑη πρὸς αὐτόν. 6 ὁ δὲ κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. 7 καὶ σὺ ἐν ϑεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα ϕυλάσσου καὶ ἔγγιζε πρὸς τὸν ϑεόν σου διὰ παντός. 8 Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. 9 καὶ εἶπεν Εϕραιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεϑήσονται αὐτῷ δι᾽ ἀδικίας, ἃς ἥμαρτεν. 10 ἐγὼ δὲ κύριος ὁ ϑεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καϑὼς ἡμέρᾳ ἑορτῆς. 11 καὶ λαλήσω πρὸς προϕήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήϑυνα καὶ ἐν χερσὶν προϕητῶν ὡμοιώϑην. 12 εἰ μὴ Γαλααδ ἔστιν· ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες ϑυσιάζοντες, καὶ τὰ ϑυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ. 13 καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐϕυλάξατο. 14 καὶ ἐν προϕήτῃ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου, καὶ ἐν προϕήτῃ διεϕυλάχϑη. 15 ἐϑύμωσεν Εϕραιμ καὶ παρώργισεν, καὶ τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτὸν ἐκχυϑήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος.

Liber Osee prophetæ - Ὠσῆε caput 13

1 Κατὰ τὸν λόγον Εϕραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔϑετο αὐτὰ τῇ Βααλ καὶ ἀπέϑανεν. 2 καὶ προσέϑετο τοῦ ἁμαρτάνειν ἔτι, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ᾽ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσιν Θύσατε ἀνϑρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. 3 διὰ τοῦτο ἔσονται ὡς νεϕέλη πρωινὴ καὶ ὡς δρόσος ὀρϑρινὴ πορευομένη, ὥσπερ χνοῦς ἀποϕυσώμενος ἀϕ᾽ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων. 4 ἐγὼ δὲ κύριος ὁ ϑεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσϑαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ϑεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ. 5 ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ 6 κατὰ τὰς νομὰς αὐτῶν. καὶ ἐνεπλήσϑησαν εἰς πλησμονήν, καὶ ὑψώϑησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάϑοντό μου. 7 καὶ ἔσομαι αὐτοῖς ὡς πανϑὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων· 8 ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταϕάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, ϑηρία ἀγροῦ διασπάσει αὐτούς. 9 τῇ διαϕϑορᾷ σου, Ισραηλ, τίς βοηϑήσει; 10 ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα. 11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ ϑυμῷ μου 12 συστροϕὴν ἀδικίας. Εϕραιμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ. 13 ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ· οὗτος ὁ υἱός σου οὐ ϕρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. 14 ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ ϑανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, ϑάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀϕϑαλμῶν μου. 15 διότι οὗτος ἀνὰ μέσον ἀδελϕῶν διαστελεῖ. ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ᾽ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς ϕλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιϑυμητὰ αὐτοῦ.

Liber Osee prophetæ - Ὠσῆε caput 13

1 ἀϕανισϑήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν ϑεὸν αὐτῆς· ἐν ῥομϕαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτϑια αὐτῶν ἐδαϕισϑήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται. 2 Ἐπιστράϕητι, Ισραηλ, πρὸς κύριον τὸν ϑεόν σου, διότι ἠσϑένησας ἐν ταῖς ἀδικίαις σου. 3 λάβετε μεϑ᾽ ἑαυτῶν λόγους καὶ ἐπιστράϕητε πρὸς κύριον τὸν ϑεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαϑά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. 4 Ασσουρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐϕ᾽ ἵππον οὐκ ἀναβησόμεϑα· οὐκέτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρϕανόν. 5 ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ᾽ αὐτῶν. 6 ἔσομαι ὡς δρόσος τῷ Ισραηλ, ἀνϑήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος· 7 πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσϕρασία αὐτοῦ ὡς Λιβάνου· 8 ἐπιστρέψουσιν καὶ καϑιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεϑυσϑήσονται σίτῳ· καὶ ἐξανϑήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου. 9 τῷ Εϕραιμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτόν, καὶ ἐγὼ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευϑος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. 10 τίς σοϕὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; διότι εὐϑεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσϑενήσουσιν ἐν αὐταῖς.

Liber Joel prophetæ - Ἰωῆλ

Liber Joel prophetæ - Ἰωῆλ caput 1

1 Λόγος κυρίου, ὃς ἐγενήϑη πρὸς Ιωηλ τὸν τοῦ Βαϑουηλ. 2 Ἀκούσατε δὴ ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασϑε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; 3 ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασϑε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν. 4 τὰ κατάλοιπα τῆς κάμπης κατέϕαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέϕαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέϕαγεν ἡ ἐρυσίβη. 5 ἐκνήψατε, οἱ μεϑύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· ϑρηνήσατε, πάντες οἱ πίνοντες οἶνον, εἰς μέϑην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶν εὐϕροσύνη καὶ χαρά. 6 ὅτι ἔϑνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίϑμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου· 7 ἔϑετο τὴν ἄμπελόν μου εἰς ἀϕανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν, ἐλεύκανεν κλήματα αὐτῆς. 8 ϑρήνησον πρός με ὑπὲρ νύμϕην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρϑενικόν. 9 ἐξῆρται ϑυσία καὶ σπονδὴ ἐξ οἴκου κυρίου. πενϑεῖτε, οἱ ἱερεῖς οἱ λειτουργοῦντες ϑυσιαστηρίῳ, 10 ὅτι τεταλαιπώρηκεν τὰ πεδία· πενϑείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος, ἐξηράνϑη οἶνος, ὠλιγώϑη ἔλαιον. 11 ἐξηράνϑησαν οἱ γεωργοί· ϑρηνεῖτε, κτήματα, ὑπὲρ πυροῦ καὶ κριϑῆς, ὅτι ἀπόλωλεν τρυγητὸς ἐξ ἀγροῦ· 12 ἡ ἄμπελος ἐξηράνϑη, καὶ αἱ συκαῖ ὠλιγώϑησαν· ῥόα καὶ ϕοῖνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνϑησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνϑρώπων. 13 περιζώσασϑε καὶ κόπτεσϑε, οἱ ἱερεῖς, ϑρηνεῖτε, οἱ λειτουργοῦντες ϑυσιαστηρίῳ· εἰσέλϑατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες ϑεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου ϑεοῦ ὑμῶν ϑυσία καὶ σπονδή. 14 ἁγιάσατε νηστείαν, κηρύξατε ϑεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆν εἰς οἶκον ϑεοῦ ὑμῶν καὶ κεκράξατε πρὸς κύριον ἐκτενῶς 15 Οἴμμοι οἴμμοι οἴμμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡμέρα κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει. 16 κατέναντι τῶν ὀϕϑαλμῶν ὑμῶν βρώματα ἐξωλεϑρεύϑη, ἐξ οἴκου ϑεοῦ ὑμῶν εὐϕροσύνη καὶ χαρά. 17 ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς ϕάτναις αὐτῶν, ἠϕανίσϑησαν ϑησαυροί, κατεσκάϕησαν ληνοί, ὅτι ἐξηράνϑη σῖτος. 18 τί ἀποϑήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχεν νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠϕανίσϑησαν. 19 πρὸς σέ, κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσεν τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ϕλὸξ ἀνῆψεν πάντα τὰ ξύλα τοῦ ἀγροῦ· 20 καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ, ὅτι ἐξηράνϑησαν ἀϕέσεις ὑδάτων καὶ πῦρ κατέϕαγεν τὰ ὡραῖα τῆς ἐρήμου.

Liber Joel prophetæ - Ἰωῆλ caput 2

1 Σαλπίσατε σάλπιγγι ἐν Σιων, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυϑήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα κυρίου, ὅτι ἐγγύς, 2 ἡμέρα σκότους καὶ γνόϕου, ἡμέρα νεϕέλης καὶ ὁμίχλης. ὡς ὄρϑρος χυϑήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ᾽ αὐτὸν οὐ προστεϑήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. 3 τὰ ἔμπροσϑεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη ϕλόξ· ὡς παράδεισος τρυϕῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισϑεν αὐτοῦ πεδίον ἀϕανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ. 4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται· 5 ὡς ϕωνὴ ἁρμάτων ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς ϕωνὴ ϕλογὸς πυρὸς κατεσϑιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον. 6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας. 7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν, 8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελϕοῦ αὐτοῦ οὐκ ἀϕέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσϑῶσιν. 9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ ϑυρίδων εἰσελεύσονται ὡς κλέπται. 10 πρὸ προσώπου αὐτῶν συγχυϑήσεται ἡ γῆ καὶ σεισϑήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ ϕέγγος αὐτῶν. 11 καὶ κύριος δώσει ϕωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σϕόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιϕανὴς σϕόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; 12 καὶ νῦν λέγει κύριος ὁ ϑεὸς ὑμῶν Ἐπιστράϕητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυϑμῷ καὶ ἐν κοπετῷ· 13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράϕητε πρὸς κύριον τὸν ϑεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν, μακρόϑυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, ϑυσίαν καὶ σπονδὴν κυρίῳ τῷ ϑεῷ ἡμῶν; 15 σαλπίσατε σάλπιγγι ἐν Σιων, ἁγιάσατε νηστείαν, κηρύξατε ϑεραπείαν, 16 συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασϑε πρεσβυτέρους, συναγάγετε νήπια ϑηλάζοντα μαστούς, ἐξελϑάτω νυμϕίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμϕη ἐκ τοῦ παστοῦ αὐτῆς. 17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ ϑυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔϑνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔϑνεσιν Ποῦ ἐστιν ὁ ϑεὸς αὐτῶν; 18 Καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐϕείσατο τοῦ λαοῦ αὐτοῦ. 19 καὶ ἀπεκρίϑη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησϑήσεσϑε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔϑνεσι· 20 καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀϕ᾽ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀϕανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ. 21 ϑάρσει, γῆ, χαῖρε καὶ εὐϕραίνου, ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι. 22 ϑαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. 23 καὶ τὰ τέκνα Σιων, χαίρετε καὶ εὐϕραίνεσϑε ἐπὶ τῷ κυρίῳ ϑεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καϑὼς ἔμπροσϑεν, 24 καὶ πλησϑήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυϑήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. 25 καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέϕαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς· 26 καὶ ϕάγεσϑε ἐσϑίοντες καὶ ἐμπλησϑήσεσϑε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ ϑεοῦ ὑμῶν, ἃ ἐποίησεν μεϑ᾽ ὑμῶν εἰς ϑαυμάσια, καὶ οὐ μὴ καταισχυνϑῇ ὁ λαός μου εἰς τὸν αἰῶνα· 27 καὶ ἐπιγνώσεσϑε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι, καὶ ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνϑῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα.

Liber Joel prophetæ - Ἰωῆλ caput 3

1 Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προϕητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασϑήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· 2 καὶ ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. 3 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 4 ὁ ἥλιος μεταστραϕήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλϑεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιϕανῆ. 5 καὶ ἔσται πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωϑήσεται· ὅτι ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασῳζόμενος, καϑότι εἶπεν κύριος, καὶ εὐαγγελιζόμενοι, οὓς κύριος προσκέκληται.

Liber Joel prophetæ - Ἰωῆλ caput 4

1 Διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ιουδα καὶ Ιερουσαλημ, 2 καὶ συνάξω πάντα τὰ ἔϑνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαϕατ καὶ διακριϑήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ισραηλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔϑνεσιν· καὶ τὴν γῆν μου καταδιείλαντο 3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον. 4 καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοϕύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἢ μνησικακεῖτε ὑμεῖς ἐπ᾽ ἐμοὶ ὀξέως; καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεϕαλὰς ὑμῶν, 5 ἀνϑ᾽ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν 6 καὶ τοὺς υἱοὺς Ιουδα καὶ τοὺς υἱοὺς Ιερουσαλημ ἀπέδοσϑε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν. 7 ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσϑε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεϕαλὰς ὑμῶν 8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς ϑυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ιουδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔϑνος μακρὰν ἀπέχον, ὅτι κύριος ἐλάλησεν. 9 Κηρύξατε ταῦτα ἐν τοῖς ἔϑνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητάς· προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολεμισταί. 10 συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομϕαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχύω ἐγώ. 11 συναϑροίζεσϑε καὶ εἰσπορεύεσϑε, πάντα τὰ ἔϑνη κυκλόϑεν, καὶ συνάχϑητε ἐκεῖ· ὁ πραὺς ἔστω μαχητής. 12 ἐξεγειρέσϑωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔϑνη εἰς τὴν κοιλάδα Ιωσαϕατ, διότι ἐκεῖ καϑιῶ τοῦ διακρῖναι πάντα τὰ ἔϑνη κυκλόϑεν. 13 ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρύγητος· εἰσπορεύεσϑε πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήϑυνται τὰ κακὰ αὐτῶν. 14 ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. 15 ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν ϕέγγος αὐτῶν. 16 ὁ δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει ϕωνὴν αὐτοῦ, καὶ σεισϑήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ κύριος ϕείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ. 17 καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιων ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾽ αὐτῆς οὐκέτι. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀϕέσεις Ιουδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων. 19 Αἴγυπτος εἰς ἀϕανισμὸν ἔσται, καὶ ἡ Ιδουμαία εἰς πεδίον ἀϕανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν Ιουδα, ἀνϑ᾽ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. 20 ἡ δὲ Ιουδαία εἰς τὸν αἰῶνα κατοικηϑήσεται καὶ Ιερουσαλημ εἰς γενεὰς γενεῶν. 21 καὶ ἐκδικήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀϑῳώσω. καὶ κύριος κατασκηνώσει ἐν Σιων.

Liber Amos prophetæ - Ἀμῶς

Liber Amos prophetæ - Ἀμῶς caput 1

1 Λόγοι Αμως, οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε, οὓς εἶδεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. 2 Καὶ εἶπεν Κύριος ἐκ Σιων ἐϕϑέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν ϕωνὴν αὐτοῦ, καὶ ἐπένϑησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνϑη ἡ κορυϕὴ τοῦ Καρμήλου. 3 Καὶ εἶπεν κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλααδ· 4 καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Αζαηλ, καὶ καταϕάγεται ϑεμέλια υἱοῦ Αδερ· 5 καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολεϑρεύσω κατοικοῦντας ἐκ πεδίου Ων καὶ κατακόψω ϕυλὴν ἐξ ἀνδρῶν Χαρραν, καὶ αἰχμαλωτευϑήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει κύριος. 6 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν Ιδουμαίαν· 7 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς· 8 καὶ ἐξολεϑρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρϑήσεται ϕυλὴ ἐξ Ἀσκαλῶνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ακκαρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοϕύλων, λέγει κύριος. 9 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτήν, ἀνϑ᾽ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμων εἰς τὴν Ιδουμαίαν καὶ οὐκ ἐμνήσϑησαν διαϑήκης ἀδελϕῶν· 10 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς. 11 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομϕαίᾳ τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον ϕρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐϕύλαξεν εἰς νεῖκος· 12 καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμαν, καὶ καταϕάγεται ϑεμέλια τειχέων αὐτῆς. 13 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Αμμων καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν· 14 καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ραββα, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισϑήσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς· 15 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος.

Liber Amos prophetæ - Ἀμῶς caput 2

1 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ιδουμαίας εἰς κονίαν· 2 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωαβ, καὶ καταϕάγεται ϑεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποϑανεῖται ἐν ἀδυναμίᾳ Μωαβ μετὰ κραυγῆς καὶ μετὰ ϕωνῆς σάλπιγγος· 3 καὶ ἐξολεϑρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ᾽ αὐτοῦ, λέγει κύριος. 4 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ιουδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασϑαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐϕυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἃ ἐποίησαν, οἷς ἐξηκολούϑησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· 5 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ιουδαν, καὶ καταϕάγεται ϑεμέλια Ιερουσαλημ. 6 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, 7 τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεϕαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσιν τὸ ὄνομα τοῦ ϑεοῦ αὐτῶν, 8 καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ ϑυσιαστηρίου καὶ οἶνον ἐκ συκοϕαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ αὐτῶν. 9 ἐγὼ δὲ ἐξῆρα τὸν Αμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καϑὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωϑεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωϑεν· 10 καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Αμορραίων· 11 καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προϕήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ ἔστιν ταῦτα, υἱοὶ Ισραηλ; λέγει κύριος. 12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προϕήταις ἐνετέλλεσϑε λέγοντες Οὐ μὴ προϕητεύσητε. 13 διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης· 14 καὶ ἀπολεῖται ϕυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, 15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωϑῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, 16 καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις, ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος.

Liber Amos prophetæ - Ἀμῶς caput 3

1 Ἀκούσατε τὸν λόγον τοῦτον, ὃν ἐλάλησεν κύριος ἐϕ᾽ ὑμᾶς, οἶκος Ισραηλ, καὶ κατὰ πάσης ϕυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων 2 Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν ϕυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐϕ᾽ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. 3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καϑόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; 4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ ϑήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος ϕωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καϑόλου ἐὰν μὴ ἁρπάσῃ τι; 5 εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασϑήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; 6 εἰ ϕωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηϑήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν; 7 διότι οὐ μὴ ποιήσῃ κύριος ὁ ϑεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προϕήτας. 8 λέων ἐρεύξεται, καὶ τίς οὐ ϕοβηϑήσεται; κύριος ὁ ϑεὸς ἐλάλησεν, καὶ τίς οὐ προϕητεύσει; 9 Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχϑητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε ϑαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ· 10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει κύριος, οἱ ϑησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεός Τύρος, κυκλόϑεν ἡ γῆ σου ἐρημωϑήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. 12 τάδε λέγει κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασϑήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι ϕυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς. 13 ἀκούσατε καὶ ἐπιμαρτύρασϑε τῷ οἴκῳ Ιακωβ, λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, 14 διότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ᾽ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ ϑυσιαστήρια Βαιϑηλ, καὶ κατασκαϕήσεται τὰ κέρατα τοῦ ϑυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν· 15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν ϑερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεϕάντινοι, καὶ προστεϑήσονται οἶκοι ἕτεροι πολλοί, λέγει κύριος.

Liber Amos prophetæ - Ἀμῶς caput 4

1 Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν· 2 ὀμνύει κύριος κατὰ τῶν ἁγίων αὐτοῦ Διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐϕ᾽ ὑμᾶς, καὶ λήμψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεϑ᾽ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί, 3 καὶ ἐξενεχϑήσεσϑε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριϕήσεσϑε εἰς τὸ ὄρος τὸ Ρεμμαν, λέγει κύριος ὁ ϑεός. 4 Εἰσήλϑατε εἰς Βαιϑηλ καὶ ἠνομήσατε καὶ εἰς Γαλγαλα ἐπληϑύνατε τοῦ ἀσεβῆσαι καὶ ἠνέγκατε εἰς τὸ πρωῒ ϑυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν· 5 καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ισραηλ, λέγει κύριος ὁ ϑεός. 6 καὶ ἐγὼ δώσω ὑμῖν γομϕιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος. 7 καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγήτου· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερίς, ἐϕ᾽ ἣν οὐ βρέξω ἐπ᾽ αὐτήν, ξηρανϑήσεται· 8 καὶ συναϑροισϑήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησϑῶσιν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος. 9 ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ· ἐπληϑύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέϕαγεν ἡ κάμπη· καὶ οὐδ᾽ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος. 10 ἐξαπέστειλα εἰς ὑμᾶς ϑάνατον ἐν ὁδῷ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομϕαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου· καὶ οὐδ᾽ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος. 11 κατέστρεψα ὑμᾶς, καϑὼς κατέστρεψεν ὁ ϑεὸς Σοδομα καὶ Γομορρα, καὶ ἐγένεσϑε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ᾽ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος. 12 διὰ τοῦτο οὕτως ποιήσω σοι, Ισραηλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσϑαι τὸν ϑεόν σου, Ισραηλ. 13 διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνϑρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρϑρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς· κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Liber Amos prophetæ - Ἀμῶς caput 5

1 Ἀκούσατε τὸν λόγον κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐϕ᾽ ὑμᾶς ϑρῆνον, οἶκος Ισραηλ 2 Ἔπεσεν οὐκέτι μὴ προσϑῇ τοῦ ἀναστῆναι παρϑένος τοῦ Ισραηλ· ἔσϕαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν. 3 διότι τάδε λέγει κύριος κύριος Ἡ πόλις, ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειϕϑήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειϕϑήσονται δέκα τῷ οἴκῳ Ισραηλ. 4 διότι τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ισραηλ Ἐκζητήσατέ με καὶ ζήσεσϑε· 5 καὶ μὴ ἐκζητεῖτε Βαιϑηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσϑε καὶ ἐπὶ τὸ ϕρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευϑήσεται, καὶ Βαιϑηλ ἔσται ὡς οὐχ ὑπάρχουσα· 6 ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ιωσηϕ, καὶ καταϕάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ισραηλ. 7 κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔϑηκεν, 8 ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν ϑανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς ϑαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ· 9 ὁ διαιρῶν συντριμμὸν ἐπ᾽ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. 10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο. 11 διὰ τοῦτο ἀνϑ᾽ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασϑε παρ᾽ αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιϑυμητοὺς ἐϕυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν. 12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. 13 διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν. 14 ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεϑ᾽ ὑμῶν κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε 15 Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηϕ. 16 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετός, καὶ ἐν πάσαις ὁδοῖς ῥηϑήσεται Οὐαὶ οὐαί· κληϑήσεται γεωργὸς εἰς πένϑος καὶ κοπετὸν καὶ εἰς εἰδότας ϑρῆνον, 17 καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι διὰ μέσου σου, εἶπεν κύριος. 18 Οὐαὶ οἱ ἐπιϑυμοῦντες τὴν ἡμέραν κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου; καὶ αὐτή ἐστιν σκότος καὶ οὐ ϕῶς, 19 ὃν τρόπον ὅταν ϕύγῃ ἄνϑρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄϕις. 20 οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ ϕῶς; καὶ γνόϕος οὐκ ἔχων ϕέγγος αὐτῇ. 21 μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσϕρανϑῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· 22 διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ ϑυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιϕανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. 23 μετάστησον ἀπ᾽ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι· 24 καὶ κυλισϑήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος. 25 μὴ σϕάγια καὶ ϑυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ισραηλ; 26 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ ϑεοῦ ὑμῶν Ραιϕαν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς. 27 καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει κύριος, ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Liber Amos prophetæ - Ἀμῶς caput 6

1 Οὐαὶ τοῖς ἐξουϑενοῦσιν Σιων καὶ τοῖς πεποιϑόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐϑνῶν, καὶ εἰσῆλϑον αὐτοί. οἶκος τοῦ Ισραηλ, 2 διάβητε πάντες καὶ ἴδετε καὶ διέλϑατε ἐκεῖϑεν εἰς Εμαϑ Ραββα καὶ κατάβητε ἐκεῖϑεν εἰς Γεϑ ἀλλοϕύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλέονα τὰ ὅρια αὐτῶν ἐστιν τῶν ὑμετέρων ὁρίων. 3 οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐϕαπτόμενοι σαββάτων ψευδῶν, 4 οἱ καϑεύδοντες ἐπὶ κλινῶν ἐλεϕαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν καὶ ἔσϑοντες ἐρίϕους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαϑηνά, 5 οἱ ἐπικροτοῦντες πρὸς τὴν ϕωνὴν τῶν ὀργάνων ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς ϕεύγοντα· 6 οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ιωσηϕ. 7 διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ᾽ ἀρχῆς δυναστῶν, καὶ ἐξαρϑήσεται χρεμετισμὸς ἵππων ἐξ Εϕραιμ. 8 ὅτι ὤμοσεν κύριος καϑ᾽ ἑαυτοῦ Διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· 9 καὶ ἔσται ἐὰν ὑπολειϕϑῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, καὶ ἀποϑανοῦνται, καὶ ὑπολειϕϑήσονται οἱ κατάλοιποι, 10 καὶ λήμψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ Οὐκέτι· καὶ ἐρεῖ Σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου. 11 διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν ϑλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν. 12 εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν ϑηλείαις; ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς ϑυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν, 13 οἱ εὐϕραινόμενοι ἐπ᾽ οὐδενὶ λόγῳ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα; 14 διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐϕ᾽ ὑμᾶς, οἶκος τοῦ Ισραηλ, ἔϑνος, καὶ ἐκϑλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελϑεῖν εἰς Εμαϑ καὶ ἕως τοῦ χειμάρρου τῶν δυσμῶν.

Liber Amos prophetæ - Ἀμῶς caput 7

1 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωϑινή, καὶ ἰδοὺ βροῦχος εἷς Γωγ ὁ βασιλεύς. 2 καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταϕαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· 3 μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει κύριος. 4 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος, καὶ κατέϕαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέϕαγεν τὴν μερίδα. 5 καὶ εἶπα Κύριε κύριε, κόπασον δή· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· 6 μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει κύριος. 7 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. 8 καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Αμως; καὶ εἶπα Ἀδάμαντα. καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ισραηλ, οὐκέτι μὴ προσϑῶ τοῦ παρελϑεῖν αὐτόν· 9 καὶ ἀϕανισϑήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωϑήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομϕαίᾳ. 10 Καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιϑηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων Συστροϕὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ· 11 διότι τάδε λέγει Αμως Ἐν ῥομϕαίᾳ τελευτήσει Ιεροβοαμ, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχϑήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. 12 καὶ εἶπεν Αμασιας πρὸς Αμως Ὁ ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προϕητεύσεις· 13 εἰς δὲ Βαιϑηλ οὐκέτι μὴ προσϑῇς τοῦ προϕητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν. 14 καὶ ἀπεκρίϑη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προϕήτης ἐγὼ οὐδὲ υἱὸς προϕήτου, ἀλλ᾽ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· 15 καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προϕήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ. 16 καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προϕήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ· 17 διὰ τοῦτο τάδε λέγει κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ ϑυγατέρες σου ἐν ῥομϕαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηϑήσεται, καὶ σὺ ἐν γῇ ἀκαϑάρτῳ τελευτήσεις, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχϑήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

Liber Amos prophetæ - Ἀμῶς caput 8

1 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. 2 καὶ εἶπεν Τί σὺ βλέπεις, Αμως; καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπεν κύριος πρός με Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ, οὐκέτι μὴ προσϑῶ τοῦ παρελϑεῖν αὐτόν· 3 καὶ ὀλολύξει τὰ ϕατνώματα τοῦ ναοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν. 4 Ἀκούσατε δὴ ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, 5 οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν ϑησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάϑμια καὶ ποιῆσαι ζυγὸν ἄδικον 6 τοῦ κτᾶσϑαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεϑα; 7 ὀμνύει κύριος καϑ᾽ ὑπερηϕανίας Ιακωβ Εἰ ἐπιλησϑήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶν. 8 καὶ ἐπὶ τούτοις οὐ ταραχϑήσεται ἡ γῆ, καὶ πενϑήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου. 9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος ὁ ϑεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ ϕῶς· 10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένϑος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς ϑρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσϕὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεϕαλὴν ϕαλάκρωμα καὶ ϑήσομαι αὐτὸν ὡς πένϑος ἀγαπητοῦ καὶ τοὺς μετ᾽ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. 11 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου· 12 καὶ σαλευϑήσονται ὕδατα ἕως ϑαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν. 13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρϑένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει 14 οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ ϑεός σου, Δαν, καὶ ζῇ ὁ ϑεός σου, Βηρσαβεε· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.

Liber Amos prophetæ - Ἀμῶς caput 9

1 Εἶδον τὸν κύριον ἐϕεστῶτα ἐπὶ τοῦ ϑυσιαστηρίου, καὶ εἶπεν Πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισϑήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεϕαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομϕαίᾳ ἀποκτενῶ, οὐ μὴ διαϕύγῃ ἐξ αὐτῶν ϕεύγων, καὶ οὐ μὴ διασωϑῇ ἐξ αὐτῶν ἀνασῳζόμενος. 2 ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖϑεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖϑεν κατάξω αὐτούς· 3 ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυϕὴν τοῦ Καρμήλου, ἐκεῖϑεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀϕϑαλμῶν μου εἰς τὰ βάϑη τῆς ϑαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· 4 καὶ ἐὰν πορευϑῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχϑρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομϕαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀϕϑαλμούς μου ἐπ᾽ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά. 5 καὶ κύριος κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, ὁ ἐϕαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενϑήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου· 6 ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς ϑεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς ϑαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. 7 οὐχ ὡς υἱοὶ Αἰϑιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ισραηλ; λέγει κύριος. οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοϕύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόϑρου; 8 Ἰδοὺ οἱ ὀϕϑαλμοὶ κυρίου τοῦ ϑεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ, λέγει κύριος. 9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔϑνεσιν τὸν οἶκον τοῦ Ισραηλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν. 10 ἐν ῥομϕαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ᾽ οὐ μὴ γένηται ἐϕ᾽ ἡμᾶς τὰ κακά. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος, 12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνϑρώπων καὶ πάντα τὰ ἔϑνη, ἐϕ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ὁ ϑεὸς ὁ ποιῶν ταῦτα. 13 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον, καὶ περκάσει ἡ σταϕυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμϕυτοι ἔσονται· 14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ισραηλ, καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠϕανισμένας καὶ κατοικήσουσιν καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ ϕυτεύσουσιν κήπους καὶ ϕάγονται τὸν καρπὸν αὐτῶν· 15 καὶ καταϕυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασϑῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ.

Liber Abdiæ prophetæ - Ἀβδίας

1 Ὅρασις Αβδιου. Τάδε λέγει κύριος ὁ ϑεὸς τῇ Ιδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔϑνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ᾽ αὐτὴν εἰς πόλεμον. 2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔϑνεσιν, ἠτιμωμένος σὺ εἶ σϕόδρα. 3 ὑπερηϕανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν; 4 ἐὰν μετεωρισϑῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων ϑῇς νοσσιάν σου, ἐκεῖϑεν κατάξω σε, λέγει κύριος. 5 εἰ κλέπται εἰσῆλϑον πρὸς σὲ ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίϕης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλϑον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιϕυλλίδα; 6 πῶς ἐξηρευνήϑη Ησαυ καὶ κατελήμϕϑη αὐτοῦ τὰ κεκρυμμένα. 7 ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαϑήκης σου, ἀντέστησάν σοι ἠδυνάσϑησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔϑηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστιν σύνεσις αὐτοῖς. 8 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολῶ σοϕοὺς ἐκ τῆς Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ησαυ· 9 καὶ πτοηϑήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμαν, ὅπως ἐξαρϑῇ ἄνϑρωπος ἐξ ὄρους Ησαυ 10 διὰ τὴν σϕαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελϕόν σου Ιακωβ, καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρϑήσῃ εἰς τὸν αἰῶνα. 11 Ἀϕ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλϑον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν. 12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελϕοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ ϑλίψεως· 13 μηδὲ εἰσέλϑῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέϑρου αὐτῶν μηδὲ συνεπιϑῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· 14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεϑρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς ϕεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ ϑλίψεως. 15 διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔϑνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοϑήσεται εἰς κεϕαλήν σου· 16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔϑνη οἶνον· πίονται καὶ καταβήσονται καὶ ἔσονται καϑὼς οὐχ ὑπάρχοντες. 17 Ἐν δὲ τῷ ὄρει Σιων ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς. 18 καὶ ἔσται ὁ οἶκος Ιακωβ πῦρ, ὁ δὲ οἶκος Ιωσηϕ ϕλόξ, ὁ δὲ οἶκος Ησαυ εἰς καλάμην, καὶ ἐκκαυϑήσονται εἰς αὐτοὺς καὶ καταϕάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροϕόρος ἐν τῷ οἴκῳ Ησαυ, διότι κύριος ἐλάλησεν. 19 καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τῇ Σεϕηλα τοὺς ἀλλοϕύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Εϕραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδῖτιν. 20 καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εϕραϑα, καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγεβ. 21 καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους Σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος Ησαυ, καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία.

Liber Jonæ prophetæ - Ἰωνάς

Liber Jonæ prophetæ - Ἰωνάς caput 1

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαϑι λέγων 2 Ἀνάστηϑι καὶ πορεύϑητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. 3 καὶ ἀνέστη Ιωνας τοῦ ϕυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾽ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου. 4 καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν ϑάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ ϑαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι. 5 καὶ ἐϕοβήϑησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν ϑεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν ϑάλασσαν τοῦ κουϕισϑῆναι ἀπ᾽ αὐτῶν· Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάϑευδεν καὶ ἔρρεγχεν. 6 καὶ προσῆλϑεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν ϑεόν σου, ὅπως διασώσῃ ὁ ϑεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεϑα. 7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν. 8 καὶ εἶπον πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. τίς σου ἡ ἐργασία ἐστίν; καὶ πόϑεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; 9 καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον ϑεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησεν τὴν ϑάλασσαν καὶ τὴν ξηράν. 10 καὶ ἐϕοβήϑησαν οἱ ἄνδρες ϕόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν ϕεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. 11 καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ ϑάλασσα ἀϕ᾽ ἡμῶν; ὅτι ἡ ϑάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα. 12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν ϑάλασσαν, καὶ κοπάσει ἡ ϑάλασσα ἀϕ᾽ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾽ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐϕ᾽ ὑμᾶς ἐστιν. 13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ ϑάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾽ αὐτούς. 14 καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν Μηδαμῶς, κύριε, μὴ ἀπολώμεϑα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνϑρώπου τούτου, καὶ μὴ δῷς ἐϕ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας. 15 καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν ϑάλασσαν, καὶ ἔστη ἡ ϑάλασσα ἐκ τοῦ σάλου αὐτῆς. 16 καὶ ἐϕοβήϑησαν οἱ ἄνδρες ϕόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔϑυσαν ϑυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.

Liber Jonæ prophetæ - Ἰωνάς caput 2

1 Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν· καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν ϑεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους 3 καὶ εἶπεν Ἐβόησα ἐν ϑλίψει μου πρὸς κύριον τὸν ϑεόν μου, καὶ εἰς ήκουσέν μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας ϕωνῆς μου. 4 ἀπέρριψάς με εἰς βάϑη καρδίας ϑαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλϑον. 5 καὶ ἐγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀϕϑαλμῶν σου· ἆρα προσϑήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου; 6 περιεχύϑη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεϕαλή μου εἰς σχισμὰς ὀρέων. 7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ϕϑορὰ ζωῆς μου, κύριε ὁ ϑεός μου. 8 ἐν τῷ ἐκλείπειν ἀπ᾽ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσϑην, καὶ ἔλϑοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου. 9 ϕυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον. 10 ἐγὼ δὲ μετὰ ϕωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως ϑύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ. 11 καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν.

Liber Jonæ prophetæ - Ἰωνάς caput 2

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν ἐκ δευτέρου λέγων 2 Ἀνάστηϑι καὶ πορεύϑητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσϑεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ. 3 καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύϑη εἰς Νινευη, καϑὼς ἐλάλησεν κύριος· ἡ δὲ Νινευη ἦν πόλις μεγάλη τῷ ϑεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν. 4 καὶ ἤρξατο Ιωνας τοῦ εἰσελϑεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξεν καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευη καταστραϕήσεται. 5 καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευη τῷ ϑεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. 6 καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἐξανέστη ἀπὸ τοῦ ϑρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀϕ᾽ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάϑισεν ἐπὶ σποδοῦ. 7 καὶ ἐκηρύχϑη καὶ ἐρρέϑη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνϑρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσϑωσαν μηδὲν μηδὲ νεμέσϑωσαν μηδὲ ὕδωρ πιέτωσαν. 8 καὶ περιεβάλοντο σάκκους οἱ ἄνϑρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν ϑεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες 9 Τίς οἶδεν εἰ μετανοήσει ὁ ϑεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς ϑυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεϑα; 10 καὶ εἶδεν ὁ ϑεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ ϑεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.

Liber Jonæ prophetæ - Ἰωνάς caput 4

1 Καὶ ἐλυπήϑη Ιωνας λύπην μεγάλην καὶ συνεχύϑη. 2 καὶ προσεύξατο πρὸς κύριον καὶ εἶπεν Ὦ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέϕϑασα τοῦ ϕυγεῖν εἰς Θαρσις, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόϑυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 3 καὶ νῦν, δέσποτα κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποϑανεῖν με ἢ ζῆν με. 4 καὶ εἶπεν κύριος πρὸς Ιωναν Εἰ σϕόδρα λελύπησαι σύ; 5 καὶ ἐξῆλϑεν Ιωνας ἐκ τῆς πόλεως καὶ ἐκάϑισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάϑητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει. 6 καὶ προσέταξεν κύριος ὁ ϑεὸς κολοκύνϑῃ, καὶ ἀνέβη ὑπὲρ κεϕαλῆς τοῦ Ιωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεϕαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ιωνας ἐπὶ τῇ κολοκύνϑῃ χαρὰν μεγάλην. 7 καὶ προσέταξεν ὁ ϑεὸς σκώληκι ἑωϑινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολόκυνϑαν, καὶ ἀπεξηράνϑη. 8 καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ ϑεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεϕαλὴν Ιωνα· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν Καλόν μοι ἀποϑανεῖν με ἢ ζῆν. 9 καὶ εἶπεν ὁ ϑεὸς πρὸς Ιωναν Εἰ σϕόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνϑῃ; καὶ εἶπεν Σϕόδρα λελύπημαι ἐγὼ ἕως ϑανάτου. 10 καὶ εἶπεν κύριος Σὺ ἐϕείσω ὑπὲρ τῆς κολοκύνϑης, ὑπὲρ ἧς οὐκ ἐκακοπάϑησας ἐπ᾽ αὐτὴν καὶ οὐκ ἐξέϑρεψας αὐτήν, ἣ ἐγενήϑη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο. 11 ἐγὼ δὲ οὐ ϕείσομαι ὑπὲρ Νινευη τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνϑρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;

Liber Michææ prophetæ -Μιχαίας

[Buch Micha|Liber Michææ prophetæ -Μιχαίας]] caput 1

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασϑι ἐν ἡμέραις Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα, ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ. 2 Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ· 3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, 4 καὶ σαλευϑήσεται τὰ ὄρη ὑποκάτωϑεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταϕερόμενον ἐν καταβάσει. 5 διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ. τίς ἡ ἀσέβεια τοῦ Ιακωβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα; οὐχὶ Ιερουσαλημ; 6 καὶ ϑήσομαι Σαμάρειαν εἰς ὀπωροϕυλάκιον ἀγροῦ καὶ εἰς ϕυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίϑους αὐτῆς καὶ τὰ ϑεμέλια αὐτῆς ἀποκαλύψω· 7 καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισϑώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς ϑήσομαι εἰς ἀϕανισμόν· διότι ἐκ μισϑωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισϑωμάτων πορνείας συνέστρεψεν. 8 Ἕνεκεν τούτου κόψεται καὶ ϑρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένϑος ὡς ϑυγατέρων σειρήνων· 9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλϑεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ιερουσαλημ. 10 οἱ ἐν Γεϑ, μὴ μεγαλύνεσϑε· οἱ ἐν Ακιμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασϑε κατὰ γέλωτα ὑμῶν. 11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλϑεν κατοικοῦσα Σεννααν κόψασϑαι οἶκον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης. 12 τίς ἤρξατο εἰς ἀγαϑὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ, 13 ψόϕος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχις, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ ϑυγατρὶ Σιων, ὅτι ἐν σοὶ εὑρέϑησαν ἀσέβειαι τοῦ Ισραηλ. 14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεϑ οἴκους ματαίους· εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ. 15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι, κατοικοῦσα Λαχις κληρονομία, ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς ϑυγατρὸς Ισραηλ. 16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυϕερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύϑησαν ἀπὸ σοῦ.

[Buch Micha|Liber Michææ prophetæ -Μιχαίας]] caput 2

1 Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ἦραν πρὸς τὸν ϑεὸν τὰς χεῖρας αὐτῶν· 2 καὶ ἐπεϑύμουν ἀγροὺς καὶ διήρπαζον ὀρϕανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ. 3 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν ϕυλὴν ταύτην κακά, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν καὶ οὐ μὴ πορευϑῆτε ὀρϑοὶ ἐξαίϕνης, ὅτι καιρὸς πονηρός ἐστιν. 4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημϕϑήσεται ἐϕ᾽ ὑμᾶς παραβολή, καὶ ϑρηνηϑήσεται ϑρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήϑη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ἡμῶν διεμερίσϑησαν. 5 διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ κυρίου. 6 μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐ γὰρ ἀπώσεται ὀνείδη. 7 ὁ λέγων Οἶκος Ιακωβ παρώργισεν πνεῦμα κυρίου· εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσιν καλοὶ μετ᾽ αὐτοῦ καὶ ὀρϑοὶ πεπόρευνται; 8 καὶ ἔμπροσϑεν ὁ λαός μου εἰς ἔχϑραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀϕελέσϑαι ἐλπίδα συντριμμὸν πολέμου. 9 διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριϕήσονται ἐκ τῶν οἰκιῶν τρυϕῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσϑησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις. 10 ἀνάστηϑι καὶ πορεύου, ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαϑαρσίας. διεϕϑάρητε ϕϑορᾷ, 11 κατεδιώχϑητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησεν ψεῦδος, ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέϑυσμα. καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου 12 συναγόμενος συναχϑήσεται Ιακωβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ισραηλ, ἐπὶ τὸ αὐτὸ ϑήσομαι τὴν ἀποστροϕὴν αὐτῶν· ὡς πρόβατα ἐν ϑλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνϑρώπων. 13 διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλϑον πύλην καὶ ἐξῆλϑον δι᾽ αὐτῆς, καὶ ἐξῆλϑεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ κύριος ἡγήσεται αὐτῶν.

[Buch Micha|Liber Michææ prophetæ -Μιχαίας]] caput 3

1 Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ. οὐχ ὑμῖν ἐστιν τοῦ γνῶναι τὸ κρίμα; 2 οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ᾽ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. 3 ὃν τρόπον κατέϕαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέϑλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν, 4 οὕτως κεκράξονται πρὸς κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνϑ᾽ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾽ αὐτούς. 5 τάδε λέγει κύριος ἐπὶ τοὺς προϕήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ᾽ αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόϑη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ᾽ αὐτὸν πόλεμον· 6 διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προϕήτας, καὶ συσκοτάσει ἐπ᾽ αὐτοὺς ἡ ἡμέρα· 7 καὶ καταισχυνϑήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασϑήσονται οἱ μάντεις, καὶ καταλαλήσουσιν κατ᾽ αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν. 8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ιακωβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ισραηλ ἁμαρτίας αὐτοῦ. 9 ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρϑὰ διαστρέϕοντες, 10 οἱ οἰκοδομοῦντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις· 11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισϑοῦ ἀπεκρίνοντο, καὶ οἱ προϕῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλϑῃ ἐϕ᾽ ἡμᾶς κακά. 12 διὰ τοῦτο δι᾽ ὑμᾶς Σιων ὡς ἀγρὸς ἀροτριαϑήσεται, καὶ Ιερουσαλημ ὡς ὀπωροϕυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.

[Buch Micha|Liber Michææ prophetæ -Μιχαίας]] caput 4

1 Καὶ ἔσται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμϕανὲς τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων, καὶ μετεωρισϑήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί, 2 καὶ πορεύσονται ἔϑνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ ϑεοῦ Ιακωβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεϑα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ. 3 καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔϑνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν, καὶ κατακόψουσιν τὰς ῥομϕαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔϑνος ἐπ᾽ ἔϑνος ῥομϕαίαν, καὶ οὐκέτι μὴ μάϑωσιν πολεμεῖν. 4 καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκϕοβῶν, διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα. 5 ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεϑα ἐν ὀνόματι κυρίου ϑεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα. 6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην· 7 καὶ ϑήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔϑνος ἰσχυρόν, καὶ βασιλεύσει κύριος ἐπ᾽ αὐτοὺς ἐν ὄρει Σιων ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα. 8 καὶ σύ, πύργος ποιμνίου αὐχμώδης, ϑύγατερ Σιων, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ ϑυγατρὶ Ιερουσαλημ. 9 Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης; 10 ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, ϑύγατερ Σιων, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖϑεν ῥύσεταί σε καὶ ἐκεῖϑεν λυτρώσεταί σε κύριος ὁ ϑεός σου ἐκ χειρὸς ἐχϑρῶν σου. 11 καὶ νῦν ἐπισυνήχϑη ἐπὶ σὲ ἔϑνη πολλὰ οἱ λέγοντες Ἐπιχαρούμεϑα, καὶ ἐπόψονται ἐπὶ Σιων οἱ ὀϕϑαλμοὶ ἡμῶν. 12 αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. 13 ἀνάστηϑι καὶ ἀλόα αὐτούς, ϑύγατερ Σιων, ὅτι τὰ κέρατά σου ϑήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου ϑήσομαι χαλκᾶς, καὶ κατατήξεις ἐν αὐτοῖς ἔϑνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναϑήσεις τῷ κυρίῳ τὸ πλῆϑος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς. 14 νῦν ἐμϕραχϑήσεται ϑυγάτηρ Εϕραιμ ἐν ϕραγμῷ, συνοχὴν ἔταξεν ἐϕ᾽ ἡμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς ϕυλὰς τοῦ Ισραηλ.

[Buch Micha|Liber Michææ prophetæ -Μιχαίας]] caput 5

1 Καὶ σύ, Βηϑλεεμ οἶκος τοῦ Εϕραϑα, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ιουδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ισραηλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. 2 διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελϕῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ. 3 καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κυρίου, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου τοῦ ϑεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνϑήσεται ἕως ἄκρων τῆς γῆς. 4 καὶ ἔσται αὕτη εἰρήνη· ὅταν Ἀσσύριος ἐπέλϑῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερϑήσονται ἐπ᾽ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνϑρώπων· 5 καὶ ποιμανοῦσιν τὸν Ασσουρ ἐν ῥομϕαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρωδ ἐν τῇ τάϕρῳ αὐτῆς· καὶ ῥύσεται ἐκ τοῦ Ασσουρ, ὅταν ἐπέλϑῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν. 6 καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχϑῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνϑρώπων. 7 καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλϑῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. 8 ὑψωϑήσεται ἡ χείρ σου ἐπὶ τοὺς ϑλίβοντάς σε, καὶ πάντες οἱ ἐχϑροί σου ἐξολεϑρευϑήσονται. 9 Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἐξολεϑρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου 10 καὶ ἐξολεϑρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου· 11 καὶ ἐξαρῶ τὰ ϕάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποϕϑεγγόμενοι οὐκ ἔσονται ἐν σοί· 12 καὶ ἐξολεϑρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου· 13 καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀϕανιῶ τὰς πόλεις σου· 14 καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν ϑυμῷ ἐκδίκησιν ἐν τοῖς ἔϑνεσιν, ἀνϑ᾽ ὧν οὐκ εἰσήκουσαν.

[Buch Micha|Liber Michææ prophetæ -Μιχαίας]] caput 6

1 Ἀκούσατε δὴ λόγον κυρίου· κύριος εἶπεν Ἀνάστηϑι κρίϑητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ ϕωνήν σου. 2 ἀκούσατε, βουνοί, τὴν κρίσιν τοῦ κυρίου, καὶ αἱ ϕάραγγες ϑεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ισραηλ διελεγχϑήσεται. 3 λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; ἀποκρίϑητί μοι. 4 διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ααρων καὶ Μαριαμ. 5 λαός μου, μνήσϑητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλακ βασιλεὺς Μωαβ, καὶ τί ἀπεκρίϑη αὐτῷ Βαλααμ υἱὸς τοῦ Βεωρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγαλ, ὅπως γνωσϑῇ ἡ δικαιοσύνη τοῦ κυρίου. 6 ἐν τίνι καταλάβω τὸν κύριον, ἀντιλήμψομαι ϑεοῦ μου ὑψίστου; εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; 7 εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων; εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; 8 εἰ ἀνηγγέλη σοι, ἄνϑρωπε, τί καλόν; ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσϑαι μετὰ κυρίου ϑεοῦ σου; 9 Φωνὴ κυρίου τῇ πόλει ἐπικληϑήσεται, καὶ σώσει ϕοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, ϕυλή, καὶ τίς κοσμήσει πόλιν; 10 μὴ πῦρ καὶ οἶκος ἀνόμου ϑησαυρίζων ϑησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία; 11 εἰ δικαιωϑήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάϑμια δόλου; 12 ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψευδῆ, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώϑη ἐν τῷ στόματι αὐτῶν. 13 καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀϕανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. 14 σὺ ϕάγεσαι καὶ οὐ μὴ ἐμπλησϑῇς· καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωϑῇς· καὶ ὅσοι ἐὰν διασωϑῶσιν, εἰς ῥομϕαίαν παραδοϑήσονται. 15 σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀϕανισϑήσεται νόμιμα λαοῦ μου. 16 καὶ ἐϕύλαξας τὰ δικαιώματα Ζαμβρι καὶ πάντα τὰ ἔργα οἴκου Αχααβ καὶ ἐπορεύϑητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀϕανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν· καὶ ὀνείδη λαῶν λήμψεσϑε.

[Buch Micha|Liber Michææ prophetæ -Μιχαίας]] caput 7

1 Οἴμμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιϕυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ ϕαγεῖν τὰ πρωτόγονα. οἴμμοι, ψυχή, 2 ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορϑῶν ἐν ἀνϑρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκϑλίβουσιν ἐκϑλιβῇ. 3 ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταϑύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι 4 τὰ ἀγαϑὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἥκασιν, νῦν ἔσονται κλαυϑμοὶ αὐτῶν. 5 μὴ καταπιστεύετε ἐν ϕίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου ϕύλαξαι τοῦ ἀναϑέσϑαι τι αὐτῇ· 6 διότι υἱὸς ἀτιμάζει πατέρα, ϑυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμϕη ἐπὶ τὴν πενϑερὰν αὐτῆς, ἐχϑροὶ ἀνδρὸς πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. 7 Ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ ϑεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ ϑεός μου. 8 μὴ ἐπίχαιρέ μοι, ἡ ἐχϑρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι, διότι ἐὰν καϑίσω ἐν τῷ σκότει, κύριος ϕωτιεῖ μοι. 9 ὀργὴν κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ ϕῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ. 10 καὶ ὄψεται ἡ ἐχϑρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρός με Ποῦ κύριος ὁ ϑεός σου; οἱ ὀϕϑαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς 11 ἡμέρας ἀλοιϕῆς πλίνϑου. ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου 12 ἡ ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ Συρίας, ἡμέρα ὕδατος καὶ ϑορύβου· 13 καὶ ἔσται ἡ γῆ εἰς ἀϕανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν. 14 Ποίμαινε λαόν σου ἐν ῥάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καϑ᾽ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος. 15 καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσϑε ϑαυμαστά. 16 ὄψονται ἔϑνη καὶ καταισχυνϑήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιϑήσουσιν χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωϕωϑήσονται. 17 λείξουσιν χοῦν ὡς ὄϕεις σύροντες γῆν, συγχυϑήσονται ἐν συγκλεισμῷ αὐτῶν· ἐπὶ τῷ κυρίῳ ϑεῷ ἡμῶν ἐκστήσονται καὶ ϕοβηϑήσονται ἀπὸ σοῦ. 18 τίς ϑεὸς ὥσπερ σύ; ἐξαίρων ἀδικίας καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι ϑελητὴς ἐλέους ἐστίν. 19 αὐτὸς ἐπιστρέψει καὶ οἰκτιρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀπορριϕήσονται εἰς τὰ βάϑη τῆς ϑαλάσσης, πάσας τὰς ἁμαρτίας ἡμῶν. 20 δώσεις ἀλήϑειαν τῷ Ιακωβ, ἔλεον τῷ Αβρααμ, καϑότι ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσϑεν.

Liber Nahum prophetæ - Ναοῦμ

Liber Nahum prophetæ - Ναοῦμ caput 1

1 Λῆμμα Νινευη· βιβλίον ὁράσεως Ναουμ τοῦ Ελκεσαίου. 2 Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν κύριος, ἐκδικῶν κύριος μετὰ ϑυμοῦ ἐκδικῶν κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχϑροὺς αὐτοῦ. 3 κύριος μακρόϑυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀϑῳῶν οὐκ ἀϑῳώσει κύριος. ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεϕέλαι κονιορτὸς ποδῶν αὐτοῦ. 4 ἀπειλῶν ϑαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώϑη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανϑοῦντα τοῦ Λιβάνου ἐξέλιπεν. 5 τὰ ὄρη ἐσείσϑησαν ἀπ᾽ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύϑησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 6 ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ ϑυμοῦ αὐτοῦ; ὁ ϑυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ αἱ πέτραι διεϑρύβησαν ἀπ᾽ αὐτοῦ. 7 χρηστὸς κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ ϑλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· 8 καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους, καὶ τοὺς ἐχϑροὺς αὐτοῦ διώξεται σκότος. 9 τί λογίζεσϑε ἐπὶ τὸν κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν ϑλίψει· 10 ὅτι ἕως ϑεμελίου αὐτῶν χερσωϑήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωϑήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή. 11 ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία. 12 τάδε λέγει κύριος κατάρχων ὑδάτων πολλῶν Καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσϑήσεται ἔτι. 13 καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω· 14 καὶ ἐντελεῖται ὑπὲρ σοῦ κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου ϑεοῦ σου ἐξολεϑρεύσω τὰ γλυπτὰ καὶ χωνευτά· ϑήσομαι ταϕήν σου, ὅτι ταχεῖς.

Liber Nahum prophetæ - Ναοῦμ caput 2

1 Ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε, Ιουδα, τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσϑήσωσιν ἔτι τοῦ διελϑεῖν διὰ σοῦ εἰς παλαίωσιν Συντετέλεσται, ἐξῆρται. 2 ἀνέβη ἐμϕυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ ϑλίψεως· σκόπευσον ὁδόν, κράτησον ὀσϕύος, ἄνδρισαι τῇ ἰσχύι σϕόδρα, 3 διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καϑὼς ὕβριν τοῦ Ισραηλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν, διέϕϑειραν 4 ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνϑρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς ϑορυβηϑήσονται 5 ἐν ταῖς ὁδοῖς, καὶ συγχυϑήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι. 6 καὶ μνησϑήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ ϕεύξονται ἡμέρας καὶ ἀσϑενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προϕυλακὰς αὐτῶν. 7 πύλαι τῶν ποταμῶν διηνοίχϑησαν, καὶ τὰ βασίλεια διέπεσεν, 8 καὶ ἡ ὑπόστασις ἀπεκαλύϕϑη, καὶ αὕτη ἀνέβαινεν, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καϑὼς περιστεραὶ ϕϑεγγόμεναι ἐν καρδίαις αὐτῶν. 9 καὶ Νινευη, ὡς κολυμβήϑρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ ϕεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. 10 διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιϑυμητὰ αὐτῆς. 11 ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας ϑραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσϕύν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας. 12 ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις, οὗ ἐπορεύϑη λέων τοῦ εἰσελϑεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκϕοβῶν; 13 λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν ϑήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς. 14 ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆϑός σου, καὶ τοὺς λέοντάς σου καταϕάγεται ῥομϕαία, καὶ ἐξολεϑρεύσω ἐκ τῆς γῆς τὴν ϑήραν σου, καὶ οὐ μὴ ἀκουσϑῇ οὐκέτι τὰ ἔργα σου.

Liber Nahum prophetæ - Ναοῦμ caput 3

1 Ὦ πόλις αἱμάτων ὅλη ψευδὴς ἀδικίας πλήρης, οὐ ψηλαϕηϑήσεται ϑήρα. 2 ϕωνὴ μαστίγων καὶ ϕωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος 3 καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομϕαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήϑους τραυματιῶν καὶ βαρείας πτώσεως· καὶ οὐκ ἦν πέρας τοῖς ἔϑνεσιν αὐτῆς, καὶ ἀσϑενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν 4 ἀπὸ πλήϑους πορνείας. πόρνη καλὴ καὶ ἐπιχαρὴς ἡγουμένη ϕαρμάκων ἡ πωλοῦσα ἔϑνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ϕυλὰς ἐν τοῖς ϕαρμάκοις αὐτῆς, 5 ἰδοῦ ἐγὼ ἐπὶ σέ, λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔϑνεσιν τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου 6 καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαϑαρσίας σου καὶ ϑήσομαί σε εἰς παράδειγμα, 7 καὶ ἔσται πᾶς ὁ ὁρῶν σε ἀποπηδήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευη· τίς στενάξει αὐτήν; πόϑεν ζητήσω παράκλησιν αὐτῇ; 8 ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, Αμων ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ ϑάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς, 9 καὶ Αἰϑιοπία ἡ ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστιν πέρας τῆς ϕυγῆς, καὶ Λίβυες ἐγένοντο βοηϑοὶ αὐτῆς. 10 καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαϕιοῦσιν ἐπ᾽ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεϑήσονται χειροπέδαις. 11 καὶ σὺ μεϑυσϑήσῃ καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχϑρῶν. 12 πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευϑῶσιν, καὶ πεσοῦνται εἰς στόμα ἔσϑοντος. 13 ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχϑροῖς σου ἀνοιγόμεναι ἀνοιχϑήσονται πύλαι τῆς γῆς σου, καὶ καταϕάγεται πῦρ τοὺς μοχλούς σου. 14 ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηϑι εἰς πηλὸν καὶ συμπατήϑητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνϑον· 15 ἐκεῖ καταϕάγεταί σε πῦρ, ἐξολεϑρεύσει σε ῥομϕαία, καταϕάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνϑήσῃ ὡς βροῦχος. 16 ἐπλήϑυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησεν καὶ ἐξεπετάσϑη. 17 ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ ϕραγμὸν ἐν ἡμέραις πάγους· ὁ ἥλιος ἀνέτειλεν, καὶ ἀϕήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς. 18 ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισεν τοὺς δυνάστας σου· ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος. 19 οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐϕλέγμανεν ἡ πληγή σου· πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσιν χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλϑεν ἡ κακία σου διὰ παντός;

Liber Habacuc prophetæ - Ἀμβακοῦμ

Liber Habacuc prophetæ - Ἀμβακοῦμ caput 1

1 Τὸ λῆμμα, ὃ εἶδεν Αμβακουμ ὁ προϕήτης. 2 Ἕως τίνος, κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; 3 ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. 4 διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. 5 ἴδετε, οἱ καταϕρονηταί, καὶ ἐπιβλέψατε καὶ ϑαυμάσατε ϑαυμάσια καὶ ἀϕανίσϑητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται. 6 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐϕ᾽ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς, τὸ ἔϑνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ· 7 ϕοβερὸς καὶ ἐπιϕανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· 8 καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόϑεν καὶ πετασϑήσονται ὡς ἀετὸς πρόϑυμος εἰς τὸ ϕαγεῖν. 9 συντέλεια εἰς ἀσεβεῖς ἥξει ἀνϑεστηκότας προσώποις αὐτῶν ἐξ ἐναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν. 10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυϕήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ. 11 τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ ϑεῷ μου. – 12 οὐχὶ σὺ ἀπ᾽ ἀρχῆς, κύριε, ὁ ϑεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποϑάνωμεν. κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. 13 καϑαρὸς ὀϕϑαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταϕρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; 14 καὶ ποιήσεις τοὺς ἀνϑρώπους ὡς τοὺς ἰχϑύας τῆς ϑαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον. 15 συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμϕιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐϕρανϑήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· 16 ἕνεκεν τούτου ϑύσει τῇ σαγήνῃ αὐτοῦ καὶ ϑυμιάσει τῷ ἀμϕιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· 17 διὰ τοῦτο ἀμϕιβαλεῖ τὸ ἀμϕίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔϑνη οὐ ϕείσεται.

Liber Habacuc prophetæ - Ἀμβακοῦμ caput 2

1 Ἐπὶ τῆς ϕυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριϑῶ ἐπὶ τὸν ἔλεγχόν μου. 2 καὶ ἀπεκρίϑη πρός με κύριος καὶ εἶπεν Γράψον ὅρασιν καὶ σαϕῶς ἐπὶ πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. 3 διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. 4 ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. 5 ὁ δὲ κατοινωμένος καὶ καταϕρονητὴς ἀνὴρ ἀλάζων οὐδὲν μὴ περάνῃ, ὃς ἐπλάτυνεν καϑὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς ϑάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ᾽ αὐτὸν πάντα τὰ ἔϑνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς. 6 οὐχὶ ταῦτα πάντα παραβολὴν κατ᾽ αὐτοῦ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν Οὐαὶ ὁ πληϑύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ – ἕως τίνος; – καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. 7 ὅτι ἐξαίϕνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς. 8 διότι σὺ ἐσκύλευσας ἔϑνη πολλά, σκυλεύσουσίν σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι᾽ αἵματα ἀνϑρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. – 9 ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασϑῆναι ἐκ χειρὸς κακῶν. 10 ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου· 11 διότι λίϑος ἐκ τοίχου βοήσεται, καὶ κάνϑαρος ἐκ ξύλου ϕϑέγξεται αὐτά. – 12 οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. 13 οὐ ταῦτά ἐστιν παρὰ κυρίου παντοκράτορος; καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔϑνη πολλὰ ὠλιγοψύχησαν. 14 ὅτι πλησϑήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς. – 15 ὦ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ ϑολερᾷ καὶ μεϑύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. 16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σὺ καὶ διασαλεύϑητι καὶ σείσϑητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυρίου, καὶ συνήχϑη ἀτιμία ἐπὶ τὴν δόξαν σου. 17 διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία ϑηρίων πτοήσει σε διὰ αἵματα ἀνϑρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. – 18 Τί ὠϕελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασαν αὐτὸ χώνευμα, ϕαντασίαν ψευδῆ, ὅτι πέποιϑεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωϕά. 19 οὐαὶ ὁ λέγων τῷ ξύλῳ Ἔκνηψον ἐξεγέρϑητι, καὶ τῷ λίϑῳ Ὑψώϑητι· καὶ αὐτό ἐστιν ϕαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. 20 ὁ δὲ κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσϑω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.

Liber Habacuc prophetæ - Ἀμβακοῦμ caput 3

1 Προσευχὴ Αμβακουμ τοῦ προϕήτου μετὰ ᾠδῆς. 2 Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐϕοβήϑην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσϑήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσϑήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχϑήσῃ, ἐν τῷ ταραχϑῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησϑήσῃ. 3 ὁ ϑεὸς ἐκ Θαιμαν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. διάψαλμα. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. 4 καὶ ϕέγγος αὐτοῦ ὡς ϕῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔϑετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. 5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται, ἐν πεδίλοις οἱ πόδες αὐτοῦ. 6 ἔστη, καὶ ἐσαλεύϑη ἡ γῆ· ἐπέβλεψεν, καὶ διετάκη ἔϑνη. διεϑρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι. 7 πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον· σκηνώματα Αἰϑιόπων πτοηϑήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιαμ. 8 μὴ ἐν ποταμοῖς ὠργίσϑης, κύριε, ἢ ἐν ποταμοῖς ὁ ϑυμός σου, ἢ ἐν ϑαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. 9 ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος. διάψαλμα. ποταμῶν ῥαγήσεται γῆ. 10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί, σκορπίζων ὕδατα πορείας αὐτοῦ· ἔδωκεν ἡ ἄβυσσος ϕωνὴν αὐτῆς, ὕψος ϕαντασίας αὐτῆς. 11 ἐπήρϑη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς ϕῶς βολίδες σου πορεύσονται, εἰς ϕέγγος ἀστραπῆς ὅπλων σου. 12 ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν ϑυμῷ κατάξεις ἔϑνη. 13 ἐξῆλϑες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεϕαλὰς ἀνόμων ϑάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. διάψαλμα. 14 διέκοψας ἐν ἐκστάσει κεϕαλὰς δυναστῶν, σεισϑήσονται ἐν αὐτῇ· διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσϑων πτωχὸς λάϑρᾳ. 15 καὶ ἐπεβίβασας εἰς ϑάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ. 16 ἐϕυλαξάμην, καὶ ἐπτοήϑη ἡ κοιλία μου ἀπὸ ϕωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλϑεν τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωϑέν μου ἐταράχϑη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ ϑλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου. 17 διότι συκῆ οὐ καρποϕορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ ϕάτναις. 18 ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ ϑεῷ τῷ σωτῆρί μου. 19 κύριος ὁ ϑεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ.

Liber Sophoniæ prophetæ - Σοϕονίας

Liber Sophoniæ prophetæ - Σοϕονίας caput 1

1 Λόγος κυρίου, ὃς ἐγενήϑη πρὸς Σοϕονιαν τὸν τοῦ Χουσι υἱὸν Γοδολιου τοῦ Αμαριου τοῦ Εζεκιου ἐν ἡμέραις Ιωσιου υἱοῦ Αμων βασιλέως Ιουδα. 2 Ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει κύριος, 3 ἐκλιπέτω ἄνϑρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχϑύες τῆς ϑαλάσσης, καὶ ἐξαρῶ τοὺς ἀνϑρώπους ἀπὸ προσώπου τῆς γῆς, λέγει κύριος. 4 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βααλ καὶ τὰ ὀνόματα τῶν ἱερέων 5 καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν 6 καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου καὶ τοὺς μὴ ζητήσαντας τὸν κύριον καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου. 7 Εὐλαβεῖσϑε ἀπὸ προσώπου κυρίου τοῦ ϑεοῦ, δίοτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν κύριος τὴν ϑυσίαν αὐτοῦ, ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ. 8 καὶ ἔσται ἐν ἡμέρᾳ ϑυσίας κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· 9 καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμϕανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον κυρίου τοῦ ϑεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. 10 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ϕωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν. 11 ϑρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώϑη πᾶς ὁ λαὸς Χανααν, ἐξωλεϑρεύϑησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ. 12 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταϕρονοῦντας ἐπὶ τὰ ϕυλάγματα αὐτῶν, οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαϑοποιήσῃ κύριος οὐδ᾽ οὐ μὴ κακώσῃ, 13 καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀϕανισμόν, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν. 14 Ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σϕόδρα· ϕωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά, τέτακται δυνατή. 15 ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα ϑλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀϕανισμοῦ, ἡμέρα σκότους καὶ γνόϕου, ἡμέρα νεϕέλης καὶ ὁμίχλης, 16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. 17 καὶ ἐκϑλίψω τοὺς ἀνϑρώπους, καὶ πορεύσονται ὡς τυϕλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. 18 καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσϑαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου, καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωϑήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

Liber Sophoniæ prophetæ - Σοϕονίας caput 2

1 Συνάχϑητε καὶ συνδέϑητε, τὸ ἔϑνος τὸ ἀπαίδευτον, 2 πρὸ τοῦ γενέσϑαι ὑμᾶς ὡς ἄνϑος παραπορευόμενον, πρὸ τοῦ ἐπελϑεῖν ἐϕ᾽ ὑμᾶς ὀργὴν κυρίου, πρὸ τοῦ ἐπελϑεῖν ἐϕ᾽ ὑμᾶς ἡμέραν ϑυμοῦ κυρίου. 3 ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσϑε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσϑε αὐτά, ὅπως σκεπασϑῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου. 4 Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκαλὼν ἔσται εἰς ἀϕανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριϕήσεται, καὶ Ακκαρων ἐκριζωϑήσεται. 5 οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς ϑαλάσσης, πάροικοι Κρητῶν· λόγος κυρίου ἐϕ᾽ ὑμᾶς, Χανααν γῆ ἀλλοϕύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας· 6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων, 7 καὶ ἔσται τὸ σχοίνισμα τῆς ϑαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα· ἐπ᾽ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα, ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ ϑεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν. 8 Ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. 9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει κύριος τῶν δυνάμεων ὁ ϑεὸς Ισραηλ, διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς ϑιμωνιὰ ἅλωνος καὶ ἠϕανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔϑνους μου κληρονομήσουσιν αὐτούς. 10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνϑησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. 11 ἐπιϕανήσεται κύριος ἐπ᾽ αὐτοὺς καὶ ἐξολεϑρεύσει πάντας τοὺς ϑεοὺς τῶν ἐϑνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐϑνῶν. 12 Καὶ ὑμεῖς, Αἰϑίοπες, τραυματίαι ῥομϕαίας μού ἐστε. 13 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ ϑήσει τὴν Νινευη εἰς ἀϕανισμὸν ἄνυδρον ὡς ἔρημον· 14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ ϑηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς ϕατνώμασιν αὐτῆς κοιτασϑήσονται, καὶ ϑηρία ϕωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. 15 αὕτη ἡ πόλις ἡ ϕαυλίστρια ἡ κατοικοῦσα ἐπ᾽ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν μετ᾽ ἐμὲ ἔτι. πῶς ἐγενήϑη εἰς ἀϕανισμόν, νομὴ ϑηρίων· πᾶς ὁ διαπορευόμενος δι᾽ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.

Liber Sophoniæ prophetæ - Σοϕονίας caput 3

1 Ὦ ἡ ἐπιϕανὴς καὶ ἀπολελυτρωμένη, ἡ πόλις ἡ περιστερά· 2 οὐκ εἰσήκουσεν ϕωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίϑει καὶ πρὸς τὸν ϑεὸν αὐτῆς οὐκ ἤγγισεν. 3 οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί· 4 οἱ προϕῆται αὐτῆς πνευματοϕόροι, ἄνδρες καταϕρονηταί· οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον. 5 ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει κρίμα αὐτοῦ εἰς ϕῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν. 6 ἐν διαϕϑορᾷ κατέσπασα ὑπερηϕάνους, ἠϕανίσϑησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν. 7 εἶπα Πλὴν ϕοβεῖσϑέ με καὶ δέξασϑε παιδείαν, καὶ οὐ μὴ ἐξολεϑρευϑῆτε ἐξ ὀϕϑαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ᾽ αὐτήν· ἑτοιμάζου ὄρϑρισον, διέϕϑαρται πᾶσα ἡ ἐπιϕυλλὶς αὐτῶν. 8 Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐϑνῶν τοῦ εἰσδέξασϑαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ᾽ αὐτοὺς πᾶσαν ὀργὴν ϑυμοῦ μου· διότι ἐν πυρὶ ζήλους μου καταναλωϑήσεται πᾶσα ἡ γῆ. 9 ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσϑαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. 10 ἐκ περάτων ποταμῶν Αἰϑιοπίας οἴσουσιν ϑυσίας μοι. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνϑῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ ϕαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσϑῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. 12 καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραὺν καὶ ταπεινόν, καὶ εὐλαβηϑήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου 13 οἱ κατάλοιποι τοῦ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεϑῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασϑήσονται, καὶ οὐκ ἔσται ὁ ἐκϕοβῶν αὐτούς. 14 Χαῖρε σϕόδρα, ϑύγατερ Σιων, κήρυσσε, ϑύγατερ Ιερουσαλημ· εὐϕραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, ϑύγατερ Ιερουσαλημ. 15 περιεῖλεν κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχϑρῶν σου· βασιλεὺς Ισραηλ κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. 16 ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ιερουσαλημ Θάρσει, Σιων, μὴ παρείσϑωσαν αἱ χεῖρές σου· 17 κύριος ὁ ϑεός σου ἐν σοί, δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐϕροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐϕρανϑήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 18 καὶ συνάξω τοὺς συντετριμμένους· οὐαί, τίς ἔλαβεν ἐπ᾽ αὐτὴν ὀνειδισμόν; 19 ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην· εἰσδέξομαι καὶ ϑήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. 20 καὶ καταισχυνϑήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέϕειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει κύριος.

Liber Aggæi prophetæ - Ἀγγαῖος

Liber Aggæi prophetæ - Ἀγγαῖος caput 1

1 Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου τοῦ προϕήτου λέγων Εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων 2 Τάδε λέγει κύριος παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου. 3 καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Αγγαιου τοῦ προϕήτου λέγων 4 Εἰ καιρὸς ὑμῖν μέν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάϑμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται; 5 καὶ νῦν τάδε λέγει κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· 6 ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐϕάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέϑην, περιεβάλεσϑε καὶ οὐκ ἐϑερμάνϑητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισϑοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. 7 τάδε λέγει κύριος παντοκράτωρ Θέσϑε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· 8 ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασϑήσομαι, εἶπεν κύριος. 9 ἐπεβλέψατε εἰς πολλά, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχϑη εἰς τὸν οἶκον, καὶ ἐξεϕύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ Ἀνϑ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, 10 διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκϕόρια αὐτῆς· 11 καὶ ἐπάξω ῥομϕαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκϕέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνϑρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν. – 12 καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ αὐτῶν καὶ τῶν λόγων Αγγαιου τοῦ προϕήτου, καϑότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ ϑεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐϕοβήϑη ὁ λαὸς ἀπὸ προσώπου κυρίου. 13 καὶ εἶπεν Αγγαιος ὁ ἄγγελος κυρίου τῷ λαῷ Ἐγώ εἰμι μεϑ᾽ ὑμῶν, λέγει κύριος. 14 καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα Ζοροβαβελ τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλϑον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ϑεοῦ αὐτῶν 15 τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως.

Liber Aggæi prophetæ - Ἀγγαῖος caput 2

1 Τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ Αγγαιου τοῦ προϕήτου λέγων 2 Εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων 3 Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσϑεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν; καϑὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν. 4 καὶ νῦν κατίσχυε, Ζοροβαβελ, λέγει κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει κύριος, καὶ ποιεῖτε· διότι μεϑ᾽ ὑμῶν ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, 5 καὶ τὸ πνεῦμά μου ἐϕέστηκεν ἐν μέσῳ ὑμῶν· ϑαρσεῖτε. 6 διότι τάδε λέγει κύριος παντοκράτωρ Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ τὴν ξηράν· 7 καὶ συσσείσω πάντα τὰ ἔϑνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐϑνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει κύριος παντοκράτωρ. 8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει κύριος παντοκράτωρ. 9 διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. 10 Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Αγγαιον τὸν προϕήτην λέγων 11 Τάδε λέγει κύριος παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων 12 Ἐὰν λάβῃ ἄνϑρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασϑήσεται; καὶ ἀπεκρίϑησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ. 13 καὶ εἶπεν Αγγαιος Ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανϑήσεται; καὶ ἀπεκρίϑησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανϑήσεται. 14 καὶ ἀπεκρίϑη Αγγαιος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔϑνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανϑήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρϑρινῶν, ὀδυνηϑήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας. 15 καὶ νῦν ϑέσϑε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ ϑεῖναι λίϑον ἐπὶ λίϑον ἐν τῷ ναῷ κυρίου 16 τίνες ἦτε· ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριϑῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριϑῆς δέκα σάτα· καὶ εἰσεπορεύεσϑε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι. 17 ἐπάταξα ὑμᾶς ἐν ἀϕορίᾳ καὶ ἐν ἀνεμοϕϑορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος. 18 ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς ἐϑεμελιώϑη ὁ ναὸς κυρίου, ϑέσϑε ἐν ταῖς καρδίαις ὑμῶν 19 εἰ ἔτι ἐπιγνωσϑήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ ϕέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω. 20 Καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προϕήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων 21 Εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ τὴν ξηρὰν 22 καὶ καταστρέψω ϑρόνους βασιλέων καὶ ὀλεϑρεύσω δύναμιν βασιλέων τῶν ἐϑνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομϕαίᾳ πρὸς τὸν ἀδελϕὸν αὐτοῦ. 23 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ τὸν δοῦλόν μου, λέγει κύριος, καὶ ϑήσομαί σε ὡς σϕραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει κύριος παντοκράτωρ.

Liber Zachariæ prophetæ - Ζαχαρίας

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 1

1 Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προϕήτην λέγων 2 Ὠργίσϑη κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. 3 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος παντοκράτωρ Ἐπιστρέψατε πρός με, καὶ ἐπιστραϕήσομαι πρὸς ὑμᾶς, λέγει κύριος. 4 καὶ μὴ γίνεσϑε καϑὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προϕῆται οἱ ἔμπροσϑεν λέγοντες Τάδε λέγει κύριος παντοκράτωρ Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει κύριος. 5 οἱ πατέρες ὑμῶν ποῦ εἰσιν; καὶ οἱ προϕῆται μὴ τὸν αἰῶνα ζήσονται; 6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσϑε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προϕήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίϑησαν καὶ εἶπαν Καϑὼς παρατέτακται κύριος παντοκράτωρ τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. 7 Τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί – οὗτός ἐστιν ὁ μὴν Σαβατ – ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προϕήτην λέγων 8 Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. 9 καὶ εἶπα Τί οὗτοι, κύριε; καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα. 10 καὶ ἀπεκρίϑη ὁ ἀνὴρ ὁ ἐϕεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. 11 καὶ ἀπεκρίϑησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐϕεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. 12 καὶ ἀπεκρίϑη ὁ ἄγγελος κυρίου καὶ εἶπεν Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; 13 καὶ ἀπεκρίϑη κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. 14 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν 15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔϑνη τὰ συνεπιτιϑέμενα ἀνϑ᾽ ὧν ἐγὼ μὲν ὠργίσϑην ὀλίγα, αὐτοὶ δὲ συνεπέϑεντο εἰς κακά. 16 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηϑήσεται ἐν αὐτῇ, λέγει κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταϑήσεται ἐπὶ Ιερουσαλημ ἔτι. 17 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἔτι διαχυϑήσονται πόλεις ἐν ἀγαϑοῖς, καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 2

1 Καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. 2 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ. 3 καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας. 4 καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεϕαλήν· καὶ εἰσῆλϑον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔϑνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν. 5 Καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. 6 καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃ; καὶ εἶπεν πρός με Διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος. 7 καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ 8 καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπως κατοικηϑήσεται Ιερουσαλημ ἀπὸ πλήϑους ἀνϑρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· 9 καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόϑεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. 10 ὦ ὦ ϕεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει κύριος· 11 εἰς Σιων ἀνασῴζεσϑε, οἱ κατοικοῦντες ϑυγατέρα Βαβυλῶνος. 12 διότι τάδε λέγει κύριος παντοκράτωρ Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔϑνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀϕϑαλμοῦ αὐτοῦ· 13 διότι ἰδοὺ ἐγὼ ἐπιϕέρω τὴν χεῖρά μου ἐπ᾽ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσϑε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με. 14 τέρπου καὶ εὐϕραίνου, ϑύγατερ Σιων, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. 15 καὶ καταϕεύξονται ἔϑνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. 16 καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ. 17 εὐλαβείσϑω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου, διότι ἐξεγήγερται ἐκ νεϕελῶν ἁγίων αὐτοῦ.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 3

1 Καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσϑαι αὐτῷ. 2 καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; 3 καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. 4 καὶ ἀπεκρίϑη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀϕέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ᾽ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀϕῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη 5 καὶ ἐπίϑετε κίδαριν καϑαρὰν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ. καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέϑηκαν κίδαριν καϑαρὰν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ, καὶ ὁ ἄγγελος κυρίου εἱστήκει. 6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων 7 Τάδε λέγει κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου ϕυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαϕυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεϕομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. 8 ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καϑήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· 9 διότι ὁ λίϑος, ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίϑον τὸν ἕνα ἑπτὰ ὀϕϑαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόϑρον, λέγει κύριος παντοκράτωρ, καὶ ψηλαϕήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. 10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 4

1 Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερϑῇ ἄνϑρωπος ἐξ ὕπνου αὐτοῦ 2 καὶ εἶπεν πρός με Τί σύ βλέπεις; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· 3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων. 4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε; 5 καὶ ἀπεκρίϑη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Οὐ γινώσκεις τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε. 6 καὶ ἀπεκρίϑη καὶ εἶπεν πρός με λέγων Οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ᾽ ἢ ἐν πνεύματί μου, λέγει κύριος παντοκράτωρ. 7 τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορϑῶσαι; καὶ ἐξοίσω τὸν λίϑον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. 8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 9 Αἱ χεῖρες Ζοροβαβελ ἐϑεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. 10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίϑον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ. ἑπτὰ οὗτοι ὀϕϑαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. 11 καὶ ἀπεκρίϑην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; 12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; 13 καὶ εἶπεν πρός με Οὐκ οἶδας τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε. 14 καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 5

1 Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον. 2 καὶ εἶπεν πρός με Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα. 3 καὶ εἶπεν πρός με Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως ϑανάτου ἐκδικηϑήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως ϑανάτου ἐκδικηϑήσεται· 4 καὶ ἐξοίσω αὐτό, λέγει κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίϑους αὐτοῦ. 5 Καὶ ἐξῆλϑεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Ἀνάβλεψον τοῖς ὀϕϑαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο. 6 καὶ εἶπα Τί ἐστιν; καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. 7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ μία γυνὴ ἐκάϑητο ἐν μέσῳ τοῦ μέτρου. 8 καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίϑον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς. 9 καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ. 10 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποϕέρουσιν τὸ μέτρον; 11 καὶ εἶπεν πρός με Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ ϑήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 6

1 Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. 2 ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, 3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. 4 καὶ ἀπεκρίϑην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; 5 καὶ ἀπεκρίϑη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς· 6 ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισϑεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσϑαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπεν Πορεύεσϑε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν. 8 καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν ϑυμόν μου ἐν γῇ βορρᾶ. 9 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 10 Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ιωσιου τοῦ Σοϕονιου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος 11 καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεϕάνους καὶ ἐπιϑήσεις ἐπὶ τὴν κεϕαλὴν Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου 12 καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος παντοκράτωρ Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωϑεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· 13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καϑίεται καὶ κατάρξει ἐπὶ τοῦ ϑρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμϕοτέρων. 14 ὁ δὲ στέϕανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοϕονιου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου. 15 καὶ οἱ μακρὰν ἀπ᾽ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου, καὶ γνώσεσϑε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ὑμῶν.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 7

1 Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασελευ, 2 καὶ ἐξαπέστειλεν εἰς Βαιϑηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασϑαι τὸν κύριον 3 λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προϕήτας λέγων Εἰσελήλυϑεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καϑότι ἐποίησα ἤδη ἱκανὰ ἔτη. 4 καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων 5 Εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησϑε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι; 6 καὶ ἐὰν ϕάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσϑετε καὶ ὑμεῖς πίνετε; 7 οὐχ οὗτοι οἱ λόγοι εἰσίν, οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προϕητῶν τῶν ἔμπροσϑεν, ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐϑηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόϑεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο; 8 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων 9 Τάδε λέγει κύριος παντοκράτωρ Κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ 10 καὶ χήραν καὶ ὀρϕανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελϕοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. 11 καὶ ἠπείϑησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραϕρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν 12 καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειϑῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προϕητῶν τῶν ἔμπροσϑεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος. 13 καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει κύριος παντοκράτωρ. 14 καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔϑνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀϕανισϑήσεται κατόπισϑεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέϕοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀϕανισμόν.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 8

1 Καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων 2 Τάδε λέγει κύριος παντοκράτωρ Ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν καὶ ϑυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν. 3 τάδε λέγει κύριος Καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ κληϑήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληϑινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον. 4 τάδε λέγει κύριος παντοκράτωρ Ἔτι καϑήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ιερουσαλημ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήϑους ἡμερῶν· 5 καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησϑήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. 6 τάδε λέγει κύριος παντοκράτωρ Διότι εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει; λέγει κύριος παντοκράτωρ. 7 τάδε λέγει κύριος παντοκράτωρ Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν 8 καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεὸν ἐν ἀληϑείᾳ καὶ ἐν δικαιοσύνῃ. 9 τάδε λέγει κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προϕητῶν, ἀϕ᾽ ἧς ἡμέρας τεϑεμελίωται ὁ οἶκος κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀϕ᾽ οὗ ᾠκοδόμηται. 10 διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισϑὸς τῶν ἀνϑρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισϑὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς ϑλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνϑρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. 11 καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσϑεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει κύριος παντοκράτωρ, 12 ἀλλ᾽ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα. 13 καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔϑνεσιν, οἶκος Ιουδα καὶ οἶκος Ισραηλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσϑε ἐν εὐλογίᾳ· ϑαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. 14 διότι τάδε λέγει κύριος παντοκράτωρ Ὃν τρόπον διενοήϑην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα, 15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα· ϑαρσεῖτε. 16 οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήϑειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν 17 καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσϑε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει κύριος παντοκράτωρ. 18 Καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων 19 Τάδε λέγει κύριος παντοκράτωρ Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐϕροσύνην καὶ εἰς ἑορτὰς ἀγαϑὰς καὶ εὐϕρανϑήσεσϑε, καὶ τὴν ἀλήϑειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. 20 τάδε λέγει κύριος παντοκράτωρ Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς· 21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες Πορευϑῶμεν δεηϑῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. 22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔϑνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσϑαι τὸ πρόσωπον κυρίου. 23 τάδε λέγει κύριος παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐϑνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες Πορευσόμεϑα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ ϑεὸς μεϑ᾽ ὑμῶν ἐστιν.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 9

1 Λῆμμα λόγου κυρίου· ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ ϑυσία αὐτοῦ, διότι κύριος ἐϕορᾷ ἀνϑρώπους καὶ πάσας ϕυλὰς τοῦ Ισραηλ. 2 καὶ Εμαϑ ἐν τοῖς ὁρίοις αὐτῆς, Τύρος καὶ Σιδών, διότι ἐϕρόνησαν σϕόδρα. 3 καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐϑησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν. 4 διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς ϑάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωϑήσεται. 5 ὄψεται Ἀσκαλὼν καὶ ϕοβηϑήσεται, καὶ Γάζα καὶ ὀδυνηϑήσεται σϕόδρα, καὶ Ακκαρων, ὅτι ᾐσχύνϑη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηϑῇ. 6 καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καϑελῶ ὕβριν ἀλλοϕύλων. 7 καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειϕϑήσεται καὶ οὗτος τῷ ϑεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς ὁ Ιεβουσαῖος. 8 καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσϑαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλϑῃ ἐπ᾽ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑώρακα ἐν τοῖς ὀϕϑαλμοῖς μου. 9 Χαῖρε σϕόδρα, ϑύγατερ Σιων· κήρυσσε, ϑύγατερ Ιερουσαλημ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. 10 καὶ ἐξολεϑρεύσει ἅρματα ἐξ Εϕραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ, καὶ ἐξολεϑρευϑήσεται τόξον πολεμικόν, καὶ πλῆϑος καὶ εἰρήνη ἐξ ἐϑνῶν· καὶ κατάρξει ὑδάτων ἕως ϑαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. 11 καὶ σὺ ἐν αἵματι διαϑήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. 12 καϑήσεσϑε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι· 13 διότι ἐνέτεινά σε, Ιουδα, ἐμαυτῷ τόξον, ἔπλησα τὸν Εϕραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιων, ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαϕήσω σε ὡς ῥομϕαίαν μαχητοῦ· 14 καὶ κύριος ἔσται ἐπ᾽ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. 15 κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν, καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίϑοις σϕενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς ϕιάλας ϑυσιαστήριον. 16 καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίϑοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. 17 ὅτι εἴ τι ἀγαϑὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾽ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρϑένους.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 10

1 Αἰτεῖσϑε ὑετὸν παρὰ κυρίου καϑ᾽ ὥραν πρόιμον καὶ ὄψιμον· κύριος ἐποίησεν ϕαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. 2 διότι οἱ ἀποϕϑεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξήρϑησαν ὡς πρόβατα καὶ ἐκακώϑησαν, διότι οὐκ ἦν ἴασις. 3 ἐπὶ τοὺς ποιμένας παρωξύνϑη ὁ ϑυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. 4 καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν καὶ ἐξ αὐτοῦ ἔταξεν, καὶ ἐξ αὐτοῦ τόξον ἐν ϑυμῷ· ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. 5 καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι κύριος μετ᾽ αὐτῶν, καὶ καταισχυνϑήσονται ἀναβάται ἵππων. 6 καὶ κατισχύσω τὸν οἶκον Ιουδα καὶ τὸν οἶκον Ιωσηϕ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπησα αὐτούς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, διότι ἐγὼ κύριος ὁ ϑεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς. 7 καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Εϕραιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐϕρανϑήσονται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ κυρίῳ. 8 σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληϑυνϑήσονται καϑότι ἦσαν πολλοί· 9 καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησϑήσονταί μου, ἐκϑρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν. 10 καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειϕϑῇ ἐξ αὐτῶν οὐδὲ εἷς· 11 καὶ διελεύσονται ἐν ϑαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν ϑαλάσσῃ κύματα, καὶ ξηρανϑήσεται πάντα τὰ βάϑη ποταμῶν, καὶ ἀϕαιρεϑήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεϑήσεται. 12 καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ ϑεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει κύριος.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 11

1 Διάνοιξον, ὁ Λίβανος, τὰς ϑύρας σου, καὶ καταϕαγέτω πῦρ τὰς κέδρους σου· 2 ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσϑη ὁ δρυμὸς ὁ σύμϕυτος. 3 ϕωνὴ ϑρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· ϕωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ ϕρύαγμα τοῦ Ιορδάνου. 4 τάδε λέγει κύριος παντοκράτωρ Ποιμαίνετε τὰ πρόβατα τῆς σϕαγῆς, 5 ἃ οἱ κτησάμενοι κατέσϕαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ᾽ αὐτοῖς. 6 διὰ τοῦτο οὐ ϕείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει κύριος, καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνϑρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ κατακόψουσιν τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν. 7 καὶ ποιμανῶ τὰ πρόβατα τῆς σϕαγῆς εἰς τὴν Χαναανῖτιν· καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους – τὴν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα – καὶ ποιμανῶ τὰ πρόβατα. 8 καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνϑήσεται ἡ ψυχή μου ἐπ᾽ αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ᾽ ἐμέ. 9 καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποϑνῇσκον ἀποϑνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσϑιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. 10 καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαϑήκην μου, ἣν διεϑέμην πρὸς πάντας τοὺς λαούς· 11 καὶ διασκεδασϑήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ ϕυλασσόμενα, διότι λόγος κυρίου ἐστίν. 12 καὶ ἐρῶ πρὸς αὐτούς Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε στήσαντες τὸν μισϑόν μου ἢ ἀπείπασϑε· καὶ ἔστησαν τὸν μισϑόν μου τριάκοντα ἀργυροῦς. 13 καὶ εἶπεν κύριος πρός με Κάϑες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσϑην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον. 14 καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τοῦ Ισραηλ. 15 Καὶ εἶπεν κύριος πρός με Ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. 16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευϑύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταϕάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. 17 ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀϕϑαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανϑήσεται, καὶ ὁ ὀϕϑαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυϕλούμενος ἐκτυϕλωϑήσεται.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 12

1 Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ· λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ ϑεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνϑρώπου ἐν αὐτῷ 2 Ἰδοὺ ἐγὼ τίϑημι τὴν Ιερουσαλημ ὡς πρόϑυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ. 3 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑήσομαι τὴν Ιερουσαλημ λίϑον καταπατούμενον πᾶσιν τοῖς ἔϑνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχϑήσονται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔϑνη τῆς γῆς. 4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραϕρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ιουδα διανοίξω τοὺς ὀϕϑαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυϕλώσει. 5 καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ιουδα ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι ϑεῷ αὐτῶν. 6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταϕάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόϑεν, καὶ κατοικήσει Ιερουσαλημ ἔτι καϑ᾽ ἑαυτήν. 7 καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καϑὼς ἀπ᾽ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν. 8 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ, καὶ ἔσται ὁ ἀσϑενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ, ὁ δὲ οἶκος Δαυιδ ὡς οἶκος ϑεοῦ, ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν. 9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔϑνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ. 10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρός με ἀνϑ᾽ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητὸν καὶ ὀδυνηϑήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνϑήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, 12 καὶ κόψεται ἡ γῆ κατὰ ϕυλὰς ϕυλάς, ϕυλὴ καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, ϕυλὴ οἴκου Δαυιδ καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, ϕυλὴ οἴκου Ναϑαν καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, 13 ϕυλὴ οἴκου Λευι καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, ϕυλὴ τοῦ Συμεων καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, 14 πᾶσαι αἱ ϕυλαὶ αἱ ὑπολελειμμέναι ϕυλὴ καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 13

1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ. 2 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, ἐξολεϑρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροϕήτας καὶ τὸ πνεῦμα τὸ ἀκάϑαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. 3 καὶ ἔσται ἐὰν προϕητεύσῃ ἄνϑρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ᾽ ὀνόματι κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προϕητεύειν αὐτόν. 4 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνϑήσονται οἱ προϕῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προϕητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνϑ᾽ ὧν ἐψεύσαντο. 5 καὶ ἐρεῖ Οὔκ εἰμι προϕήτης ἐγώ, διότι ἄνϑρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνϑρωπος ἐγέννησέν με ἐκ νεότητός μου. 6 καὶ ἐρῶ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. 7 Ῥομϕαία, ἐξεγέρϑητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ᾽ ἄνδρα πολίτην μου, λέγει κύριος παντοκράτωρ· πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. 8 καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει κύριος, τὰ δύο μέρη ἐξολεϑρευϑήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειϕϑήσεται ἐν αὐτῇ· 9 καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ ϑεός μου.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 14

1 Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισϑήσεται τὰ σκῦλά σου ἐν σοί. 2 καὶ ἐπισυνάξω πάντα τὰ ἔϑνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνϑήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολεϑρευϑῶσιν ἐκ τῆς πόλεως. 3 καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔϑνεσιν ἐκείνοις καϑὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. 4 καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολῶν· καὶ σχισϑήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς ϑάλασσαν, χάος μέγα σϕόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον. 5 καὶ ἐμϕραχϑήσεται ϕάραγξ ὀρέων μου, καὶ ἐγκολληϑήσεται ϕάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμϕραχϑήσεται καϑὼς ἐνεϕράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα· καὶ ἥξει κύριος ὁ ϑεός μου καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ. 6 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται ϕῶς καὶ ψῦχος καὶ πάγος· 7 ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται ϕῶς. 8 καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ιερουσαλημ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν ἐσχάτην, καὶ ἐν ϑέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. 9 καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν. 10 κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβε ἕως Ρεμμων κατὰ νότον Ιερουσαλημ· Ραμα δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμιν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ανανεηλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως. 11 κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάϑεμα ἔτι, καὶ κατοικήσει Ιερουσαλημ πεποιϑότως. 12 Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ιερουσαλημ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀϕϑαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν. 13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις κυρίου ἐπ᾽ αὐτοὺς μεγάλη, καὶ ἐπιλήμψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. 14 καὶ ὁ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόϑεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆϑος σϕόδρα. 15 καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην. 16 καὶ ἔσται ὅσοι ἐὰν καταλειϕϑῶσιν ἐκ πάντων τῶν ἐϑνῶν τῶν ἐλϑόντων ἐπὶ Ιερουσαλημ, καὶ ἀναβήσονται κατ᾽ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν ϕυλῶν τῆς γῆς εἰς Ιερουσαλημ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεϑήσονται. 18 ἐὰν δὲ ϕυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλϑῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔϑνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐϑνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ κυρίου ὡς ϕιάλαι πρὸ προσώπου τοῦ ϑυσιαστηρίου, 21 καὶ ἔσται πᾶς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα ἅγιον τῷ κυρίῳ παντοκράτορι· καὶ ἥξουσιν πάντες οἱ ϑυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Liber Malachiæ prophetæ - Μαλαχίας

Liber Malachiæ prophetæ - Μαλαχίας caput 1

1 Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ· ϑέσϑε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν. 2 Ἠγάπησα ὑμᾶς, λέγει κύριος. καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελϕὸς ἦν Ησαυ τοῦ Ιακωβ; λέγει κύριος· καὶ ἠγάπησα τὸν Ιακωβ, 3 τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀϕανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου. 4 διότι ἐρεῖ ἡ Ιδουμαία Κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους· τάδε λέγει κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσιν, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληϑήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐϕ᾽ ὃν παρατέτακται κύριος ἕως αἰῶνος. 5 καὶ οἱ ὀϕϑαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνϑη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ. 6 Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ ϕόβος μου; λέγει κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ ϕαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε Ἐν τίνι ἐϕαυλίσαμεν τὸ ὄνομά σου; 7 προσάγοντες πρὸς τὸ ϑυσιαστήριόν μου ἄρτους ἠλισγημένους. καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιϑέμενα βρώματα ἐξουδενωμένα. 8 διότι ἐὰν προσαγάγητε τυϕλὸν εἰς ϑυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται αὐτό, εἰ λήμψεται πρόσωπόν σου, λέγει κύριος παντοκράτωρ. 9 καὶ νῦν ἐξιλάσκεσϑε τὸ πρόσωπον τοῦ ϑεοῦ ὑμῶν καὶ δεήϑητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα· εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει κύριος παντοκράτωρ. 10 διότι καὶ ἐν ὑμῖν συγκλεισϑήσονται ϑύραι, καὶ οὐκ ἀνάψετε τὸ ϑυσιαστήριόν μου δωρεάν· οὐκ ἔστιν μου ϑέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ ϑυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. 11 διότι ἀπ᾽ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔϑνεσιν, καὶ ἐν παντὶ τόπῳ ϑυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ ϑυσία καϑαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔϑνεσιν, λέγει κύριος παντοκράτωρ. 12 ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιϑέμενα ἐξουδένωνται βρώματα αὐτοῦ. 13 καὶ εἴπατε Ταῦτα ἐκ κακοπαϑείας ἐστίν, καὶ ἐξεϕύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ· καὶ εἰσεϕέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν ϕέρητε τὴν ϑυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει κύριος παντοκράτωρ. 14 καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ᾽ αὐτῷ καὶ ϑύει διεϕϑαρμένον τῷ κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιϕανὲς ἐν τοῖς ἔϑνεσιν.

Liber Malachiæ prophetæ - Μαλαχίας caput 2

1 Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς· 2 ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ ϑῆσϑε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει κύριος παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐϕ᾽ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίϑεσϑε εἰς τὴν καρδίαν ὑμῶν. 3 ἰδοὺ ἐγὼ ἀϕορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἤνυστρον ἑορτῶν ὑμῶν, καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό· 4 καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαϑήκην μου πρὸς τοὺς Λευίτας, λέγει κύριος παντοκράτωρ. 5 ἡ διαϑήκη μου ἦν μετ᾽ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν ϕόβῳ ϕοβεῖσϑαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσϑαι αὐτόν. 6 νόμος ἀληϑείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέϑη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευϑύνων ἐπορεύϑη μετ᾽ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. 7 ὅτι χείλη ἱερέως ϕυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν. 8 ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσϑενήσατε ἐν νόμῳ, διεϕϑείρατε τὴν διαϑήκην τοῦ Λευι, λέγει κύριος παντοκράτωρ. 9 κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔϑνη, ἀνϑ᾽ ὧν ὑμεῖς οὐκ ἐϕυλάξασϑε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. 10 Οὐχὶ ϑεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαϑήκην τῶν πατέρων ὑμῶν; 11 ἐγκατελείϕϑη Ιουδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ, διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου, ἐν οἷς ἠγάπησεν, καὶ ἐπετήδευσεν εἰς ϑεοὺς ἀλλοτρίους. 12 ἐξολεϑρεύσει κύριος τὸν ἄνϑρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωϑῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων ϑυσίαν τῷ κυρίῳ παντοκράτορι. 13 καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσιν τὸ ϑυσιαστήριον κυρίου καὶ κλαυϑμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς ϑυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; 14 καὶ εἴπατε Ἕνεκεν τίνος; ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαϑήκης σου. 15 καὶ οὐκ ἄλλος ἐποίησεν, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ. καὶ εἴπατε Τί ἄλλο ἀλλ᾽ ἢ σπέρμα ζητεῖ ὁ ϑεός; καὶ ϕυλάξασϑε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς· 16 ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει κύριος ὁ ϑεὸς τοῦ Ισραηλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνϑυμήματά σου, λέγει κύριος παντοκράτωρ. καὶ ϕυλάξασϑε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε. 17 Οἱ παροξύνοντες τὸν ϑεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρόν, καλὸν ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν· καί Ποῦ ἐστιν ὁ ϑεὸς τῆς δικαιοσύνης;

Liber Malachiæ prophetæ - Μαλαχίας caput 3

1 ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίϕνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαϑήκης, ὃν ὑμεῖς ϑέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. 2 καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων. 3 καὶ καϑιεῖται χωνεύων καὶ καϑαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον· καὶ καϑαρίσει τοὺς υἱοὺς Λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον· καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες ϑυσίαν ἐν δικαιοσύνῃ. 4 καὶ ἀρέσει τῷ κυρίῳ ϑυσία Ιουδα καὶ Ιερουσαλημ καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καϑὼς τὰ ἔτη τὰ ἔμπροσϑεν. 5 καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς ϕαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισϑὸν μισϑωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρϕανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ ϕοβουμένους με, λέγει κύριος παντοκράτωρ. 6 Διότι ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· καὶ ὑμεῖς, υἱοὶ Ιακωβ, οὐκ ἀπέχεσϑε 7 ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐϕυλάξασϑε. ἐπιστρέψατε πρός με, καὶ ἐπιστραϕήσομαι πρὸς ὑμᾶς, λέγει κύριος παντοκράτωρ. καὶ εἴπατε Ἐν τίνι ἐπιστρέψωμεν; 8 εἰ πτερνιεῖ ἄνϑρωπος ϑεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε Ἐν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεϑ᾽ ὑμῶν εἰσιν· 9 καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε· τὸ ἔϑνος συνετελέσϑη. 10 καὶ εἰσηνέγκατε πάντα τὰ ἐκϕόρια εἰς τοὺς ϑησαυρούς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ. ἐπισκέψασϑε δὴ ἐν τούτῳ, λέγει κύριος παντοκράτωρ, ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωϑῆναι· 11 καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαϕϑείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσϑενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ, λέγει κύριος παντοκράτωρ. 12 καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔϑνη, διότι ἔσεσϑε ὑμεῖς γῆ ϑελητή, λέγει κύριος παντοκράτωρ. 13 Ἐβαρύνατε ἐπ᾽ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει κύριος, καὶ εἴπατε Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; 14 εἴπατε Μάταιος ὁ δουλεύων ϑεῷ, καὶ τί πλέον ὅτι ἐϕυλάξαμεν τὰ ϕυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύϑημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος; 15 καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν ϑεῷ καὶ ἐσώϑησαν. 16 Ταῦτα κατελάλησαν οἱ ϕοβούμενοι τὸν κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς ϕοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. 17 καὶ ἔσονταί μοι, λέγει κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνϑρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ. 18 καὶ ἐπιστραϕήσεσϑε καὶ ὄψεσϑε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος ϑεῷ καὶ τοῦ μὴ δουλεύοντος. 19 διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ ϕλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειϕϑῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα. 20 καὶ ἀνατελεῖ ὑμῖν τοῖς ϕοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσϑε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. 21 καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ. 22 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλϑεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιϕανῆ, 23 ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνϑρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλϑω καὶ πατάξω τὴν γῆν ἄρδην. 24 μνήσϑητε νόμου Μωυσῆ τοῦ δούλου μου, καϑότι ἐνετειλάμην αὐτῷ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα καὶ δικαιώματα.

Liber Isaiæ prophetæ - Ἠσαίας

Liber Isaiæ prophetæ - Ἠσαίας caput 1

1 Ὅρασις, ἣν εἶδεν Ησαιας υἱὸς Αμως, ἣν εἶδεν κατὰ τῆς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλείᾳ Οζιου καὶ Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου, οἳ ἐβασίλευσαν τῆς Ιουδαίας. 2 Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠϑέτησαν. 3 ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν ϕάτνην τοῦ κυρίου αὐτοῦ· Ισραηλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. 4 οὐαὶ ἔϑνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ισραηλ. 5 τί ἔτι πληγῆτε προστιϑέντες ἀνομίαν; πᾶσα κεϕαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. 6 ἀπὸ ποδῶν ἕως κεϕαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ ϕλεγμαίνουσα, οὐκ ἔστιν μάλαγμα ἐπιϑεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. 7 ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσϑίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. 8 ἐγκαταλειϕϑήσεται ἡ ϑυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροϕυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη· 9 καὶ εἰ μὴ κύριος σαβαωϑ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σοδομα ἂν ἐγενήϑημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώϑημεν. 10 Ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδομων· προσέχετε νόμον ϑεοῦ, λαὸς Γομορρας. 11 τί μοι πλῆϑος τῶν ϑυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, 12 οὐδ᾽ ἐὰν ἔρχησϑε ὀϕϑῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου 13 οὐ προσϑήσεσϑε· ἐὰν ϕέρητε σεμίδαλιν, μάταιον· ϑυμίαμα βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν 14 καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήϑητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. 15 ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀϕϑαλμούς μου ἀϕ᾽ ὑμῶν, καὶ ἐὰν πληϑύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. 16 λούσασϑε, καϑαροὶ γένεσϑε, ἀϕέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀϕϑαλμῶν μου, παύσασϑε ἀπὸ τῶν πονηριῶν ὑμῶν, 17 μάϑετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασϑε ἀδικούμενον, κρίνατε ὀρϕανῷ καὶ δικαιώσατε χήραν· 18 καὶ δεῦτε καὶ διελεγχϑῶμεν, λέγει κύριος, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς ϕοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. 19 καὶ ἐὰν ϑέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαϑὰ τῆς γῆς ϕάγεσϑε· 20 ἐὰν δὲ μὴ ϑέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. 21 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιων, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήϑη ἐν αὐτῇ, νῦν δὲ ϕονευταί. 22 τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· 23 οἱ ἄρχοντές σου ἀπειϑοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρϕανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες. 24 διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης κύριος σαβαωϑ Οὐαὶ οἱ ἰσχύοντες Ισραηλ· οὐ παύσεται γάρ μου ὁ ϑυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχϑρῶν μου ποιήσω. 25 καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καϑαρόν, τοὺς δὲ ἀπειϑοῦντας ἀπολέσω καὶ ἀϕελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηϕάνους ταπεινώσω. 26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾽ ἀρχῆς· καὶ μετὰ ταῦτα κληϑήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιων. 27 μετὰ γὰρ κρίματος σωϑήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης· 28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσϑήσονται. 29 διότι αἰσχυνϑήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνϑησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεϑύμησαν· 30 ἔσονται γὰρ ὡς τερέβινϑος ἀποβεβληκυῖα τὰ ϕύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· 31 καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινϑῆρες πυρός, καὶ κατακαυϑήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 2

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ησαιαν υἱὸν Αμως περὶ τῆς Ιουδαίας καὶ περὶ Ιερουσαλημ. 2 Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμϕανὲς τὸ ὄρος κυρίου καὶ ὁ οἶκος τοῦ ϑεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων καὶ ὑψωϑήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔϑνη, 3 καὶ πορεύσονται ἔϑνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ ϑεοῦ Ιακωβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεϑα ἐν αὐτῇ· ἐκ γὰρ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ. 4 καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐϑνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήμψεται ἔτι ἔϑνος ἐπ᾽ ἔϑνος μάχαιραν, καὶ οὐ μὴ μάϑωσιν ἔτι πολεμεῖν. 5 Καὶ νῦν, ὁ οἶκος τοῦ Ιακωβ, δεῦτε πορευϑῶμεν τῷ ϕωτὶ κυρίου. 6 ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ισραηλ, ὅτι ἐνεπλήσϑη ὡς τὸ ἀπ᾽ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡς ἡ τῶν ἀλλοϕύλων, καὶ τέκνα πολλὰ ἀλλόϕυλα ἐγενήϑη αὐτοῖς. 7 ἐνεπλήσϑη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριϑμὸς τῶν ϑησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσϑη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριϑμὸς τῶν ἁρμάτων αὐτῶν· 8 καὶ ἐνεπλήσϑη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· 9 καὶ ἔκυψεν ἄνϑρωπος, καὶ ἐταπεινώϑη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. 10 καὶ νῦν εἰσέλϑετε εἰς τὰς πέτρας καὶ κρύπτεσϑε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν. 11 οἱ γὰρ ὀϕϑαλμοὶ κυρίου ὑψηλοί, ὁ δὲ ἄνϑρωπος ταπεινός· καὶ ταπεινωϑήσεται τὸ ὕψος τῶν ἀνϑρώπων, καὶ ὑψωϑήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 12 ἡμέρα γὰρ κυρίου σαβαωϑ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήϕανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωϑήσονται, 13 καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασαν 14 καὶ ἐπὶ πᾶν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν 15 καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν 16 καὶ ἐπὶ πᾶν πλοῖον ϑαλάσσης καὶ ἐπὶ πᾶσαν ϑέαν πλοίων κάλλους· 17 καὶ ταπεινωϑήσεται πᾶς ἄνϑρωπος, καὶ πεσεῖται ὕψος ἀνϑρώπων, καὶ ὑψωϑήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 18 καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν 19 εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν. 20 τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνϑρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν 21 τοῦ εἰσελϑεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 3

1 Ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαωϑ ἀϕελεῖ ἀπὸ τῆς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, 2 γίγαντα καὶ ἰσχύοντα καὶ ἄνϑρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προϕήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον 3 καὶ πεντηκόνταρχον καὶ ϑαυμαστὸν σύμβουλον καὶ σοϕὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· 4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. 5 καὶ συμπεσεῖται ὁ λαός, ἄνϑρωπος πρὸς ἄνϑρωπον καὶ ἄνϑρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. 6 ὅτι ἐπιλήμψεται ἄνϑρωπος τοῦ ἀδελϕοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. 7 καὶ ἀποκριϑεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. 8 ὅτι ἀνεῖται Ιερουσαλημ, καὶ ἡ Ιουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειϑοῦντες· διότι νῦν ἐταπεινώϑη ἡ δόξα αὐτῶν, 9 καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεϕάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καϑ᾽ ἑαυτῶν 10 εἰπόντες Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν ϕάγονται. 11 οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. 12 λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. 13 ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ, 14 αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; 15 τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; 16 Τάδε λέγει κύριος Ἀνϑ ὧν ὑψώϑησαν αἱ ϑυγατέρες Σιων καὶ ἐπορεύϑησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀϕϑαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, 17 καὶ ταπεινώσει ὁ ϑεὸς ἀρχούσας ϑυγατέρας Σιων, καὶ κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀϕελεῖ κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους 19 καὶ τὸ κάϑεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν 20 καὶ τὴν σύνϑεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια 21 καὶ τὰ περιπόρϕυρα καὶ τὰ μεσοπόρϕυρα 22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαϕανῆ Λακωνικὰ 23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνϑινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον, σὺν χρυσίῳ καὶ ὑακίνϑῳ συγκαϑυϕασμένα καὶ ϑέριστρα κατάκλιτα. 24 καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεϕαλῆς τοῦ χρυσίου ϕαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορϕύρου περιζώσῃ σάκκον. 25 καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. 26 καὶ ταπεινωϑήσονται καὶ πενϑήσουσιν αἱ ϑῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειϕϑήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαϕισϑήσῃ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 4

1 καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνϑρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν ϕαγόμεϑα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεϑα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσϑω ἐϕ᾽ ἡμᾶς, ἄϕελε τὸν ὀνειδισμὸν ἡμῶν. 2 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ ϑεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειϕϑὲν τοῦ Ισραηλ, 3 καὶ ἔσται τὸ ὑπολειϕϑὲν ἐν Σιων καὶ τὸ καταλειϕϑὲν ἐν Ιερουσαλημ ἅγιοι κληϑήσονται, πάντες οἱ γραϕέντες εἰς ζωὴν ἐν Ιερουσαλημ· 4 ὅτι ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν ϑυγατέρων Σιων καὶ τὸ αἷμα ἐκκαϑαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. 5 καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεϕέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς ϕωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ σκεπασϑήσεται· 6 καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύϕῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 5

1 Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήϑη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. 2 καὶ ϕραγμὸν περιέϑηκα καὶ ἐχαράκωσα καὶ ἐϕύτευσα ἄμπελον σωρηχ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταϕυλήν, ἐποίησεν δὲ ἀκάνϑας. 3 καὶ νῦν, ἄνϑρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. 4 τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταϕυλήν, ἐποίησεν δὲ ἀκάνϑας. 5 νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀϕελῶ τὸν ϕραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καϑελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, 6 καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηϑῇ οὐδὲ μὴ σκαϕῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανϑα· καὶ ταῖς νεϕέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. 7 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωϑ οἶκος τοῦ Ισραηλ ἐστίν καὶ ἄνϑρωπος τοῦ Ιουδα νεόϕυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. 8 Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀϕέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; 9 ἠκούσϑη γὰρ εἰς τὰ ὦτα κυρίου σαβαωϑ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. 10 οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. – 11 οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σικερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. 12 μετὰ γὰρ κιϑάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. 13 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήϑη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆϑος ἐγενήϑη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. 14 καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. 15 καὶ ταπεινωϑήσεται ἄνϑρωπος, καὶ ἀτιμασϑήσεται ἀνήρ, καὶ οἱ ὀϕϑαλμοὶ οἱ μετέωροι ταπεινωϑήσονται· 16 καὶ ὑψωϑήσεται κύριος σαβαωϑ ἐν κρίματι, καὶ ὁ ϑεὸς ὁ ἅγιος δοξασϑήσεται ἐν δικαιοσύνῃ. 17 καὶ βοσκηϑήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες ϕάγονται. – 18 οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, 19 οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλϑάτω ἡ βουλὴ τοῦ ἁγίου Ισραηλ, ἵνα γνῶμεν. – 20 οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιϑέντες τὸ σκότος ϕῶς καὶ τὸ ϕῶς σκότος, οἱ τιϑέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. – 21 οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. – 22 οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα, 23 οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. 24 διὰ τοῦτο ὃν τρόπον καυϑήσεται καλάμη ὑπὸ ἄνϑρακος πυρὸς καὶ συγκαυϑήσεται ὑπὸ ϕλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνϑος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠϑέλησαν τὸν νόμον κυρίου σαβαωϑ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ισραηλ παρώξυναν. 25 καὶ ἐϑυμώϑη ὀργῇ κύριος σαβαωϑ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνϑη τὰ ὄρη, καὶ ἐγενήϑη τὰ ϑνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. 26 τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔϑνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπ᾽ ἄκρου τῆς γῆς, καὶ ἰδοὺ ταχὺ κούϕως ἔρχονται· 27 οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηϑήσονται οὐδὲ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσϕύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν· 28 ὧν τὰ βέλη ὀξεῖά ἐστιν καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα, οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσϑησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς· 29 ὁρμῶσιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος· καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς ϑηρίου καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς. 30 καὶ βοήσει δι᾽ αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς ϕωνὴ ϑαλάσσης κυμαινούσης· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 6

1 Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέϑανεν Οζιας ὁ βασιλεύς, εἶδον τὸν κύριον καϑήμενον ἐπὶ ϑρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. 2 καὶ σεραϕιν εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶν κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο. 3 καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος ἅγιος ἅγιος κύριος σαβαωϑ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. 4 καὶ ἐπήρϑη τὸ ὑπέρϑυρον ἀπὸ τῆς ϕωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσϑη καπνοῦ. 5 καὶ εἶπα Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνϑρωπος ὢν καὶ ἀκάϑαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάϑαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαωϑ εἶδον τοῖς ὀϕϑαλμοῖς μου. 6 καὶ ἀπεστάλη πρός με ἓν τῶν σεραϕιν, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνϑρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ ϑυσιαστηρίου, 7 καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀϕελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαϑαριεῖ. 8 καὶ ἤκουσα τῆς ϕωνῆς κυρίου λέγοντος Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. 9 καὶ εἶπεν Πορεύϑητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· 10 ἐπαχύνϑη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀϕϑαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀϕϑαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς. 11 καὶ εἶπα Ἕως πότε, κύριε; καὶ εἶπεν Ἕως ἂν ἐρημωϑῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσϑαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνϑρώπους καὶ ἡ γῆ καταλειϕϑήσεται ἔρημος. 12 καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ ϑεὸς τοὺς ἀνϑρώπους, καὶ οἱ καταλειϕϑέντες πληϑυνϑήσονται ἐπὶ τῆς γῆς· 13 καὶ ἔτι ἐπ᾽ αὐτῆς ἔστιν τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινϑος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς ϑήκης αὐτῆς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 7

1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Αχαζ τοῦ Ιωαϑαμ τοῦ υἱοῦ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήϑησαν πολιορκῆσαι αὐτήν. 2 καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυιδ λέγοντες Συνεϕώνησεν Αραμ πρὸς τὸν Εϕραιμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευϑῇ. 3 καὶ εἶπεν κύριος πρὸς Ησαιαν Ἔξελϑε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειϕϑεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήϑραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναϕέως 4 καὶ ἐρεῖς αὐτῷ Φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ ϕοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσϑενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ ϑυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 5 καὶ ὁ υἱὸς τοῦ Αραμ καὶ ὁ υἱὸς τοῦ Ρομελιου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες 6 Ἀναβησόμεϑα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεηλ, 7 τάδε λέγει κύριος σαβαωϑ Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται· 8 ἀλλ᾽ ἡ κεϕαλὴ Αραμ Δαμασκός, ἀλλ᾽ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εϕραιμ ἀπὸ λαοῦ, 9 καὶ ἡ κεϕαλὴ Εϕραιμ Σομορων, καὶ ἡ κεϕαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. 10 Καὶ προσέϑετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων 11 Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου ϑεοῦ σου εἰς βάϑος ἢ εἰς ὕψος. 12 καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ᾽ οὐ μὴ πειράσω κύριον. 13 καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνϑρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; 14 διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρϑένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ· 15 βούτυρον καὶ μέλι ϕάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσϑαι πονηρὰ ἐκλέξεται τὸ ἀγαϑόν· 16 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαϑὸν ἢ κακὸν ἀπειϑεῖ πονηρίᾳ τοῦ ἐκλέξασϑαι τὸ ἀγαϑόν, καὶ καταλειϕϑήσεται ἡ γῆ, ἣν σὺ ϕοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων. 17 ἀλλὰ ἐπάξει ὁ ϑεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀϕ᾽ ἧς ἡμέρας ἀϕεῖλεν Εϕραιμ ἀπὸ Ιουδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων, 19 καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς ϕάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. 20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεϑυσμένῳ, ὅ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεϕαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀϕελεῖ. 21 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑρέψει ἄνϑρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, 22 καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι ϕάγεται πᾶς ὁ καταλειϕϑεὶς ἐπὶ τῆς γῆς. 23 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανϑαν· 24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανϑα ἔσται πᾶσα ἡ γῆ. 25 καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαϑήσεται, καὶ οὐ μὴ ἐπέλϑῃ ἐκεῖ ϕόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνϑης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 8

1 Καὶ εἶπεν κύριος πρός με Λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραϕίδι ἀνϑρώπου Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ. 2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνϑρώπους, τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου. 3 καὶ προσῆλϑον πρὸς τὴν προϕῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· 4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. 5 Καὶ προσέϑετο κύριος λαλῆσαί μοι ἔτι 6 Διὰ τὸ μὴ βούλεσϑαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσϑαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐϕ᾽ ὑμῶν, 7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐϕ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν ϕάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν 8 καὶ ἀϕελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνϑρωπον ὃς δυνήσεται κεϕαλὴν ἆραι ἢ δυνατὸν συντελέσασϑαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεϑ᾽ ἡμῶν ὁ ϑεός. 9 γνῶτε ἔϑνη καὶ ἡττᾶσϑε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσϑε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηϑήσεσϑε. 10 καὶ ἣν ἂν βουλεύσησϑε βουλήν, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεϑ᾽ ἡμῶν κύριος ὁ ϑεός. 11 Οὕτως λέγει κύριος Τῇ ἰσχυρᾷ χειρὶ ἀπειϑοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες 12 Μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν· τὸν δὲ ϕόβον αὐτοῦ οὐ μὴ ϕοβηϑῆτε οὐδὲ μὴ ταραχϑῆτε· 13 κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου ϕόβος. 14 καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιϑὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίϑου προσκόμματι συναντήσεσϑε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι· ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαϑήμενοι ἐν Ιερουσαλημ. 15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνϑρωποι ἐν ἀσϕαλείᾳ ὄντες. 16 Τότε ϕανεροὶ ἔσονται οἱ σϕραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαϑεῖν. 17 καὶ ἐρεῖ Μενῶ τὸν ϑεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιϑὼς ἔσομαι ἐπ᾽ αὐτῷ. 18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ ϑεός, καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωϑ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων. 19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς ϕωνοῦντας καὶ τοὺς ἐγγαστριμύϑους, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας ϕωνοῦσιν, οὐκ ἔϑνος πρὸς ϑεὸν αὐτοῦ; τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς; 20 νόμον γὰρ εἰς βοήϑειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ. 21 καὶ ἥξει ἐϕ᾽ ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηϑήσεσϑε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω 22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ϑλῖψις καὶ στενοχωρία καὶ σκότος, ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν, 23 καὶ οὐκ ἀπορηϑήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Τοῦτο πρῶτον ποίει, ταχὺ ποίει, χώρα Ζαβουλων, ἡ γῆ Νεϕϑαλιμ ὁδὸν ϑαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου, Γαλιλαία τῶν ἐϑνῶν, τὰ μέρη τῆς Ιουδαίας.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 9

1 ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε ϕῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ ϑανάτου, ϕῶς λάμψει ἐϕ᾽ ὑμᾶς. 2 τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐϕροσύνῃ σου, καὶ εὐϕρανϑήσονται ἐνώπιόν σου ὡς οἱ εὐϕραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. 3 διότι ἀϕῄρηται ὁ ζυγὸς ὁ ἐπ᾽ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιαμ. 4 ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτείσουσιν καὶ ϑελήσουσιν εἰ ἐγενήϑησαν πυρίκαυστοι. 5 ὅτι παιδίον ἐγεννήϑη ἡμῖν, υἱὸς καὶ ἐδόϑη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήϑη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ. 6 μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν ϑρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορϑῶσαι αὐτὴν καὶ ἀντιλαβέσϑαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος κυρίου σαβαωϑ ποιήσει ταῦτα. 7 Θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ, καὶ ἦλϑεν ἐπὶ Ισραηλ, 8 καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Εϕραιμ καὶ οἱ ἐγκαϑήμενοι ἐν Σαμαρείᾳ ἐϕ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες 9 Πλίνϑοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίϑους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. 10 καὶ ῥάξει ὁ ϑεὸς τοὺς ἐπανιστανομένους ἐπ᾽ ὄρος Σιων ἐπ᾽ αὐτοὺς καὶ τοὺς ἐχϑροὺς αὐτῶν διασκεδάσει, 11 Συρίαν ἀϕ᾽ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀϕ᾽ ἡλίου δυσμῶν τοὺς κατεσϑίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. – 12 καὶ ὁ λαὸς οὐκ ἀπεστράϕη, ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. 13 καὶ ἀϕεῖλεν κύριος ἀπὸ Ισραηλ κεϕαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, 14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα ϑαυμάζοντας [αὕτη ἡ ἀρχή] καὶ προϕήτην διδάσκοντα ἄνομα [οὗτος ἡ οὐρά]. 15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. 16 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐϕρανϑήσεται ὁ ϑεὸς καὶ τοὺς ὀρϕανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. – 17 καὶ καυϑήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωϑήσεται ὑπὸ πυρός· καὶ καυϑήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταϕάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. 18 διὰ ϑυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος· ἄνϑρωπος τὸν ἀδελϕὸν αὐτοῦ οὐκ ἐλεήσει, 19 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ ϕάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησϑῇ ἄνϑρωπος ἔσϑων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. 20 ϕάγεται γὰρ Μανασση τοῦ Εϕραιμ καὶ Εϕραιμ τοῦ Μανασση, ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 10

1 οὐαὶ τοῖς γράϕουσιν πονηρίαν· γράϕοντες γὰρ πονηρίαν γράϕουσιν 2 ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρϕανὸν εἰς προνομήν. 3 καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ ϑλῖψις ὑμῖν πόρρωϑεν ἥξει· καὶ πρὸς τίνα καταϕεύξεσϑε τοῦ βοηϑηϑῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν 4 τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. 5 Οὐαὶ Ἀσσυρίοις· ἡ ῥάβδος τοῦ ϑυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. 6 τὴν ὀργήν μου εἰς ἔϑνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ ϑεῖναι αὐτὰς εἰς κονιορτόν. 7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεϑυμήϑη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἔϑνη ἐξολεϑρεῦσαι οὐκ ὀλίγα. 8 καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἄρχων, 9 καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννη, οὗ ὁ πύργος ᾠκοδομήϑη; καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· 10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς ἀρχὰς λήμψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρείᾳ· 11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοῖς εἰδώλοις αὐτῆς. – 12 καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀϕϑαλμῶν αὐτοῦ. 13 εἶπεν γάρ Τῇ ἰσχύι ποιήσω καὶ τῇ σοϕίᾳ τῆς συνέσεως, ἀϕελῶ ὅρια ἐϑνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας 14 καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαϕεύξεταί με ἢ ἀντείπῃ μοι. 15 μὴ δοξασϑήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωϑήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον. 16 καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ κύριος σαβαωϑ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυϑήσεται· 17 καὶ ἔσται τὸ ϕῶς τοῦ Ισραηλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ ϕάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ ἡμέρᾳ ἐκείνῃ 18 ἀποσβεσϑήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταϕάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ ϕεύγων ὡς ὁ ϕεύγων ἀπὸ ϕλογὸς καιομένης· 19 καὶ οἱ καταλειϕϑέντες ἀπ᾽ αὐτῶν ἔσονται ἀριϑμός, καὶ παιδίον γράψει αὐτούς. 20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεϑήσεται τὸ καταλειϕϑὲν Ισραηλ, καὶ οἱ σωϑέντες τοῦ Ιακωβ οὐκέτι μὴ πεποιϑότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιϑότες ἐπὶ τὸν ϑεὸν τὸν ἅγιον τοῦ Ισραηλ τῇ ἀληϑείᾳ, 21 καὶ ἔσται τὸ καταλειϕϑὲν τοῦ Ιακωβ ἐπὶ ϑεὸν ἰσχύοντα. 22 καὶ ἐὰν γένηται ὁ λαὸς Ισραηλ ὡς ἡ ἄμμος τῆς ϑαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωϑήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, 23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ ϑεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. 24 Διὰ τοῦτο τάδε λέγει κύριος σαβαωϑ Μὴ ϕοβοῦ, ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιων, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. 25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ ϑυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν· 26 καὶ ἐπεγερεῖ ὁ ϑεὸς ἐπ᾽ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπῳ ϑλίψεως, καὶ ὁ ϑυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ ϑάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ᾽ Αἴγυπτον. 27 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀϕαιρεϑήσεται ὁ ϕόβος αὐτοῦ ἀπὸ σοῦ καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταϕϑαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. 28 ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας ϑήσει τὰ σκεύη αὐτοῦ· 29 καὶ παρελεύσεται ϕάραγγα καὶ ἥξει εἰς Αγγαι, ϕόβος λήμψεται Ραμα πόλιν Σαουλ· ϕεύξεται 30 ἡ ϑυγάτηρ Γαλλιμ, ἐπακούσεται Λαισα, ἐπακούσεται Αναϑωϑ· 31 ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικοῦντες Γιββιρ· παρακαλεῖτε 32 σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε, τὸ ὄρος, τὴν ϑυγατέρα Σιων, καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ. 33 ἰδοὺ γὰρ ὁ δεσπότης κύριος σαβαωϑ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωϑήσονται, 34 καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 11

1 Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνϑος ἐκ τῆς ῥίζης ἀναβήσεται. 2 καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ ϑεοῦ, πνεῦμα σοϕίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· 3 ἐμπλήσει αὐτὸν πνεῦμα ϕόβου ϑεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, 4 ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς· καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· 5 καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσϕὺν αὐτοῦ καὶ ἀληϑείᾳ εἰλημένος τὰς πλευράς. 6 καὶ συμβοσκηϑήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίϕῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηϑήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς· 7 καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηϑήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα ϕάγονται ἄχυρα. 8 καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ. 9 καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσϑη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι ϑαλάσσας. 10 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐϑνῶν, ἐπ᾽ αὐτῷ ἔϑνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. 11 καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσϑήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειϕϑὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειϕϑῇ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰϑιοπίας καὶ ἀπὸ Αιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας. 12 καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔϑνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ Ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. 13 καὶ ἀϕαιρεϑήσεται ὁ ζῆλος Εϕραιμ, καὶ οἱ ἐχϑροὶ Ιουδα ἀπολοῦνται· Εϕραιμ οὐ ζηλώσει Ιουδαν, καὶ Ιουδας οὐ ϑλίψει Εϕραιμ. 14 καὶ πετασϑήσονται ἐν πλοίοις ἀλλοϕύλων ϑάλασσαν, ἅμα προνομεύσουσιν καὶ τοὺς ἀϕ᾽ ἡλίου ἀνατολῶν καὶ Ιδουμαίαν· καὶ ἐπὶ Μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Αμμων πρῶτοι ὑπακούσονται. 15 καὶ ἐρημώσει κύριος τὴν ϑάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ ϕάραγγας ὥστε διαπορεύεσϑαι αὐτὸν ἐν ὑποδήμασιν· 16 καὶ ἔσται δίοδος τῷ καταλειϕϑέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλϑεν ἐκ γῆς Αἰγύπτου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 12

1 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσϑης μοι καὶ ἀπέστρεψας τὸν ϑυμόν σου καὶ ἠλέησάς με. 2 ἰδοὺ ὁ ϑεός μου σωτήρ μου κύριος, πεποιϑὼς ἔσομαι ἐπ᾽ αὐτῷ καὶ σωϑήσομαι ἐν αὐτῷ καὶ οὐ ϕοβηϑήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 3 καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐϕροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. 4 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσϑε ὅτι ὑψώϑη τὸ ὄνομα αὐτοῦ. 5 ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6 ἀγαλλιᾶσϑε καὶ εὐϕραίνεσϑε, οἱ κατοικοῦντες Σιων, ὅτι ὑψώϑη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 13

1 Ὅρασις, ἣν εἶδεν Ησαιας υἱὸς Αμως κατὰ Βαβυλῶνος. 2 Ἐπ᾽ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν ϕωνὴν αὐτοῖς, μὴ ϕοβεῖσϑε, παρακαλεῖτε τῇ χειρί Ἀνοίξατε, οἱ ἄρχοντες. 3 ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς· ἡγιασμένοι εἰσίν, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν ϑυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. 4 ϕωνὴ ἐϑνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐϑνῶν πολλῶν, ϕωνὴ βασιλέων καὶ ἐϑνῶν συνηγμένων. κύριος σαβαωϑ ἐντέταλται ἔϑνει ὁπλομάχῳ 5 ἔρχεσϑαι ἐκ γῆς πόρρωϑεν ἀπ᾽ ἄκρου ϑεμελίου τοῦ οὐρανοῦ, κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταϕϑεῖραι τὴν οἰκουμένην ὅλην. 6 ὀλολύζετε, ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου, καὶ συντριβὴ παρὰ τοῦ ϑεοῦ ἥξει. 7 διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυϑήσεται, καὶ πᾶσα ψυχὴ ἀνϑρώπου δειλιάσει· 8 καὶ ταραχϑήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμϕοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς ϕλὸξ μεταβαλοῦσιν. 9 ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται ϑυμοῦ καὶ ὀργῆς ϑεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. 10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ ϕῶς οὐ δώσουσιν, καὶ σκοτισϑήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ ϕῶς αὐτῆς. 11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηϕάνων ταπεινώσω. 12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνϑρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίϑος ὁ ἐκ Σουϕιρ. 13 ὁ γὰρ οὐρανὸς ϑυμωϑήσεται καὶ ἡ γῆ σεισϑήσεται ἐκ τῶν ϑεμελίων αὐτῆς διὰ ϑυμὸν ὀργῆς κυρίου σαβαωϑ τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλϑῃ ὁ ϑυμὸς αὐτοῦ. 14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον ϕεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνϑρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραϕῆναι καὶ ἄνϑρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. 15 ὃς γὰρ ἂν ἁλῷ, ἡττηϑήσεται, καὶ οἵτινες συνηγμένοι εἰσίν, μαχαίρᾳ πεσοῦνται· 16 καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. 17 ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν. 18 τοξεύματα νεανίσκων συντρίψουσιν καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις οὐ ϕείσονται οἱ ὀϕϑαλμοὶ αὐτῶν. 19 καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ ϑεὸς Σοδομα καὶ Γομορρα· 20 οὐ κατοικηϑήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλϑωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλϑωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ· 21 καὶ ἀναπαύσονται ἐκεῖ ϑηρία, καὶ ἐμπλησϑήσονται αἱ οἰκίαι ἤχου, καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται, 22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν· ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 14

1 Καὶ ἐλεήσει κύριος τὸν Ιακωβ καὶ ἐκλέξεται ἔτι τὸν Ισραηλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεϑήσεται πρὸς αὐτοὺς καὶ προστεϑήσεται πρὸς τὸν οἶκον Ιακωβ, 2 καὶ λήμψονται αὐτοὺς ἔϑνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσιν καὶ πληϑυνϑήσονται ἐπὶ τῆς γῆς τοῦ ϑεοῦ εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευϑήσονται οἱ κυριεύσαντες αὐτῶν. 3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε ὁ ϑεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ ϑυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς. 4 καὶ λήμψῃ τὸν ϑρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; 5 συνέτριψεν ὁ ϑεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· 6 πατάξας ἔϑνος ϑυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔϑνος πληγὴν ϑυμοῦ, ἣ οὐκ ἐϕείσατο, 7 ἀνεπαύσατο πεποιϑώς. πᾶσα ἡ γῆ βοᾷ μετ᾽ εὐϕροσύνης, 8 καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐϕράνϑησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀϕ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. 9 ὁ ᾅδης κάτωϑεν ἐπικράνϑη συναντήσας σοι, συνηγέρϑησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν ϑρόνων αὐτῶν πάντας βασιλεῖς ἐϑνῶν. 10 πάντες ἀποκριϑήσονται καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσϑης. 11 κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλή σου εὐϕροσύνη· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. 12 πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσϕόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔϑνη. 13 σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ ϑήσω τὸν ϑρόνον μου, καϑιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, 14 ἀναβήσομαι ἐπάνω τῶν νεϕελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. 15 νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ ϑεμέλια τῆς γῆς. 16 οἱ ἰδόντες σε ϑαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἄνϑρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς; 17 ὁ ϑεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις καϑεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν. 18 πάντες οἱ βασιλεῖς τῶν ἐϑνῶν ἐκοιμήϑησαν ἐν τιμῇ, ἄνϑρωπος ἐν τῷ οἴκῳ αὐτοῦ· 19 σὺ δὲ ῥιϕήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεϑνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεϕυρμένον οὐκ ἔσται καϑαρόν, 20 οὕτως οὐδὲ σὺ ἔσῃ καϑαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. 21 ἑτοίμασον τὰ τέκνα σου σϕαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. 22 Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει κύριος σαβαωϑ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα – τάδε λέγει κύριος – 23 καὶ ϑήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ ϑήσω αὐτὴν πηλοῦ βάραϑρον εἰς ἀπώλειαν. – 24 τάδε λέγει κύριος σαβαωϑ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, 25 τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀϕαιρεϑήσεται ἀπ᾽ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀϕαιρεϑήσεται. 26 αὕτη ἡ βουλή, ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔϑνη τῆς οἰκουμένης. 27 ἃ γὰρ ὁ ϑεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; 28 Τοῦ ἔτους, οὗ ἀπέϑανεν Αχαζ ὁ βασιλεύς, ἐγενήϑη τὸ ῥῆμα τοῦτο. 29 Μὴ εὐϕρανϑείητε, πάντες οἱ ἀλλόϕυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄϕεων ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄϕεις πετόμενοι. 30 καὶ βοσκηϑήσονται πτωχοὶ δι᾽ αὐτοῦ, πτωχοὶ δὲ ἄνδρες ἐπ᾽ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. 31 ὀλολύζετε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόϕυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι. 32 καὶ τί ἀποκριϑήσονται βασιλεῖς ἐϑνῶν; ὅτι κύριος ἐϑεμελίωσεν Σιων, καὶ δι᾽ αὐτοῦ σωϑήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 15

1 Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. 2 λυπεῖσϑε ἐϕ᾽ ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβων· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσϑε κλαίειν· ἐπὶ Ναβαυ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεϕαλῆς ϕαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι· 3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασϑε σάκκους καὶ κόπτεσϑε, ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυϑμοῦ. 4 ὅτι κέκραγεν Εσεβων καὶ Ελεαλη, ἕως Ιασσα ἠκούσϑη ἡ ϕωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσϕὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται. 5 ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγωρ, δάμαλις γάρ ἐστιν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιϑ πρὸς σὲ κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός. 6 τὸ ὕδωρ τῆς Νεμριμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7 μὴ καὶ οὕτως μέλλει σωϑῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν ϕάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν. 8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Αγαλλιμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ ϕρέατος τοῦ Αιλιμ. 9 τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησϑήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ρεμμων Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 16

1 Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων; 2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀϕῃρημένος, ϑύγατερ Μωαβ. ἔπειτα δέ, Αρνων, 3 πλείονα βουλεύου, ποιεῖτε σκέπην πένϑους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ ϕεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχϑῇς. 4 παροικήσουσίν σοι οἱ ϕυγάδες Μωαβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρϑη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. 5 καὶ διορϑωϑήσεται μετ᾽ ἐλέους ϑρόνος, καὶ καϑίεται ἐπ᾽ αὐτοῦ μετὰ ἀληϑείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. 6 Ἠκούσαμεν τὴν ὕβριν Μωαβ, ὑβριστὴς σϕόδρα, τὴν ὑπερηϕανίαν ἐξῆρας. οὐχ οὕτως ἡ μαντεία σου, 7 οὐχ οὕτως. ὀλολύξει Μωαβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δεσεϑ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ. 8 τὰ πεδία Εσεβων πενϑήσει, ἄμπελος Σεβαμα· καταπίνοντες τὰ ἔϑνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ· οὐ μὴ συνάψητε, πλανήϑητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείϕϑησαν, διέβησαν γὰρ τὴν ἔρημον. 9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυϑμὸν Ιαζηρ ἄμπελον Σεβαμα· τὰ δένδρα σου κατέβαλεν, Εσεβων καὶ Ελεαλη, ὅτι ἐπὶ τῷ ϑερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. 10 καὶ ἀρϑήσεται εὐϕροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐϕρανϑήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. 11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιϑάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας. 12 καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασϑαι, καὶ οὐ μὴ δύνηται ἐξελέσϑαι αὐτόν. 13 Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ, ὁπότε καὶ ἐλάλησεν. 14 καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισϑωτοῦ ἀτιμασϑήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειϕϑήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 17

1 Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἰδοὺ Δαμασκὸς ἀρϑήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν, 2 καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. 3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταϕυγεῖν Εϕραιμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν· τάδε λέγει κύριος σαβαωϑ. 4 Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ιακωβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισϑήσεται. 5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν ϕάραγγι στερεᾷ 6 καὶ καταλειϕϑῇ ἐν αὐτῇ καλάμη ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾽ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειϕϑῇ· τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ. 7 τῇ ἡμέρᾳ ἐκείνῃ πεποιϑὼς ἔσται ἄνϑρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀϕϑαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ισραηλ ἐμβλέψονται, 8 καὶ οὐ μὴ πεποιϑότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν. 9 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Αμορραῖοι καὶ οἱ Ευαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, καὶ ἔσονται ἔρημοι, 10 διότι κατέλιπες τὸν ϑεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ βοηϑοῦ σου οὐκ ἐμνήσϑης. διὰ τοῦτο ϕυτεύσεις ϕύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον· 11 τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν ϕυτεύσῃς, πλανηϑήσῃ· τὸ δὲ πρωί, ἐὰν σπείρῃς, ἀνϑήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνϑρώπου κληρώσῃ τοῖς υἱοῖς σου. 12 Οὐαὶ πλῆϑος ἐϑνῶν πολλῶν· ὡς ϑάλασσα κυμαίνουσα οὕτως ταραχϑήσεσϑε, καὶ νῶτος ἐϑνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. 13 ὡς ὕδωρ πολὺ ἔϑνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταϕερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς ϕέρουσα. 14 πρὸς ἑσπέραν ἔσται πένϑος, πρὶν ἢ πρωῒ καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 18

1 Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰϑιοπίας, 2 ὁ ἀποστέλλων ἐν ϑαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος· πορεύσονται γὰρ ἄγγελοι κοῦϕοι πρὸς ἔϑνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν, τίς αὐτοῦ ἐπέκεινα; ἔϑνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς 3 πάντες ὡς χώρα κατοικουμένη· κατοικηϑήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρϑῇ, ὡς σάλπιγγος ϕωνὴ ἀκουστὸν ἔσται. 4 ὅτι οὕτως εἶπέν μοι κύριος Ἀσϕάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς ϕῶς καύματος μεσημβρίας, καὶ ὡς νεϕέλη δρόσου ἡμέρας ἀμήτου ἔσται. 5 πρὸ τοῦ ϑερισμοῦ, ὅταν συντελεσϑῇ ἄνϑος καὶ ὄμϕαξ ἀνϑήσῃ ἄνϑος ὀμϕακίζουσα, καὶ ἀϕελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀϕελεῖ καὶ κατακόψει 6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ συναχϑήσεται ἐπ᾽ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ ϑηρία τῆς γῆς ἐπ᾽ αὐτὸν ἥξει. 7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχϑήσεται δῶρα κυρίῳ σαβαωϑ ἐκ λαοῦ τεϑλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔϑνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον, οὗ τὸ ὄνομα κυρίου σαβαωϑ ἐπεκλήϑη, ὄρος Σιων.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 19

1 Ὅρασις Αἰγύπτου. Ἰδοὺ κύριος κάϑηται ἐπὶ νεϕέλης κούϕης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισϑήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηϑήσεται ἐν αὐτοῖς. 2 καὶ ἐπεγερϑήσονται Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους, καὶ πολεμήσει ἄνϑρωπος τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἄνϑρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. 3 καὶ ταραχϑήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς ϑεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς ϕωνοῦντας καὶ τοὺς ἐγγαστριμύϑους. 4 καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνϑρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· τάδε λέγει κύριος σαβαωϑ. 5 καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ ϑάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανϑήσεται· 6 καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανϑήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου· 7 καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανϑήσεται ἀνεμόϕϑορον. 8 καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμϕιβολεῖς πενϑήσουσιν. 9 καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον, 10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦϑον ποιοῦντες λυπηϑήσονται καὶ τὰς ψυχὰς πονέσουσιν. 11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοϕοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανϑήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; 12 ποῦ εἰσιν νῦν οἱ σοϕοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωϑ ἐπ᾽ Αἴγυπτον. 13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώϑησαν οἱ ἄρχοντες Μέμϕεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ ϕυλάς. 14 κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεϑύων καὶ ὁ ἐμῶν ἅμα. 15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεϕαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος. 16 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν ϕόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωϑ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. 17 καὶ ἔσται ἡ χώρα τῶν Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς ϕόβητρον· πᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, ϕοβηϑήσονται διὰ τὴν βουλήν, ἣν βεβούλευται κύριος ἐπ᾽ αὐτήν. – 18 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου· Πόλις – ασεδεκ κληϑήσεται ἡ μία πόλις. – 19 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ϑυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ 20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς ϑλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνϑρωπον, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. 21 καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν ϑυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν. 22 καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραϕήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς. – 23 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. – 24 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ισραηλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, 25 ἣν εὐλόγησεν κύριος σαβαωϑ λέγων Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 20

1 Τοῦ ἔτους οὗ εἰσῆλϑεν Ταναϑαν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν, 2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων Πορεύου καὶ ἄϕελε τὸν σάκκον ἀπὸ τῆς ὀσϕύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. 3 καὶ εἶπεν κύριος Ὃν τρόπον πεπόρευται Ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰϑίοψιν· 4 ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰϑιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. 5 καὶ αἰσχυνϑήσονται ἡττηϑέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰϑίοψιν, ἐϕ᾽ οἷς ἦσαν πεποιϑότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα. 6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιϑότες τοῦ ϕυγεῖν εἰς αὐτοὺς εἰς βοήϑειαν, οἳ οὐκ ἐδύναντο σωϑῆναι ἀπὸ βασιλέως Ασσυρίων· καὶ πῶς ἡμεῖς σωϑησόμεϑα;

Liber Isaiæ prophetæ - Ἠσαίας caput 21

1 Τὸ ὅραμα τῆς ἐρήμου. Ὡς καταιγὶς δι᾽ ἐρήμου διέλϑοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, ϕοβερὸν 2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀϑετῶν ἀϑετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ᾽ ἐμοὶ οἱ Αιλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾽ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. 3 διὰ τοῦτο ἐνεπλήσϑη ἡ ὀσϕύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. 4 ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐϕέστηκεν εἰς ϕόβον. 5 ἑτοίμασον τὴν τράπεζαν· πίετε, ϕάγετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε ϑυρεούς. 6 ὅτι οὕτως εἶπεν κύριος πρός με Βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον· 7 καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν 8 καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου. καὶ εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα, 9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριϑεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. 10 ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωϑ· ὁ ϑεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν. 11 Τὸ ὅραμα τῆς Ιδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ Φυλάσσετε ἐπάλξεις. 12 ϕυλάσσω τὸ πρωῒ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ᾽ ἐμοὶ οἴκει· 13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηϑήσῃ ἐν τῇ ὁδῷ Δαιδαν. 14 εἰς συνάντησιν διψῶντι ὕδωρ ϕέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν, ἄρτοις συναντᾶτε τοῖς ϕεύγουσιν 15 διὰ τὸ πλῆϑος τῶν ϕευγόντων καὶ διὰ τὸ πλῆϑος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆϑος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆϑος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆϑος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. 16 ὅτι οὕτως εἶπέν μοι κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισϑωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδαρ, 17 καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδαρ ἔσται ὀλίγον, διότι κύριος ἐλάλησεν ὁ ϑεὸς Ισραηλ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 22

1 Τὸ ῥῆμα τῆς ϕάραγγος Σιων. Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα 2 μάταια; ἐνεπλήσϑη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. 3 πάντες οἱ ἄρχοντές σου πεϕεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεϕεύγασιν. 4 διὰ τοῦτο εἶπα Ἄϕετέ με πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς ϑυγατρὸς τοῦ γένους μου. 5 ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωϑ ἐν ϕάραγγι Σιων· πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη. 6 οἱ δὲ Αιλαμῖται ἔλαβον ϕαρέτρας, ἀναβάται ἄνϑρωποι ἐϕ᾽ ἵπποις καὶ συναγωγὴ παρατάξεως. 7 καὶ ἔσονται αἱ ἐκλεκταὶ ϕάραγγές σου πλησϑήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμϕράξουσι τὰς πύλας σου· 8 καὶ ἀνακαλύψουσιν τὰς πύλας Ιουδα καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως 9 καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυιδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήϑρας εἰς τὴν πόλιν 10 καὶ ὅτι καϑείλοσαν τοὺς οἴκους Ιερουσαλημ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει. 11 καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων ἐσώτερον τῆς κολυμβήϑρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ᾽ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε. 12 καὶ ἐκάλεσεν κύριος σαβαωϑ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυϑμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, 13 αὐτοὶ δὲ ἐποιήσαντο εὐϕροσύνην καὶ ἀγαλλίαμα σϕάζοντες μόσχους καὶ ϑύοντες πρόβατα ὥστε ϕαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποϑνῄσκομεν. 14 καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν κυρίου σαβαωϑ, ὅτι οὐκ ἀϕεϑήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποϑάνητε. 15 Τάδε λέγει κύριος σαβαωϑ Πορεύου εἰς τὸ παστοϕόριον πρὸς Σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ 16 Τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; 17 ἰδοὺ δὴ κύριος σαβαωϑ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀϕελεῖ τὴν στολήν σου 18 καὶ τὸν στέϕανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποϑανῇ· καὶ ϑήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, 19 καὶ ἀϕαιρεϑήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. 20 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ελιακιμ τὸν τοῦ Χελκιου 21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέϕανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιουδα. 22 καὶ δώσω τὴν δόξαν Δαυιδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων. 23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς ϑρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. 24 καὶ ἔσται πεποιϑὼς ἐπ᾽ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ. 25 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ – τάδε λέγει κύριος σαβαωϑ – κινηϑήσεται ὁ ἄνϑρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ πεσεῖται, καὶ ἀϕαιρεϑήσεται ἡ δόξα ἡ ἐπ᾽ αὐτόν, ὅτι κύριος ἐλάλησεν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 23

1 Τὸ ὅραμα Τύρου. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος. 2 τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μεταβόλοι Φοινίκης διαπερῶντες τὴν ϑάλασσαν 3 ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς ἀμητοῦ εἰσϕερομένου οἱ μεταβόλοι τῶν ἐϑνῶν. 4 αἰσχύνϑητι, Σιδών, εἶπεν ἡ ϑάλασσα· ἡ δὲ ἰσχὺς τῆς ϑαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέϑρεψα νεανίσκους οὐδὲ ὕψωσα παρϑένους. 5 ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. 6 ἀπέλϑατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. 7 οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ᾽ ἀρχῆς πρὶν ἢ παραδοϑῆναι αὐτήν; 8 τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. 9 κύριος σαβαωϑ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς. 10 ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. 11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ ϑάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· κύριος σαβαωϑ ἐνετείλατο περὶ Χανααν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12 καὶ ἐροῦσιν Οὐκέτι μὴ προσϑῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν ϑυγατέρα Σιδῶνος· καὶ ἐὰν ἀπέλϑῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· 13 καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν. 14 ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. 15 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειϕϑήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνϑρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης 16 Λαβὲ κιϑάραν, ῥέμβευσον πόλεις, πόρνη ἐπιλελησμένη· καλῶς κιϑάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. 17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ ϑεὸς Τύρου, καὶ πάλιν ἀποκατασταϑήσεται εἰς τὸ ἀρχαῖον καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης. 18 καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισϑὸς ἅγιον τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχϑήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου πᾶσα ἡ ἐμπορία αὐτῆς ϕαγεῖν καὶ πιεῖν καὶ ἐμπλησϑῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 24

1 Ἰδοὺ κύριος καταϕϑείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. 2 καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ ϑεράπαινα ὡς ἡ κυρία, ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀϕείλων ὡς ᾧ ὀϕείλει. 3 ϕϑορᾷ ϕϑαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευϑήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. 4 ἐπένϑησεν ἡ γῆ, καὶ ἐϕϑάρη ἡ οἰκουμένη, ἐπένϑησαν οἱ ὑψηλοὶ τῆς γῆς. 5 ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαϑήκην αἰώνιον. 6 διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειϕϑήσονται ἄνϑρωποι ὀλίγοι. 7 πενϑήσει οἶνος, πενϑήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐϕραινόμενοι τὴν ψυχήν. 8 πέπαυται εὐϕροσύνη τυμπάνων, πέπαυται αὐϑάδεια καὶ πλοῦτος ἀσεβῶν, πέπαυται ϕωνὴ κιϑάρας. 9 ᾐσχύνϑησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν. 10 ἠρημώϑη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελϑεῖν. 11 ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐϕροσύνη τῆς γῆς. 12 καὶ καταλειϕϑήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. 13 ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐϑνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρύγητος. 14 οὗτοι ϕωνῇ βοήσονται, οἱ δὲ καταλειϕϑέντες ἐπὶ τῆς γῆς εὐϕρανϑήσονται ἅμα τῇ δόξῃ κυρίου. ταραχϑήσεται τὸ ὕδωρ τῆς ϑαλάσσης· 15 διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς ϑαλάσσης, τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται Κύριε ὁ ϑεὸς Ισραηλ. 16 ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀϑετοῦσιν, οἱ ἀϑετοῦντες τὸν νόμον. 17 ϕόβος καὶ βόϑυνος καὶ παγὶς ἐϕ᾽ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· 18 καὶ ἔσται ὁ ϕεύγων τὸν ϕόβον ἐμπεσεῖται εἰς τὸν βόϑυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοϑύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι ϑυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχϑησαν, καὶ σεισϑήσεται τὰ ϑεμέλια τῆς γῆς. 19 ταραχῇ ταραχϑήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηϑήσεται ἡ γῆ· 20 ἔκλινεν καὶ σεισϑήσεται ὡς ὀπωροϕυλάκιον ἡ γῆ ὡς ὁ μεϑύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι, κατίσχυσεν γὰρ ἐπ᾽ αὐτῆς ἡ ἀνομία. 21 καὶ ἐπάξει ὁ ϑεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς· 22 καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. 23 καὶ τακήσεται ἡ πλίνϑος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασϑήσεται.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 25

1 Κύριε ὁ ϑεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας ϑαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληϑινήν· γένοιτο, κύριε. 2 ὅτι ἔϑηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ ϑεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηϑῇ. 3 διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνϑρώπων ἀδικουμένων εὐλογήσουσίν σε· 4 ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηϑὸς καὶ τοῖς ἀϑυμήσασιν διὰ ἔνδειαν σκέπη, ἀπὸ ἀνϑρώπων πονηρῶν ῥύσῃ αὐτούς, σκέπη διψώντων καὶ πνεῦμα ἀνϑρώπων ἀδικουμένων. 5 εὐλογήσουσίν σε ὡς ἄνϑρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιων ἀπὸ ἀνϑρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. 6 καὶ ποιήσει κύριος σαβαωϑ πᾶσι τοῖς ἔϑνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. πίονται εὐϕροσύνην, πίονται οἶνον, χρίσονται μύρον. 7 ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔϑνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔϑνη. 8 κατέπιεν ὁ ϑάνατος ἰσχύσας, καὶ πάλιν ἀϕεῖλεν ὁ ϑεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀϕεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα κυρίου ἐλάλησεν. 9 καὶ ἐροῦσιν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὁ ϑεὸς ἡμῶν, ἐϕ᾽ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεϑα, καὶ εὐϕρανϑησόμεϑα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 10 ὅτι ἀνάπαυσιν δώσει ὁ ϑεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηϑήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 11 καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐϕ᾽ ἃ τὰς χεῖρας ἐπέβαλεν· 12 καὶ τὸ ὕψος τῆς καταϕυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάϕους.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 26

1 Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ιουδα λέγοντες Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῶν ϑήσει τεῖχος καὶ περίτειχος. 2 ἀνοίξατε πύλας, εἰσελϑάτω λαὸς ϕυλάσσων δικαιοσύνην καὶ ϕυλάσσων ἀλήϑειαν, 3 ἀντιλαμβανόμενος ἀληϑείας καὶ ϕυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ 4 ἤλπισαν, κύριε, ἕως τοῦ αἰῶνος, ὁ ϑεὸς ὁ μέγας ὁ αἰώνιος, 5 ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάϕους, 6 καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινῶν. 7 ὁδὸς εὐσεβῶν εὐϑεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. 8 ἡ γὰρ ὁδὸς κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, 9 ᾗ ἐπιϑυμεῖ ἡ ψυχὴ ἡμῶν. ἐκ νυκτὸς ὀρϑρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ ϑεός, διότι ϕῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάϑετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 10 πέπαυται γὰρ ὁ ἀσεβής, οὐ μὴ μάϑῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήϑειαν οὐ μὴ ποιήσῃ· ἀρϑήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου. 11 κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνϑήσονται· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. – 12 κύριε ὁ ϑεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν. 13 κύριε ὁ ϑεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. 14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. 15 πρόσϑες αὐτοῖς κακά, κύριε, πρόσϑες κακὰ πᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς. 16 κύριε, ἐν ϑλίψει ἐμνήσϑην σου, ἐν ϑλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. 17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήϑημεν τῷ ἀγαπητῷ σου διὰ τὸν ϕόβον σου, κύριε. 18 ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 19 ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερϑήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐϕρανϑήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. – 20 βάδιζε, λαός μου, εἴσελϑε εἰς τὰ ταμίειά σου, ἀπόκλεισον τὴν ϑύραν σου, ἀποκρύβηϑι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλϑῃ ἡ ὀργὴ κυρίου· 21 ἰδοὺ γὰρ κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 27

1 Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ ϑεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄϕιν ϕεύγοντα, ἐπὶ τὸν δράκοντα ὄϕιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα. 2 τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιϑύμημα ἐξάρχειν κατ᾽ αὐτῆς. 3 ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος. 4 οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με ϑήσει ϕυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠϑέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ὁ ϑεὸς πάντα, ὅσα συνέταξεν. κατακέκαυμαι, 5 βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην. 6 οἱ ἐρχόμενοι, τέκνα Ιακωβ, βλαστήσει καὶ ἐξανϑήσει Ισραηλ, καὶ ἐμπλησϑήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. 7 μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεϑήσεται; 8 μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσϑα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι ϑυμοῦ; 9 διὰ τοῦτο ἀϕαιρεϑήσεται ἡ ἀνομία Ιακωβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀϕέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν ϑῶσιν πάντας τοὺς λίϑους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν. 10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. 11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανϑῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ ϑέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ. 12 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμϕράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων, ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα. 13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 28

1 Οὐαὶ τῷ στεϕάνῳ τῆς ὕβρεως, οἱ μισϑωτοὶ Εϕραιμ· τὸ ἄνϑος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεϑύοντες ἄνευ οἴνου. 2 ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ ϑυμὸς κυρίου ὡς χάλαζα καταϕερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταϕερομένη· ὡς ὕδατος πολὺ πλῆϑος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσίν. 3 καὶ τοῖς ποσὶν καταπατηϑήσεται ὁ στέϕανος τῆς ὕβρεως, οἱ μισϑωτοὶ τοῦ Εϕραιμ. 4 καὶ ἔσται τὸ ἄνϑος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ᾽ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν ἢ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν ϑελήσει αὐτὸ καταπιεῖν. 5 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαωϑ ὁ στέϕανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειϕϑέντι μου λαῷ· 6 καταλειϕϑήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν. – 7 οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν, ἐπλανήϑησαν διὰ τὸ σικερα· ἱερεὺς καὶ προϕήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσϑησαν ἀπὸ τῆς μέϑης τοῦ σικερα, ἐπλανήϑησαν· τοῦτ᾽ ἔστι ϕάσμα. 8 ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. 9 τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ; 10 ϑλῖψιν ἐπὶ ϑλῖψιν προσδέχου, ἐλπίδα ἐπ᾽ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν 11 διὰ ϕαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ 12 λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠϑέλησαν ἀκούειν. 13 καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου τοῦ ϑεοῦ ϑλῖψις ἐπὶ ϑλῖψιν, ἐλπὶς ἐπ᾽ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευϑῶσιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσιν καὶ συντριβήσονται καὶ ἁλώσονται. – 14 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεϑλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ιερουσαλημ 15 Ὅτι εἴπατε Ἐποιήσαμεν διαϑήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ ϑανάτου συνϑήκας, καταιγὶς ϕερομένη ἐὰν παρέλϑῃ οὐ μὴ ἔλϑῃ ἐϕ᾽ ἡμᾶς, ἐϑήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασϑησόμεϑα, 16 διὰ τοῦτο οὕτως λέγει κύριος Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ ϑεμέλια Σιων λίϑον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ ϑεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνϑῇ. 17 καὶ ϑήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταϑμούς, καὶ οἱ πεποιϑότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλϑῃ ὑμᾶς καταιγίς, 18 μὴ καὶ ἀϕέλῃ ὑμῶν τὴν διαϑήκην τοῦ ϑανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς ϕερομένη ἐὰν ἐπέλϑῃ, ἔσεσϑε αὐτῇ εἰς καταπάτημα. 19 ὅταν παρέλϑῃ, λήμψεται ὑμᾶς· πρωῒ πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά· μάϑετε ἀκούειν. 20 στενοχωρούμενοι οὐ δυνάμεϑα μάχεσϑαι, αὐτοὶ δὲ ἀσϑενοῦμεν τοῦ ἡμᾶς συναχϑῆναι. 21 ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται καὶ ἔσται ἐν τῇ ϕάραγγι Γαβαων· μετὰ ϑυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ ϑυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. 22 καὶ ὑμεῖς μὴ εὐϕρανϑείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου σαβαωϑ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. 23 Ἐνωτίζεσϑε καὶ ἀκούετε τῆς ϕωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. 24 μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾶν; ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασϑαι τὴν γῆν; 25 οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνϑιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριϑὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; 26 καὶ παιδευϑήσῃ κρίματι ϑεοῦ σου καὶ εὐϕρανϑήσῃ. 27 οὐ γὰρ μετὰ σκληρότητος καϑαίρεται τὸ μελάνϑιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνϑιον, τὸ δὲ κύμινον 28 μετὰ ἄρτου βρωϑήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισϑήσομαι, οὐδὲ ϕωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. 29 καὶ ταῦτα παρὰ κυρίου σαβαωϑ ἐξῆλϑεν τὰ τέρατα· βουλεύσασϑε, ὑψώσατε ματαίαν παράκλησιν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 29

1 Οὐαὶ πόλις Αριηλ, ἣν Δαυιδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ᾽ ἐνιαυτόν, ϕάγεσϑε γὰρ σὺν Μωαβ. 2 ἐκϑλίψω γὰρ Αριηλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί. 3 καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ ϑήσω περὶ σὲ πύργους, 4 καὶ ταπεινωϑήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ ϕωνοῦντες ἐκ τῆς γῆς ἡ ϕωνή σου, καὶ πρὸς τὸ ἔδαϕος ἡ ϕωνή σου ἀσϑενήσει. 5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς ϕερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα 6 παρὰ κυρίου σαβαωϑ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ ϕωνῆς μεγάλης, καταιγὶς ϕερομένη καὶ ϕλὸξ πυρὸς κατεσϑίουσα. 7 καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ ὁ πλοῦτος τῶν ἐϑνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ᾽ αὐτὴν καὶ ϑλίβοντες αὐτήν. 8 καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσϑοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον, καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐϑνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων. 9 ἐκλύϑητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου· 10 ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ τῶν προϕητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. 11 καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσϕραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνϑρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες Ἀνάγνωϑι ταῦτα· καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσϕράγισται γάρ. 12 καὶ δοϑήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνϑρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωϑι τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα. 13 Καὶ εἶπεν κύριος Ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ, μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνϑρώπων καὶ διδασκαλίας. 14 διὰ τοῦτο ἰδοὺ ἐγὼ προσϑήσω τοῦ μεταϑεῖναι τὸν λαὸν τοῦτον καὶ μεταϑήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοϕίαν τῶν σοϕῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. 15 οὐαὶ οἱ βαϑέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου· οὐαὶ οἱ ἐν κρυϕῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; 16 οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισϑήσεσϑε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας; 17 οὐκέτι μικρὸν καὶ μετατεϑήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισϑήσεται; 18 καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωϕοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀϕϑαλμοὶ τυϕλῶν βλέψονται· 19 καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐϕροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνϑρώπων ἐμπλησϑήσονται εὐϕροσύνης. 20 ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήϕανος, καὶ ἐξωλεϑρεύϑησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ 21 καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνϑρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα ϑήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον. 22 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ, ὃν ἀϕώρισεν ἐξ Αβρααμ Οὐ νῦν αἰσχυνϑήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ· 23 ἀλλ᾽ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾽ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν ϑεὸν τοῦ Ισραηλ ϕοβηϑήσονται. 24 καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαϑήσονται ὑπακούειν, καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαϑήσονται λαλεῖν εἰρήνην.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 30

1 Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει κύριος, ἐποιήσατε βουλὴν οὐ δι᾽ ἐμοῦ καὶ συνϑήκας οὐ διὰ τοῦ πνεύματός μου προσϑεῖναι ἁμαρτίας ἐϕ᾽ ἁμαρτίαις, 2 οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηϑηϑῆναι ὑπὸ Φαραω καὶ σκεπασϑῆναι ὑπὸ Αἰγυπτίων. 3 ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοῖς πεποιϑόσιν ἐπ᾽ Αἴγυπτον ὄνειδος. 4 ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί· μάτην κοπιάσουσιν 5 πρὸς λαόν, ὃς οὐκ ὠϕελήσει αὐτοὺς οὔτε εἰς βοήϑειαν οὔτε εἰς ὠϕέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. 6 Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ ϑλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖϑεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔϕερον ἐπ᾽ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔϑνος ὃ οὐκ ὠϕελήσει αὐτοὺς εἰς βοήϑειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. 7 Αἰγύπτιοι μάταια καὶ κενὰ ὠϕελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι Ματαία ἡ παράκλησις ὑμῶν αὕτη. 8 Νῦν οὖν καϑίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα. 9 ὅτι λαὸς ἀπειϑής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ ϑεοῦ, 10 οἱ λέγοντες τοῖς προϕήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν 11 καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀϕέλετε ἀϕ᾽ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀϕέλετε ἀϕ᾽ ἡμῶν τὸν ἅγιον τοῦ Ισραηλ. 12 διὰ τοῦτο οὕτως λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ Ὅτι ἠπειϑήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιϑὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ, 13 διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα, 14 καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν. 15 οὕτω λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ Ὅταν ἀποστραϕεὶς στενάξῃς, τότε σωϑήσῃ καὶ γνώσῃ ποῦ ἦσϑα· ὅτε ἐπεποίϑεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήϑη. καὶ οὐκ ἠβούλεσϑε ἀκούειν, 16 ἀλλ᾽ εἴπατε Ἐϕ᾽ ἵππων ϕευξόμεϑα· διὰ τοῦτο ϕεύξεσϑε· καὶ εἴπατε Ἐπὶ κούϕοις ἀναβάται ἐσόμεϑα· διὰ τοῦτο κοῦϕοι ἔσονται οἱ διώκοντες ὑμᾶς. 17 διὰ ϕωνὴν ἑνὸς ϕεύξονται χίλιοι, καὶ διὰ ϕωνὴν πέντε ϕεύξονται πολλοί, ἕως ἂν καταλειϕϑῆτε ὡς ἱστὸς ἐπ᾽ ὄρους καὶ ὡς σημαίαν ϕέρων ἐπὶ βουνοῦ. 18 καὶ πάλιν μενεῖ ὁ ϑεὸς τοῦ οἰκτιρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωϑήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς κύριος ὁ ϑεὸς ἡμῶν ἐστιν, καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ. 19 Διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει, καὶ Ιερουσαλημ κλαυϑμῷ ἔκλαυσεν Ἐλέησόν με· ἐλεήσει σε τὴν ϕωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου. 20 καὶ δώσει κύριος ὑμῖν ἄρτον ϑλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀϕϑαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε, 21 καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες Αὕτη ἡ ὁδός, πορευϑῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά. 22 καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαϑημένης καὶ ὡς κόπρον ὤσεις αὐτά. 23 τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηϑήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, 24 οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ϕάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριϑῇ λελικμημένα. 25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι. 26 καὶ ἔσται τὸ ϕῶς τῆς σελήνης ὡς τὸ ϕῶς τοῦ ἡλίου καὶ τὸ ϕῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. 27 Ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ ϑυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ ϑυμοῦ ὡς πῦρ ἔδεται. 28 καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν ϕάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεϑήσεται τοῦ ἔϑνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν. 29 μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐϕραίνεσϑαι καὶ εἰσπορεύεσϑαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐϕραινομένους εἰσελϑεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος τοῦ κυρίου πρὸς τὸν ϑεὸν τοῦ Ισραηλ; 30 καὶ ἀκουστὴν ποιήσει ὁ ϑεὸς τὴν δόξαν τῆς ϕωνῆς αὐτοῦ καὶ τὸν ϑυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ ϑυμοῦ καὶ ὀργῆς καὶ ϕλογὸς κατεσϑιούσης· κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταϕερομένη βίᾳ. 31 διὰ γὰρ ϕωνὴν κυρίου ἡττηϑήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς. 32 καὶ ἔσται αὐτῷ κυκλόϑεν, ὅϑεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηϑείας, ἐϕ᾽ ᾗ αὐτὸς ἐπεποίϑει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιϑάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. 33 σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηϑήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσϑη βασιλεύειν ϕάραγγα βαϑεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ ϑυμὸς κυρίου ὡς ϕάραγξ ὑπὸ ϑείου καιομένη.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 31

1 Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήϑειαν, οἱ ἐϕ᾽ ἵπποις πεποιϑότες καὶ ἐϕ᾽ ἅρμασιν, ἔστιν γὰρ πολλά, καὶ ἐϕ᾽ ἵπποις, πλῆϑος σϕόδρα, καὶ οὐκ ἦσαν πεποιϑότες ἐπὶ τὸν ἅγιον τοῦ Ισραηλ καὶ τὸν ϑεὸν οὐκ ἐξεζήτησαν. 2 καὶ αὐτὸς σοϕὸς ἦγεν ἐπ᾽ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀϑετηϑῇ, καὶ ἐπαναστήσεται ἐπ᾽ οἴκους ἀνϑρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν, 3 Αἰγύπτιον ἄνϑρωπον καὶ οὐ ϑεόν, ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήϑεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηϑοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται. 4 ὅτι οὕτως εἶπέν μοι κύριος Ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ ϑήρᾳ, ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπ᾽ αὐτῇ, ἕως ἂν ἐμπλησϑῇ τὰ ὄρη τῆς ϕωνῆς αὐτοῦ, καὶ ἡττήϑησαν καὶ τὸ πλῆϑος τοῦ ϑυμοῦ ἐπτοήϑησαν, οὕτως καταβήσεται κύριος σαβαωϑ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς. 5 ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει. 6 ἐπιστράϕητε, οἱ τὴν βαϑεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον. 7 ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνϑρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν. 8 καὶ πεσεῖται Ασσουρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνϑρώπου καταϕάγεται αὐτόν, καὶ ϕεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, 9 πέτρᾳ γὰρ περιλημϕϑήσονται ὡς χάρακι καὶ ἡττηϑήσονται, ὁ δὲ ϕεύγων ἁλώσεται. Τάδε λέγει κύριος Μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 32

1 ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. 2 καὶ ἔσται ὁ ἄνϑρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀϕ᾽ ὕδατος ϕερομένου· καὶ ϕανήσεται ἐν Σιων ὡς ποταμὸς ϕερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. 3 καὶ οὐκέτι ἔσονται πεποιϑότες ἐπ᾽ ἀνϑρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν. 4 καὶ ἡ καρδία τῶν ἀσϑενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαϑήσονται λαλεῖν εἰρήνην. 5 καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα. 6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. 7 ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταϕϑεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. 8 οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ. 9 Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς ϕωνῆς μου· ϑυγατέρες ἐν ἐλπίδι, ἀκούσατε τοὺς λόγους μου. 10 ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασϑε ἐν ὀδύνῃ μετ᾽ ἐλπίδος· ἀνήλωται ὁ τρύγητος, πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλϑῃ. 11 ἔκστητε, λυπήϑητε, αἱ πεποιϑυῖαι, ἐκδύσασϑε, γυμναὶ γένεσϑε, περιζώσασϑε σάκκους τὰς ὀσϕύας 12 καὶ ἐπὶ τῶν μαστῶν κόπτεσϑε ἀπὸ ἀγροῦ ἐπιϑυμήματος καὶ ἀμπέλου γενήματος. 13 ἡ γῆ τοῦ λαοῦ μου ἄκανϑα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐϕροσύνη ἀρϑήσεται· πόλις πλουσία, 14 οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιϑυμητοὺς ἀϕήσουσιν· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐϕροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων, 15 ἕως ἂν ἐπέλϑῃ ἐϕ᾽ ὑμᾶς πνεῦμα ἀϕ᾽ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χερμελ, καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισϑήσεται. 16 καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει· 17 καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιϑότες ἕως τοῦ αἰῶνος· 18 καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιϑώς, καὶ ἀναπαύσονται μετὰ πλούτου. 19 ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐϕ᾽ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιϑότες ὡς οἱ ἐν τῇ πεδινῇ. 20 μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 33

1 Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀϑετῶν ὑμᾶς οὐκ ἀϑετεῖ· ἁλώσονται οἱ ἀϑετοῦντες καὶ παραδοϑήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηϑήσονται. 2 κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίϑαμεν· ἐγενήϑη τὸ σπέρμα τῶν ἀπειϑούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ ϑλίψεως. 3 διὰ ϕωνὴν τοῦ ϕόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ ϕόβου σου, καὶ διεσπάρησαν τὰ ἔϑνη. 4 νῦν δὲ συναχϑήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν. 5 ἅγιος ὁ ϑεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσϑη Σιων κρίσεως καὶ δικαιοσύνης. 6 ἐν νόμῳ παραδοϑήσονται, ἐν ϑησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοϕία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσιν ϑησαυροὶ δικαιοσύνης. 7 ἰδοὺ δὴ ἐν τῷ ϕόβῳ ὑμῶν αὐτοὶ ϕοβηϑήσονται· οὓς ἐϕοβεῖσϑε, ϕοβηϑήσονται ἀϕ᾽ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην πικρῶς κλαίοντες παρακαλοῦντες εἰρήνην. 8 ἐρημωϑήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ ϕόβος τῶν ἐϑνῶν, καὶ ἡ πρὸς τούτους διαϑήκη αἴρεται, καὶ οὐ μὴ λογίσησϑε αὐτοὺς ἀνϑρώπους. 9 ἐπένϑησεν ἡ γῆ, ᾐσχύνϑη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρων· ϕανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. 10 νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασϑήσομαι, νῦν ὑψωϑήσομαι· 11 νῦν ὄψεσϑε, νῦν αἰσϑηϑήσεσϑε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται. 12 καὶ ἔσονται ἔϑνη κατακεκαυμένα ὡς ἄκανϑα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη. 13 ἀκούσονται οἱ πόρρωϑεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. 14 ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; 15 πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐϑεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀϕϑαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν, 16 οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοϑήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 17 βασιλέα μετὰ δόξης ὄψεσϑε, καὶ οἱ ὀϕϑαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωϑεν. 18 ἡ ψυχὴ ὑμῶν μελετήσει ϕόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριϑμῶν τοὺς τρεϕομένους 19 μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαϑύϕωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεϕαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις. 20 ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμῶν· οἱ ὀϕϑαλμοί σου ὄψονται Ιερουσαλημ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισϑῶσιν, οὐδὲ μὴ κινηϑῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν. 21 ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. 22 ὁ γὰρ ϑεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με κύριος· κριτὴς ἡμῶν κύριος, ἄρχων ἡμῶν κύριος, βασιλεὺς ἡμῶν κύριος, οὗτος ἡμᾶς σώσει. 23 ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοϑῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν. 24 καὶ οὐ μὴ εἴπῃ Κοπιῶ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀϕέϑη γὰρ αὐτοῖς ἡ ἁμαρτία.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 34

1 Προσαγάγετε, ἔϑνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. 2 διότι ϑυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔϑνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριϑμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σϕαγήν. 3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιϕήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. 4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς ϕύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει ϕύλλα ἀπὸ συκῆς. 5 ἐμεϑύσϑη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. 6 ἡ μάχαιρα κυρίου ἐνεπλήσϑη αἵματος, ἐπαχύνϑη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι ϑυσία κυρίῳ ἐν Βοσορ καὶ σϕαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ. 7 καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ᾽ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεϑυσϑήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησϑήσεται. 8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων. 9 καὶ στραϕήσονται αὐτῆς αἱ ϕάραγγες εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς ϑεῖον, καὶ ἔσται αὐτῆς ἡ γῆ καιομένη ὡς πίσσα 10 νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσϑήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς ἐρημωϑήσεται καὶ εἰς χρόνον πολύν. 11 καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες, καὶ ἐπιβληϑήσεται ἐπ᾽ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. 12 οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. 13 καὶ ἀναϕύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνϑινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουϑῶν. 14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν. 15 ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσϕαλείας· ἐκεῖ ἔλαϕοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· 16 ἀριϑμῷ παρῆλϑον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν· ὅτι κύριος ἐνετείλατο αὐτοῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. 17 καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσϑαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ᾽ αὐτῆς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 35

1 Εὐϕράνϑητι, ἔρημος διψῶσα, ἀγαλλιάσϑω ἔρημος καὶ ἀνϑείτω ὡς κρίνον, 2 καὶ ἐξανϑήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόϑη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ ϑεοῦ. 3 ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· 4 παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ ϕοβεῖσϑε· ἰδοὺ ὁ ϑεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. 5 τότε ἀνοιχϑήσονται ὀϕϑαλμοὶ τυϕλῶν, καὶ ὦτα κωϕῶν ἀκούσονται. 6 τότε ἁλεῖται ὡς ἔλαϕος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ϕάραγξ ἐν γῇ διψώσῃ, 7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐϕροσύνη ὀρνέων, ἔπαυλις καλάμου καὶ ἕλη. 8 ἐκεῖ ἔσται ὁδὸς καϑαρὰ καὶ ὁδὸς ἁγία κληϑήσεται, καὶ οὐ μὴ παρέλϑῃ ἐκεῖ ἀκάϑαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάϑαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς καὶ οὐ μὴ πλανηϑῶσιν. 9 καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν ϑηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ᾽ αὐτὴν οὐδὲ μὴ εὑρεϑῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι. 10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραϕήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾽ εὐϕροσύνης, καὶ εὐϕροσύνη αἰώνιος ὑπὲρ κεϕαλῆς αὐτῶν· ἐπὶ γὰρ κεϕαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐϕροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 36

1 Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. 2 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήϑρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναϕέως. 3 καὶ ἐξῆλϑεν πρὸς αὐτὸν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ τοῦ Ασαϕ ὁ ὑπομνηματογράϕος. 4 καὶ εἶπεν αὐτοῖς Ραψακης Εἴπατε Εζεκια Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιϑὼς εἶ; 5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιϑας ὅτι ἀπειϑεῖς μοι; 6 ἰδοὺ πεποιϑὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεϑλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν ἐπ᾽ αὐτὴν ἐπιστηρισϑῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιϑότες ἐπ᾽ αὐτῷ. 7 εἰ δὲ λέγετε Ἐπὶ κύριον τὸν ϑεὸν ἡμῶν πεποίϑαμεν, 8 νῦν μείχϑητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσϑε δοῦναι ἀναβάτας ἐπ᾽ αὐτούς. 9 καὶ πῶς δύνασϑε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; οἰκέται εἰσὶν οἱ πεποιϑότες ἐπ᾽ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην. 10 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; 11 καὶ εἶπεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνϑρώπων τῶν ἐπὶ τῷ τείχει; 12 καὶ εἶπεν Ραψακης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνϑρώπους τοὺς καϑημένους ἐπὶ τῷ τείχει, ἵνα ϕάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεϑ᾽ ὑμῶν ἅμα; 13 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ Ιουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 14 Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω ὑμᾶς Εζεκιας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασϑαι ὑμᾶς· 15 καὶ μὴ λεγέτω ὑμῖν Εζεκιας ὅτι Ῥύσεται ὑμᾶς ὁ ϑεός, καὶ οὐ μὴ παραδοϑῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων· 16 μὴ ἀκούετε Εζεκιου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσϑε εὐλογηϑῆναι, ἐκπορεύεσϑε πρός με καὶ ϕάγεσϑε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσϑε ὕδωρ τοῦ λάκκου ὑμῶν, 17 ἕως ἂν ἔλϑω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. 18 μὴ ὑμᾶς ἀπατάτω Εζεκιας λέγων Ὁ ϑεὸς ὑμῶν ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ ϑεοὶ τῶν ἐϑνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 19 ποῦ ἐστιν ὁ ϑεὸς Αιμαϑ καὶ Αρϕαϑ; καὶ ποῦ ὁ ϑεὸς τῆς πόλεως Σεπϕαριμ; μὴ ἐδύναντο ῥύσασϑαι Σαμάρειαν ἐκ χειρός μου; 20 τίς τῶν ϑεῶν πάντων τῶν ἐϑνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται ὁ ϑεὸς Ιερουσαλημ ἐκ χειρός μου; 21 καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίϑη αὐτῷ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριϑῆναι. 22 Καὶ εἰσῆλϑεν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ιωαχ ὁ τοῦ Ασαϕ ὁ ὑπομνηματογράϕος πρὸς Εζεκιαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 37

1 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον κυρίου. 2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προϕήτην, 3 καὶ εἶπαν αὐτῷ Τάδε λέγει Εζεκιας Ἡμέρα ϑλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. 4 εἰσακούσαι κύριος ὁ ϑεός σου τοὺς λόγους Ραψακου, οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν ϑεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσεν κύριος ὁ ϑεός σου· καὶ δεηϑήσῃ πρὸς κύριον τὸν ϑεόν σου περὶ τῶν καταλελειμμένων τούτων. 5 καὶ ἦλϑον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ησαιαν, 6 καὶ εἶπεν αὐτοῖς Ησαιας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει κύριος Μὴ ϕοβηϑῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων· 7 ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραϕήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. 8 Καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λομναν. καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι 9 ἐξῆλϑεν Θαρακα βασιλεὺς Αἰϑιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων 10 Οὕτως ἐρεῖτε Εζεκια βασιλεῖ τῆς Ιουδαίας Μή σε ἀπατάτω ὁ ϑεός σου, ἐϕ᾽ ᾧ πεποιϑὼς εἶ ἐπ᾽ αὐτῷ λέγων Οὐ μὴ παραδοϑῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν; 12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ ϑεοὶ τῶν ἐϑνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραϕες, αἵ εἰσιν ἐν χώρᾳ Θεμαδ; 13 ποῦ εἰσιν οἱ βασιλεῖς Αιμαϑ καὶ Αρϕαϑ καὶ πόλεως Σεπϕαριμ, Αναγ, Ουγαυα; – 14 καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου, 15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων 16 Κύριε σαβαωϑ ὁ ϑεὸς Ισραηλ ὁ καϑήμενος ἐπὶ τῶν χερουβιν, σὺ ϑεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 17 εἰσάκουσον, κύριε, εἴσβλεψον, κύριε, καὶ ἰδὲ τοὺς λόγους, οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν ϑεὸν ζῶντα. 18 ἐπ᾽ ἀληϑείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν 19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ ϑεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνϑρώπων, ξύλα καὶ λίϑοι, καὶ ἀπώλεσαν αὐτούς. 20 σὺ δέ, κύριε ὁ ϑεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ ϑεὸς μόνος. 21 Καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων. 22 οὗτος ὁ λόγος, ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ ϑεός Ἐϕαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρϑένος ϑυγάτηρ Σιων, ἐπὶ σοὶ κεϕαλὴν ἐκίνησεν ϑυγάτηρ Ιερουσαλημ. 23 τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν ϕωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀϕϑαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ. 24 ὅτι δι᾽ ἀγγέλων ὠνείδισας κύριον· σὺ γὰρ εἶπας Τῷ πλήϑει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλϑον εἰς ὕψος μέρους τοῦ δρυμοῦ 25 καὶ ἔϑηκα γέϕυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. 26 οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔϑνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς· 27 ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνϑησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις. 28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· 29 ὁ δὲ ϑυμός σου, ὃν ἐϑυμώϑης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ ϕιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ, ᾗ ἦλϑες ἐν αὐτῇ. 30 τοῦτο δέ σοι τὸ σημεῖον· ϕάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ ϕυτεύσατε ἀμπελῶνας καὶ ϕάγεσϑε τὸν καρπὸν αὐτῶν. 31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ιουδαίᾳ ϕυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω. 32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιων· ὁ ζῆλος κυρίου σαβαωϑ ποιήσει ταῦτα. 33 διὰ τοῦτο οὕτως λέγει κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλϑῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπ᾽ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ᾽ αὐτὴν ϑυρεὸν οὐδὲ μὴ κυκλώσῃ ἐπ᾽ αὐτὴν χάρακα, 34 ἀλλὰ τῇ ὁδῷ, ᾗ ἦλϑεν, ἐν αὐτῇ ἀποστραϕήσεται· τάδε λέγει κύριος. 35 ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν παῖδά μου. 36 Καὶ ἐξῆλϑεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἐξαναστάντες τὸ πρωῒ εὗρον πάντα τὰ σώματα νεκρά. 37 καὶ ἀποστραϕεὶς ἀπῆλϑεν βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευη. 38 καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαραχ τὸν παταχρον αὐτοῦ, Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώϑησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 38

1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσϑη Εζεκιας ἕως ϑανάτου· καὶ ἦλϑεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προϕήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ἀποϑνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ. 2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς κύριον 3 λέγων Μνήσϑητι, κύριε, ὡς ἐπορεύϑην ἐνώπιόν σου μετὰ ἀληϑείας ἐν καρδίᾳ ἀληϑινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Εζεκιας κλαυϑμῷ μεγάλῳ. 4 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων 5 Πορεύϑητι καὶ εἰπὸν Εζεκια Τάδε λέγει κύριος ὁ ϑεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς ϕωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίϑημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· 6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. 7 τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ὁ ϑεὸς ποιήσει τὸ ῥῆμα τοῦτο· 8 τὴν σκιὰν τῶν ἀναβαϑμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαϑμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαϑμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαϑμούς, οὓς κατέβη ἡ σκιά. 9 Προσευχὴ Εζεκιου βασιλέως τῆς Ιουδαίας, ἡνίκα ἐμα λακίσϑη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. 10 Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. 11 εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ ϑεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι μὴ ἴδω ἄνϑρωπον 12 ἐκ τῆς συγγενείας μου. κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλϑεν καὶ ἀπῆλϑεν ἀπ᾽ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ᾽ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίϑου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόϑην 13 ἕως πρωῒ ὡς λέοντι· οὕτως τὰ ὀστᾶ μου συνέτριψεν, ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόϑην. 14 ὡς χελιδών, οὕτως ϕωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀϕϑαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με 15 καὶ ἀϕείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. 16 κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληϑεὶς ἔζησα. 17 εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. 18 οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποϑανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· 19 οἱ ζῶντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, 20 κύριε τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ ϑεοῦ. 21 Καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν Λαβὲ παλάϑην ἐκ σύκων καὶ τρῖψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. 22 καὶ εἶπεν Εζεκιας Τοῦτο τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον κυρίου τοῦ ϑεοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 39

1 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσϑη ἕως ϑανάτου καὶ ἀνέστη. 2 καὶ ἐχάρη ἐπ᾽ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωϑα καὶ τῆς στακτῆς καὶ τῶν ϑυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς ϑησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐϑέν, ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ. 3 καὶ ἦλϑεν Ησαιας ὁ προϕήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνϑρωποι οὗτοι καὶ πόϑεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Εζεκιας Ἐκ γῆς πόρρωϑεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος. 4 καὶ εἶπεν Ησαιας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Εζεκιας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ϑησαυροῖς μου. 5 καὶ εἶπεν αὐτῷ Ησαιας Ἄκουσον τὸν λόγον κυρίου σαβαωϑ 6 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ ϑεὸς 7 ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. 8 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαϑὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· γενέσϑω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 40

1 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ ϑεός. 2 ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσϑη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. 3 ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐϑείας ποιεῖτε τὰς τρίβους τοῦ ϑεοῦ ἡμῶν· 4 πᾶσα ϕάραγξ πληρωϑήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωϑήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐϑεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· 5 καὶ ὀϕϑήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ϑεοῦ· ὅτι κύριος ἐλάλησεν. 6 ϕωνὴ λέγοντος Βόησον· καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνϑρώπου ὡς ἄνϑος χόρτου· 7 ἐξηράνϑη ὁ χόρτος, καὶ τὸ ἄνϑος ἐξέπεσεν, 8 τὸ δὲ ῥῆμα τοῦ ϑεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα. 9 ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηϑι, ὁ εὐαγγελιζόμενος Σιων· ὕψωσον τῇ ἰσχύι τὴν ϕωνήν σου, ὁ εὐαγγελιζόμενος Ιερουσαλημ· ὑψώσατε, μὴ ϕοβεῖσϑε· εἰπὸν ταῖς πόλεσιν Ιουδα Ἰδοὺ ὁ ϑεὸς ὑμῶν. 10 ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας, ἰδοὺ ὁ μισϑὸς αὐτοῦ μετ᾽ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. 11 ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. 12 Τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιϑαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὰ ὄρη σταϑμῷ καὶ τὰς νάπας ζυγῷ; 13 τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν; 14 ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; 15 εἰ πάντα τὰ ἔϑνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσϑησαν, καὶ ὡς σίελος λογισϑήσονται· 16 ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, 17 καὶ πάντα τὰ ἔϑνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐϑὲν ἐλογίσϑησαν. 18 τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; 19 μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; 20 ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοϕῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται. 21 οὐ γνώσεσϑε; οὐκ ἀκούσεσϑε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ ϑεμέλια τῆς γῆς; 22 ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, 23 ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. 24 οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ ϕυτεύσωσιν, οὐδὲ μὴ ῥιζωϑῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ᾽ αὐτοὺς καὶ ἐξηράνϑησαν, καὶ καταιγὶς ὡς ϕρύγανα ἀναλήμψεται αὐτούς. 25 νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωϑήσομαι; εἶπεν ὁ ἅγιος. 26 ἀναβλέψατε εἰς ὕψος τοὺς ὀϕϑαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ὁ ἐκϕέρων κατὰ ἀριϑμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾽ ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαϑεν. 27 Μὴ γὰρ εἴπῃς, Ιακωβ, καὶ τί ἐλάλησας, Ισραηλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ ϑεοῦ, καὶ ὁ ϑεός μου τὴν κρίσιν ἀϕεῖλεν καὶ ἀπέστη; 28 καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; ϑεὸς αἰώνιος ὁ ϑεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς ϕρονήσεως αὐτοῦ· 29 διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. 30 πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· 31 οἱ δὲ ὑπομένοντες τὸν ϑεὸν ἀλλάξουσιν ἰσχύν, πτεροϕυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 41

1 Ἐγκαινίζεσϑε πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. 2 τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐϑνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς ϕρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν· 3 καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. 4 τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ ϑεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. 5 εἴδοσαν ἔϑνη καὶ ἐϕοβήϑησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλϑοσαν ἅμα 6 κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελϕῷ βοηϑῆσαι καὶ ἐρεῖ 7 Ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σϕύρῃ ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν· ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, ϑήσουσιν αὐτὰ καὶ οὐ κινηϑήσονται. 8 Σὺ δέ, Ισραηλ, παῖς μου Ιακωβ, ὃν ἐξελεξάμην, σπέρμα Αβρααμ, ὃν ἠγάπησα, 9 οὗ ἀντελαβόμην ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε, 10 μὴ ϕοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ ϑεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήϑησά σοι καὶ ἠσϕαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. 11 ἰδοὺ αἰσχυνϑήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. 12 ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνϑρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. 13 ὅτι ἐγὼ ὁ ϑεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ ϕοβοῦ, 14 Ιακωβ, ὀλιγοστὸς Ισραηλ· ἐγὼ ἐβοήϑησά σοι, λέγει ὁ ϑεὸς ὁ λυτρούμενός σε, Ισραηλ. 15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν ϑήσεις· 16 καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, σὺ δὲ εὐϕρανϑήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ. καὶ ἀγαλλιάσονται 17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσιν γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνϑη· ἐγὼ κύριος ὁ ϑεός, ἐγὼ ἐπακούσομαι, ὁ ϑεὸς Ισραηλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, 18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, 19 ϑήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην, 20 ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηϑῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν. 21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ ϑεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ιακωβ. 22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεϑα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. 23 ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾽ ἐσχάτου, καὶ γνωσόμεϑα ὅτι ϑεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ ϑαυμασόμεϑα καὶ ὀψόμεϑα ἅμα· 24 ὅτι πόϑεν ἐστὲ ὑμεῖς καὶ πόϑεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. 25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀϕ᾽ ἡλίου ἀνατολῶν, κληϑήσονται τῷ ὀνόματί μου· ἐρχέσϑωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηϑήσεσϑε. 26 τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσϑεν, καὶ ἐροῦμεν ὅτι ἀληϑῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. 27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν. 28 ἀπὸ γὰρ τῶν ἐϑνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτούς Πόϑεν ἐστέ, οὐ μὴ ἀποκριϑῶσίν μοι. 29 εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 42

1 Ιακωβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ισραηλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, κρίσιν τοῖς ἔϑνεσιν ἐξοίσει. 2 οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσϑήσεται ἔξω ἡ ϕωνὴ αὐτοῦ. 3 κάλαμον τεϑλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήϑειαν ἐξοίσει κρίσιν. 4 ἀναλάμψει καὶ οὐ ϑραυσϑήσεται, ἕως ἂν ϑῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔϑνη ἐλπιοῦσιν. 5 οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· 6 ἐγὼ κύριος ὁ ϑεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαϑήκην γένους, εἰς ϕῶς ἐϑνῶν 7 ἀνοῖξαι ὀϕϑαλμοὺς τυϕλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου ϕυλακῆς καϑημένους ἐν σκότει. – 8 ἐγὼ κύριος ὁ ϑεός, τοῦτό μού ἐστιν τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. 9 τὰ ἀπ᾽ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώϑη ὑμῖν. 10 Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾽ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν ϑάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. 11 εὐϕράνϑητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ· εὐϕρανϑήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ᾽ ἄκρων τῶν ὀρέων βοήσουσιν· 12 δώσουσιν τῷ ϑεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. 13 κύριος ὁ ϑεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ μετὰ ἰσχύος. 14 ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα. 15 καὶ ϑήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. 16 καὶ ἄξω τυϕλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους, οὓς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς ϕῶς καὶ τὰ σκολιὰ εἰς εὐϑεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς. 17 αὐτοὶ δὲ ἀπεστράϕησαν εἰς τὰ ὀπίσω· αἰσχύνϑητε αἰσχύνην, οἱ πεποιϑότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε ϑεοὶ ἡμῶν. 18 Οἱ κωϕοί, ἀκούσατε, καὶ οἱ τυϕλοί, ἀναβλέψατε ἰδεῖν. 19 καὶ τίς τυϕλὸς ἀλλ᾽ ἢ οἱ παῖδές μου καὶ κωϕοὶ ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυϕλώϑησαν οἱ δοῦλοι τοῦ ϑεοῦ. 20 εἴδετε πλεονάκις, καὶ οὐκ ἐϕυλάξασϑε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. 21 κύριος ὁ ϑεὸς ἐβούλετο ἵνα δικαιωϑῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ εἶδον, 22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος. 23 τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσακούσεται εἰς τὰ ἐπερχόμενα; 24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ ϑεός, ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσϑαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; 25 καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς ὀργὴν ϑυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμϕλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔϑεντο ἐπὶ ψυχήν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 43

1 Καὶ νῦν οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ποιήσας σε, Ιακωβ, ὁ πλάσας σε, Ισραηλ Μὴ ϕοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ. 2 καὶ ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλϑῃς διὰ πυρός, οὐ μὴ κατακαυϑῇς, ϕλὸξ οὐ κατακαύσει σε. 3 ὅτι ἐγὼ κύριος ὁ ϑεός σου ὁ ἅγιος Ισραηλ ὁ σῴζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰϑιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ. 4 ἀϕ᾽ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσϑης, κἀγώ σε ἠγάπησα· καὶ δώσω ἀνϑρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεϕαλῆς σου. 5 μὴ ϕοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε. 6 ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωϑεν καὶ τὰς ϑυγατέρας μου ἀπ᾽ ἄκρων τῆς γῆς, 7 πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν· 8 καὶ ἐξήγαγον λαὸν τυϕλόν, καὶ ὀϕϑαλμοί εἰσιν ὡσαύτως τυϕλοί, καὶ κωϕοὶ τὰ ὦτα ἔχοντες. 9 πάντα τὰ ἔϑνη συνήχϑησαν ἅμα, καὶ συναχϑήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωϑήτωσαν καὶ εἰπάτωσαν ἀληϑῆ. 10 γένεσϑέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ ϑεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσϑέν μου οὐκ ἐγένετο ἄλλος ϑεὸς καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται· 11 ἐγὼ ὁ ϑεός, καὶ οὐκ ἔστιν πάρεξ ἐμοῦ σῴζων. 12 ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς, λέγει κύριος ὁ ϑεός. 13 ἔτι ἀπ᾽ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; 14 Οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ισραηλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας ϕεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεϑήσονται. 15 ἐγὼ κύριος ὁ ϑεὸς ὁ ἅγιος ὑμῶν ὁ καταδείξας Ισραηλ βασιλέα ὑμῶν. 16 οὕτως λέγει κύριος ὁ διδοὺς ὁδὸν ἐν ϑαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον 17 ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν, ἀλλὰ ἐκοιμήϑησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσϑησαν ὡς λίνον ἐσβεσμένον 18 Μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσϑε. 19 ἰδοὺ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσϑε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. 20 εὐλογήσει με τὰ ϑηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ ϑυγατέρες στρουϑῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, 21 λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσϑαι. 22 οὐ νῦν ἐκάλεσά σε, Ιακωβ, οὐδὲ κοπιᾶσαί σε ἐποίησα, Ισραηλ· 23 οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς ϑυσίαις σου ἐδόξασάς με, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ, 24 οὐδὲ ἐκτήσω μοι ἀργυρίου ϑυμίαμα, οὐδὲ τὸ στέαρ τῶν ϑυσιῶν σου ἐπεϑύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου. 25 ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείϕων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησϑήσομαι. 26 σὺ δὲ μνήσϑητι καὶ κριϑῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωϑῇς. 27 οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες αὐτῶν ἠνόμησαν εἰς ἐμέ, 28 καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 44

1 νῦν δὲ ἄκουσον, παῖς μου Ιακωβ καὶ Ισραηλ, ὃν ἐξελεξάμην· 2 οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηϑηϑήσῃ, μὴ ϕοβοῦ, παῖς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ, ὃν ἐξελεξάμην· 3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιϑήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, 4 καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. 5 οὗτος ἐρεῖ Τοῦ ϑεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ, καὶ ἕτερος ἐπιγράψει Τοῦ ϑεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ισραηλ. 6 Οὕτως λέγει ὁ ϑεὸς ὁ βασιλεὺς τοῦ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν ϑεὸς σαβαωϑ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν ϑεός. 7 τίς ὥσπερ ἐγώ; στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀϕ᾽ οὗ ἐποίησα ἄνϑρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλϑεῖν ἀναγγειλάτωσαν ὑμῖν. 8 μὴ παρακαλύπτεσϑε· οὐκ ἀπ᾽ ἀρχῆς ἠνωτίσασϑε καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστιν ϑεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε. 9 οἱ πλάσσοντες καὶ γλύϕοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταϑύμια αὐτῶν, ἃ οὐκ ὠϕελήσει αὐτούς· ἀλλὰ αἰσχυνϑήσονται 10 πάντες οἱ πλάσσοντες ϑεὸν καὶ γλύϕοντες ἀνωϕελῆ, 11 καὶ πάντες ὅϑεν ἐγένοντο ἐξηράνϑησαν, καὶ κωϕοὶ ἀπὸ ἀνϑρώπων συναχϑήτωσαν πάντες καὶ στήτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνϑήτωσαν ἅμα. 12 ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσϑενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. ἐκλεξάμενος 13 τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύϑμισεν αὐτό, ἐποίησεν αὐτὸ ὡς μορϕὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνϑρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. 14 ὃ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐϕύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν, 15 ἵνα ᾖ ἀνϑρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ᾽ αὐτοῦ ἐϑερμάνϑη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾽ αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς ϑεούς, καὶ προσκυνοῦσιν αὐτούς. 16 οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾽ αὐτῶν· καὶ ἐπ᾽ αὐτοῦ κρέας ὀπτήσας ἔϕαγεν καὶ ἐνεπλήσϑη· καὶ ϑερμανϑεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐϑερμάνϑην καὶ εἶδον πῦρ. 17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς ϑεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων Ἐξελοῦ με, ὅτι ϑεός μου εἶ σύ. 18 οὐκ ἔγνωσαν ϕρονῆσαι, ὅτι ἀπημαυρώϑησαν τοῦ βλέπειν τοῖς ὀϕϑαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. 19 καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ ϕρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνϑράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔϕαγεν καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ. 20 γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσϑαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μου; 21 Μνήσϑητι ταῦτα, Ιακωβ καὶ Ισραηλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ισραηλ, μὴ ἐπιλανϑάνου μου. 22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεϕέλην τὰς ἀνομίας σου καὶ ὡς γνόϕον τὰς ἁμαρτίας σου· ἐπιστράϕητι πρός με, καὶ λυτρώσομαί σε. 23 εὐϕράνϑητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ ϑεὸς τὸν Ισραηλ· σαλπίσατε, ϑεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐϕροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ ϑεὸς τὸν Ιακωβ, καὶ Ισραηλ δοξασϑήσεται. 24 Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. τίς ἕτερος 25 διασκεδάσει σημεῖα ἐγγαστριμύϑων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέϕων ϕρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων 26 καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληϑεύων; ὁ λέγων Ιερουσαλημ Κατοικηϑήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ιουδαίας Οἰκοδομηϑήσεσϑε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27 ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωϑήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28 ὁ λέγων Κύρῳ ϕρονεῖν, καὶ Πάντα τὰ ϑελήματά μου ποιήσει· ὁ λέγων Ιερουσαλημ Οἰκοδομηϑήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου ϑεμελιώσω.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 45

1 Οὕτως λέγει κύριος ὁ ϑεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσϑεν αὐτοῦ ἔϑνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσϑεν αὐτοῦ ϑύρας, καὶ πόλεις οὐ συγκλεισϑήσονται 2 Ἐγὼ ἔμπροσϑέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, ϑύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω 3 καὶ δώσω σοι ϑησαυροὺς σκοτεινούς, ἀποκρύϕους ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ ϑεὸς ὁ καλῶν τὸ ὄνομά σου, ϑεὸς Ισραηλ. 4 ἕνεκεν Ιακωβ τοῦ παιδός μου καὶ Ισραηλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε, σὺ δὲ οὐκ ἔγνως με. 5 ὅτι ἐγὼ κύριος ὁ ϑεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ ϑεός, καὶ οὐκ ᾔδεις με, 6 ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ· ἐγὼ κύριος ὁ ϑεός, καὶ οὐκ ἔστιν ἔτι· 7 ἐγὼ ὁ κατασκευάσας ϕῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ κύριος ὁ ϑεὸς ὁ ποιῶν ταῦτα πάντα. 8 εὐϕρανϑήτω ὁ οὐρανὸς ἄνωϑεν, καὶ αἱ νεϕέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι κύριος ὁ κτίσας σε. 9 Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας; 10 ὁ λέγων τῷ πατρί Τί γεννήσεις; καὶ τῇ μητρί Τί ὠδινήσεις; 11 ὅτι οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ϑυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασϑέ μοι. 12 ἐγὼ ἐποίησα γῆν καὶ ἄνϑρωπον ἐπ᾽ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. 13 ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐϑεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν κύριος σαβαωϑ. 14 Οὕτως λέγει κύριος σαβαωϑ Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰϑιόπων, καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουϑήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ ϑεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν ϑεὸς πλὴν σοῦ· 15 σὺ γὰρ εἶ ϑεός, καὶ οὐκ ᾔδειμεν, ὁ ϑεὸς τοῦ Ισραηλ σωτήρ. 16 αἰσχυνϑήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσϑε πρός με, νῆσοι. 17 Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνϑήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. 18 Οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν – οὗτος ὁ ϑεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσϑαι – Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι. 19 οὐκ ἐν κρυϕῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ιακωβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήϑειαν. 20 συνάχϑητε καὶ ἥκετε, βουλεύσασϑε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐϑνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς ϑεούς, οἳ οὐ σῴζουσιν. 21 εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ᾽ ἀρχῆς. τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ ϑεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ. 22 ἐπιστράϕητε πρός με καὶ σωϑήσεσϑε, οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ ϑεός, καὶ οὐκ ἔστιν ἄλλος. 23 κατ᾽ ἐμαυτοῦ ὀμνύω Ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραϕήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ ϑεῷ 24 λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνϑήσονται πάντες οἱ ἀϕορίζοντες ἑαυτούς· 25 ἀπὸ κυρίου δικαιωϑήσονται καὶ ἐν τῷ ϑεῷ ἐνδοξασϑήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 46

1 Ἔπεσε Βηλ, συνετρίβη Δαγων, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς ϑηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς ϕορτίον κοπιῶντι 2 καὶ πεινῶντι καὶ ἐκλελυμένῳ οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωϑῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχϑησαν. 3 Ἀκούσατέ μου, οἶκος τοῦ Ιακωβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ισραηλ οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου· 4 ἕως γήρους ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς. 5 τίνι με ὡμοιώσατε; ἴδετε τεχνάσασϑε, οἱ πλανώμενοι. 6 οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταϑμῷ καὶ μισϑωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. 7 αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων, καὶ πορεύονται· ἐὰν δὲ ϑῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηϑῇ· καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. 8 μνήσϑητε ταῦτα καὶ στενάξατε, μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ. 9 καὶ μνήσϑητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ ϑεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ 10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσϑαι, καὶ ἅμα συνετελέσϑη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα, ὅσα βεβούλευμαι, ποιήσω· 11 καλῶν ἀπ᾽ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωϑεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. 12 ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης. 13 ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ᾽ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σιων σωτηρίαν τῷ Ισραηλ εἰς δόξασμα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 47

1 Κατάβηϑι κάϑισον ἐπὶ τὴν γῆν, παρϑένος ϑυγάτηρ Βαβυλῶνος, εἴσελϑε εἰς τὸ σκότος, ϑυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεϑήσῃ κληϑῆναι ἁπαλὴ καὶ τρυϕερά. 2 λαβὲ μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι τὰς κνήμας, διάβηϑι ποταμούς· 3 ἀνακαλυϕϑήσεται ἡ αἰσχύνη σου, ϕανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνϑρώποις. 4 εἶπεν ὁ ῥυσάμενός σε κύριος σαβαωϑ ὄνομα αὐτῷ ἅγιος Ισραηλ 5 Κάϑισον κατανενυγμένη, εἴσελϑε εἰς τὸ σκότος, ϑυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληϑῇς ἰσχὺς βασιλείας. 6 παρωξύνϑην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σϕόδρα. 7 καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσϑης τὰ ἔσχατα. 8 νῦν δὲ ἄκουσον ταῦτα, ἡ τρυϕερὰ ἡ καϑημένη πεποιϑυῖα ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καϑιῶ χήρα οὐδὲ γνώσομαι ὀρϕανείαν. 9 νῦν δὲ ἥξει ἐξαίϕνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίϕνης ἐπὶ σὲ ἐν τῇ ϕαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σϕόδρα 10 τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶϑι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. 11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόϑυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καϑαρὰ γενέσϑαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς. 12 στῆϑι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ ϕαρμακείᾳ σου, ἃ ἐμάνϑανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠϕεληϑῆναι. 13 κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσϑαι. 14 ἰδοὺ πάντες ὡς ϕρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ ϕλογός· ὅτι ἔχεις ἄνϑρακας πυρός, κάϑισαι ἐπ᾽ αὐτούς. 15 οὗτοι ἔσονταί σοι βοήϑεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἄνϑρωπος καϑ᾽ ἑαυτὸν ἐπλανήϑη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 48

1 Ἀκούσατε ταῦτα, οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελϑόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληϑείας οὐδὲ μετὰ δικαιοσύνης 2 καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ ϑεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι, κύριος σαβαωϑ ὄνομα αὐτῷ. 3 Τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλϑεν καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλϑεν. 4 γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. 5 καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλϑεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μου ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι. 6 ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσϑαι, καὶ οὐκ εἶπας. 7 νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς ὅτι Ναί, γινώσκω αὐτά. 8 οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ᾽ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀϑετῶν ἀϑετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κηλϑήσῃ. 9 ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν ϑυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί, ἵνα μὴ ἐξολεϑρεύσω σε. 10 ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας· 11 ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. 12 Ἄκουέ μου, Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, 13 καὶ ἡ χείρ μου ἐϑεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα 14 καὶ συναχϑήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ ϑέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. 15 ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. 16 προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυϕῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ. 17 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ Ἐγώ εἰμι ὁ ϑεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. 18 καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα ϑαλάσσης· 19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολεϑρευϑῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου. 20 Ἔξελϑε ἐκ Βαβυλῶνος ϕεύγων ἀπὸ τῶν Χαλδαίων· ϕωνὴν εὐϕροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσϑω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ. 21 καὶ ἐὰν διψήσωσιν, δι᾽ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισϑήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. 22 οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει κύριος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 49

1 Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔϑνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου 2 καὶ ἔϑηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔϑηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ ϕαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με. 3 καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασϑήσομαι. 4 καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ ϑεοῦ μου. 5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχϑήσομαι καὶ δοξασϑήσομαι ἐναντίον κυρίου, καὶ ὁ ϑεός μου ἔσται μου ἰσχύς – 6 καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληϑῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς ϕυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέϑεικά σε εἰς διαϑήκην γένους εἰς ϕῶς ἐϑνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 7 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ϑεὸς Ισραηλ Ἁγιάσατε τὸν ϕαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐϑνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε. 8 οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήϑησά σοι καὶ ἔδωκά σε εἰς διαϑήκην ἐϑνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, 9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλϑατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυϕϑῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηϑήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· 10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· 11 καὶ ϑήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. 12 ἰδοὺ οὗτοι πόρρωϑεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ ϑαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. 13 εὐϕραίνεσϑε, οὐρανοί, καὶ ἀγαλλιάσϑω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐϕροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ ϑεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. 14 Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάϑετό μου. 15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάϑοιτο ταῦτα γυνή, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος. 16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράϕησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός· 17 καὶ ταχὺ οἰκοδομηϑήσῃ ὑϕ᾽ ὧν καϑῃρέϑης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται. 18 ἆρον κύκλῳ τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχϑησαν καὶ ἤλϑοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιϑήσῃ αὐτοὺς ὡς κόσμον νύμϕης. 19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεϕϑαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνϑήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. 20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. 21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέϑρεψέν μοι; ἐγὼ δὲ κατελείϕϑην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; 22 Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔϑνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ ϑυγατέρας σου ἐπ᾽ ὤμων ἀροῦσιν, 23 καὶ ἔσονται βασιλεῖς τιϑηνοί σου, αἱ δὲ ἄρχουσαι τροϕοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνϑήσῃ. 24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωϑήσεται; 25 οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωϑήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι· 26 καὶ ϕάγονται οἱ ϑλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεϑυσϑήσονται, καὶ αἰσϑανϑήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 50

1 Οὕτως λέγει κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράϑητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. 2 τί ὅτι ἦλϑον καὶ οὐκ ἦν ἄνϑρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασϑαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσϑαι; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν ϑάλασσαν καὶ ϑήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανϑήσονται οἱ ἰχϑύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποϑανοῦνται ἐν δίψει. 3 καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ ϑήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ. 4 Κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔϑηκέν μοι πρωί, προσέϑηκέν μοι ὠτίον ἀκούειν· 5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειϑῶ οὐδὲ ἀντιλέγω. 6 τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· 7 καὶ κύριος βοηϑός μου ἐγενήϑη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔϑηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνϑῶ. 8 ὅτι ἐγγίζει ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. 9 ἰδοὺ κύριος βοηϑεῖ μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωϑήσεσϑε, καὶ ὡς σὴς καταϕάγεται ὑμᾶς. 10 Τίς ἐν ὑμῖν ὁ ϕοβούμενος τὸν κύριον; ἀκουσάτω τῆς ϕωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς ϕῶς, πεποίϑατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασϑε ἐπὶ τῷ ϑεῷ. 11 ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε ϕλόγα· πορεύεσϑε τῷ ϕωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ ϕλογί, ᾗ ἐξεκαύσατε· δι᾽ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηϑήσεσϑε.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 51

1 Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόϑυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 2 ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήϑυνα αὐτόν. 3 καὶ σὲ νῦν παρακαλέσω, Σιων, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ ϑήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον κυρίου· εὐϕροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ ϕωνὴν αἰνέσεως. – 4 ἀκούσατέ μου ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασϑε· ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς ϕῶς ἐϑνῶν. 5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς ϕῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔϑνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. 6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀϕϑαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώϑη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωϑήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποϑανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ. – 7 ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ ϕοβεῖσϑε ὀνειδισμὸν ἀνϑρώπων καὶ τῷ ϕαυλισμῷ αὐτῶν μὴ ἡττᾶσϑε. 8 ὥσπερ γὰρ ἱμάτιον βρωϑήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωϑήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. 9 Ἐξεγείρου ἐξεγείρου, Ιερουσαλημ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ 10 ἡ ἐρημοῦσα ϑάλασσαν, ὕδωρ ἀβύσσου πλῆϑος; ἡ ϑεῖσα τὰ βάϑη τῆς ϑαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις 11 καὶ λελυτρωμένοις; ὑπὸ γὰρ κυρίου ἀποστραϕήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾽ εὐϕροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεϕαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐϕροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. 12 ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶϑι τίνα εὐλαβηϑεῖσα ἐϕοβήϑης ἀπὸ ἀνϑρώπου ϑνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνϑρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνϑησαν. 13 καὶ ἐπελάϑου ϑεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ ϑεμελιώσαντα τὴν γῆν, καὶ ἐϕόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ ϑυμοῦ τοῦ ϑλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ ϑυμὸς τοῦ ϑλίβοντός σε; 14 ἐν γὰρ τῷ σῴζεσϑαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ· 15 ὅτι ἐγὼ ὁ ϑεός σου ὁ ταράσσων τὴν ϑάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, κύριος σαβαωϑ ὄνομά μοι. 16 ϑήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐϑεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιων Λαός μου εἶ σύ. 17 Ἐξεγείρου ἐξεγείρου ἀνάστηϑι, Ιερουσαλημ ἡ πιοῦσα τὸ ποτήριον τοῦ ϑυμοῦ ἐκ χειρὸς κυρίου· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ ϑυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας. 18 καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. 19 δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηϑήσεται; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει; 20 οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καϑεύδοντες ἐπ᾽ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεϕϑον, οἱ πλήρεις ϑυμοῦ κυρίου, ἐκλελυμένοι διὰ κυρίου τοῦ ϑεοῦ. 21 διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεϑύουσα οὐκ ἀπὸ οἴνου· 22 οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληϕα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ ϑυμοῦ, καὶ οὐ προσϑήσῃ ἔτι πιεῖν αὐτό· 23 καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλϑωμεν· καὶ ἔϑηκας ἴσα τῇ γῇ τὰ μετάϕρενά σου ἔξω τοῖς παραπορευομένοις.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 52

1 Ἐξεγείρου ἐξεγείρου, Σιων, ἔνδυσαι τὴν ἰσχύν σου, Σιων, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ιερουσαλημ πόλις ἡ ἁγία· οὐκέτι προστεϑήσεται διελϑεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάϑαρτος. 2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηϑι κάϑισον, Ιερουσαλημ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος ϑυγάτηρ Σιων. 3 ὅτι τάδε λέγει κύριος Δωρεὰν ἐπράϑητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωϑήσεσϑε. 4 οὕτως λέγει κύριος Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχϑησαν· 5 καὶ νῦν τί ὧδέ ἐστε; τάδε λέγει κύριος. ὅτι ἐλήμϕϑη ὁ λαός μου δωρεάν, ϑαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει κύριος. δι᾽ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασϕημεῖται ἐν τοῖς ἔϑνεσιν. 6 διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι 7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαϑά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων Βασιλεύσει σου ὁ ϑεός· 8 ὅτι ϕωνὴ τῶν ϕυλασσόντων σε ὑψώϑη, καὶ τῇ ϕωνῇ ἅμα εὐϕρανϑήσονται· ὅτι ὀϕϑαλμοὶ πρὸς ὀϕϑαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων. 9 ῥηξάτω εὐϕροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ. 10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐϑνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ ϑεοῦ. 11 ἀπόστητε ἀπόστητε ἐξέλϑατε ἐκεῖϑεν καὶ ἀκαϑάρτου μὴ ἅπτεσϑε, ἐξέλϑατε ἐκ μέσου αὐτῆς ἀϕορίσϑητε, οἱ ϕέροντες τὰ σκεύη κυρίου· 12 ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσϑε οὐδὲ ϕυγῇ πορεύσεσϑε, πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ ϑεὸς Ισραηλ. 13 Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωϑήσεται καὶ δοξασϑήσεται σϕόδρα. 14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί – οὕτως ἀδοξήσει ἀπὸ ἀνϑρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνϑρώπων – , 15 οὕτως ϑαυμάσονται ἔϑνη πολλὰ ἐπ᾽ αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν. –

Liber Isaiæ prophetæ - Ἠσαίας caput 53

1 κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύϕϑη; 2 ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· 3 ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας ἀνϑρώπους, ἄνϑρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς ϕέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσϑη καὶ οὐκ ἐλογίσϑη. 4 οὗτος τὰς ἁμαρτίας ἡμῶν ϕέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεϑα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. 5 αὐτὸς δὲ ἐτραυματίσϑη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάϑημεν. 6 πάντες ὡς πρόβατα ἐπλανήϑημεν, ἄνϑρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήϑη· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. 7 καὶ αὐτὸς διὰ τὸ κεκακῶσϑαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σϕαγὴν ἤχϑη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄϕωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 8 ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρϑη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχϑη εἰς ϑάνατον. 9 καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταϕῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ ϑανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέϑη δόλος ἐν τῷ στόματι αὐτοῦ. 10 καὶ κύριος βούλεται καϑαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται κύριος ἀϕελεῖν 11 ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ ϕῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. 12 διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνϑ᾽ ὧν παρεδόϑη εἰς ϑάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσϑη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόϑη.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 54

1 Εὐϕράνϑητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, εἶπεν γὰρ κύριος. 2 πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ ϕείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον. 3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔϑνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. 4 μὴ ϕοβοῦ ὅτι κατῃσχύνϑης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσϑης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησϑήσῃ. 5 ὅτι κύριος ὁ ποιῶν σε, κύριος σαβαωϑ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε αὐτὸς ϑεὸς Ισραηλ, πάσῃ τῇ γῇ κληϑήσεται. 6 οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ᾽ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ ϑεός σου· 7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε, 8 ἐν ϑυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε κύριος. 9 ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νωε τοῦτό μοί ἐστιν· καϑότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ ϑυμωϑήσεσϑαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλῇ σου 10 τὰ ὄρη μεταστήσεσϑαι οὐδὲ οἱ βουνοί σου μετακινηϑήσονται, οὕτως οὐδὲ τὸ παρ᾽ ἐμοῦ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαϑήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπεν γὰρ κύριος Ἵλεώς σοι. 11 Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήϑης, ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνϑρακα τὸν λίϑον σου καὶ τὰ ϑεμέλιά σου σάπϕειρον 12 καὶ ϑήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίϑους κρυστάλλου καὶ τὸν περίβολόν σου λίϑους ἐκλεκτοὺς 13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς ϑεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου. 14 καὶ ἐν δικαιοσύνῃ οἰκοδομηϑήσῃ· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ ϕοβηϑήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. 15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι᾽ ἐμοῦ καὶ ἐπὶ σὲ καταϕεύξονται. 16 ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς ϕυσῶν ἄνϑρακας καὶ ἐκϕέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν ϕϑεῖραι 17 πᾶν σκεῦος ϕϑαρτόν. ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα ϕωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν· πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς ϑεραπεύουσιν κύριον, καὶ ὑμεῖς ἔσεσϑέ μοι δίκαιοι, λέγει κύριος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 55

1 Οἱ διψῶντες, πορεύεσϑε ἐϕ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ. 2 ἵνα τί τιμᾶσϑε ἀργυρίου, καὶ τὸν μόχϑον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου καὶ ϕάγεσϑε ἀγαϑά, καὶ ἐντρυϕήσει ἐν ἀγαϑοῖς ἡ ψυχὴ ὑμῶν. 3 προσέχετε τοῖς ὠτίοις ὑμῶν καὶ ἐπακολουϑήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαϑοῖς ἡ ψυχὴ ὑμῶν· καὶ διαϑήσομαι ὑμῖν διαϑήκην αἰώνιον, τὰ ὅσια Δαυιδ τὰ πιστά. 4 ἰδοὺ μαρτύριον ἐν ἔϑνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔϑνεσιν. 5 ἔϑνη, ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταϕεύξονται ἕνεκεν τοῦ ϑεοῦ σου τοῦ ἁγίου Ισραηλ, ὅτι ἐδόξασέν σε. 6 Ζητήσατε τὸν ϑεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασϑε· ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, 7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραϕήτω ἐπὶ κύριον, καὶ ἐλεηϑήσεται, ὅτι ἐπὶ πολὺ ἀϕήσει τὰς ἁμαρτίας ὑμῶν. 8 οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει κύριος· 9 ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. 10 ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραϕῇ, ἕως ἂν μεϑύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, 11 οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλϑῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραϕῇ, ἕως ἂν συντελεσϑῇ ὅσα ἠϑέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου. 12 ἐν γὰρ εὐϕροσύνῃ ἐξελεύσεσϑε καὶ ἐν χαρᾷ διδαχϑήσεσϑε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις, 13 καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 56

1 Τάδε λέγει κύριος Φυλάσσεσϑε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσϑαι καὶ τὸ ἔλεός μου ἀποκαλυϕϑῆναι. 2 μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνϑρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ ϕυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα. 3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον Ἀϕοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. 4 τάδε λέγει κύριος Τοῖς εὐνούχοις, ὅσοι ἂν ϕυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ ϑέλω καὶ ἀντέχωνται τῆς διαϑήκης μου, 5 δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ ϑυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει. 6 καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς ϕυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαϑήκης μου, 7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐϕρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ ϑυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ ϑυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληϑήσεται πᾶσιν τοῖς ἔϑνεσιν, 8 εἶπεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ, ὅτι συνάξω ἐπ᾽ αὐτὸν συναγωγήν. 9 Πάντα τὰ ϑηρία τὰ ἄγρια, δεῦτε ϕάγετε, πάντα τὰ ϑηρία τοῦ δρυμοῦ. 10 ἴδετε ὅτι πάντες ἐκτετύϕλωνται, οὐκ ἔγνωσαν ϕρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, ϕιλοῦντες νυστάξαι. 11 καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούϑησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 57

1 Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· 2 ἔσται ἐν εἰρήνῃ ἡ ταϕὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. 3 ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· 4 ἐν τίνι ἐνετρυϕήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; 5 οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σϕάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς ϕάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. 6 ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας ϑυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισϑήσομαι; 7 ἐπ᾽ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, κἀκεῖ ἀνεβίβασας ϑυσίας. 8 καὶ ὀπίσω τῶν σταϑμῶν τῆς ϑύρας σου ἔϑηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ᾽ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ 9 καὶ ἐπλήϑυνας τὴν πορνείαν σου μετ᾽ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώϑης ἕως ᾅδου. 10 ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας Παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήϑης μου 11 σύ. τίνα εὐλαβηϑεῖσα ἐϕοβήϑης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσϑης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐϕοβήϑης. 12 κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, ἃ οὐκ ὠϕελήσουσίν σε. 13 ὅταν ἀναβοήσῃς, ἐξελέσϑωσάν σε ἐν τῇ ϑλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου. 14 καὶ ἐροῦσιν Καϑαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. 15 Τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροϑυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν 16 Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισϑήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ᾽ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. 17 δι᾽ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτοῦ, καὶ ἐλυπήϑη καὶ ἐπορεύϑη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. 18 τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληϑινήν, 19 εἰρήνην ἐπ᾽ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν· καὶ εἶπεν κύριος Ἰάσομαι αὐτούς. 20 οἱ δὲ ἄδικοι οὕτως κλυδωνισϑήσονται καὶ ἀναπαύσασϑαι οὐ δυνήσονται. 21 οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν κύριος ὁ ϑεός.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 58

1 Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ ϕείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν ϕωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ιακωβ τὰς ἀνομίας αὐτῶν. 2 ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιϑυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν ϑεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσίν με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν ϑεῷ ἐπιϑυμοῦσιν 3 λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ ϑελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. 4 εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσϑῆναι ἐν κραυγῇ τὴν ϕωνὴν ὑμῶν; 5 οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνϑρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾽ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾽ οὕτως καλέσετε νηστείαν δεκτήν. 6 οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεϑραυσμένους ἐν ἀϕέσει καὶ πᾶσαν συγγραϕὴν ἄδικον διάσπα· 7 διάϑρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. 8 τότε ῥαγήσεται πρόιμον τὸ ϕῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσϑέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ ϑεοῦ περιστελεῖ σε· 9 τότε βοήσῃ, καὶ ὁ ϑεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ Ἰδοὺ πάρειμι. ἐὰν ἀϕέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ 10 καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ ϕῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. 11 καὶ ἔσται ὁ ϑεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησϑήσῃ καϑάπερ ἐπιϑυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανϑήσεται, καὶ ἔσῃ ὡς κῆπος μεϑύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ, καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανϑήσεται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. 12 καὶ οἰκοδομηϑήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ ϑεμέλια αἰώνια γενεῶν γενεαῖς· καὶ κληϑήσῃ Οἰκοδόμος ϕραγμῶν, καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις. 13 ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ ϑελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυϕερά, ἅγια τῷ ϑεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾽ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, 14 καὶ ἔσῃ πεποιϑὼς ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαϑὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ιακωβ τοῦ πατρός σου· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 59

1 Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; 2 ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ ϑεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀϕ᾽ ὑμῶν τοῦ μὴ ἐλεῆσαι. 3 αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. 4 οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληϑινή· πεποίϑασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν. 5 ᾠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑϕαίνουσιν· καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν ϕαγεῖν συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος· 6 ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. 7 οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀϕρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν. 8 καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην. 9 διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾽ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν ϕῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. 10 ψηλαϕήσουσιν ὡς τυϕλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀϕϑαλμῶν ψηλαϕήσουσιν· καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποϑνῄσκοντες στενάξουσιν. 11 ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀϕέστηκεν ἀϕ᾽ ἡμῶν. 12 πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν· 13 ἠσεβήσαμεν καὶ ἐψευσάμεϑα καὶ ἀπέστημεν ἀπὸ ὄπισϑεν τοῦ ϑεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειϑήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους· 14 καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀϕέστηκεν, ὅτι καταναλώϑη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήϑεια, καὶ δι᾽ εὐϑείας οὐκ ἠδύναντο διελϑεῖν. 15 καὶ ἡ ἀλήϑεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδεν κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. 16 καὶ εἶδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο. 17 καὶ ἐνεδύσατο δικαιοσύνην ὡς ϑώρακα καὶ περιέϑετο περικεϕαλαίαν σωτηρίου ἐπὶ τῆς κεϕαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον 18 ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. 19 καὶ ϕοβηϑήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ᾽ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου, ἥξει μετὰ ϑυμοῦ. 20 καὶ ἥξει ἕνεκεν Σιων ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ. 21 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαϑήκη, εἶπεν κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν γὰρ κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 59

1 Φωτίζου ϕωτίζου, Ιερουσαλημ, ἥκει γάρ σου τὸ ϕῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. 2 ἰδοὺ σκότος καὶ γνόϕος καλύψει γῆν ἐπ᾽ ἔϑνη· ἐπὶ δὲ σὲ ϕανήσεται κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀϕϑήσεται. 3 καὶ πορεύσονται βασιλεῖς τῷ ϕωτί σου καὶ ἔϑνη τῇ λαμπρότητί σου. 4 ἆρον κύκλῳ τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόϑεν, καὶ αἱ ϑυγατέρες σου ἐπ᾽ ὤμων ἀρϑήσονται. 5 τότε ὄψῃ καὶ ϕοβηϑήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος ϑαλάσσης καὶ ἐϑνῶν καὶ λαῶν. καὶ ἥξουσίν σοι 6 ἀγέλαι καμήλων, καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιϕα· πάντες ἐκ Σαβα ἥξουσιν ϕέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται. 7 καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχϑήσονταί σοι, καὶ κριοὶ Ναβαιωϑ ἥξουσίν σοι, καὶ ἀνενεχϑήσεται δεκτὰ ἐπὶ τὸ ϑυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασϑήσεται. 8 τίνες οἵδε ὡς νεϕέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς; 9 ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόϑεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ᾽ αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι. 10 καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε. 11 καὶ ἀνοιχϑήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισϑήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐϑνῶν καὶ βασιλεῖς ἀγομένους. 12 τὰ γὰρ ἔϑνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσίν σοι, ἀπολοῦνται, καὶ τὰ ἔϑνη ἐρημίᾳ ἐρημωϑήσονται. 13 καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου. 14 καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληϑήσῃ Πόλις κυρίου Σιων ἁγίου Ισραηλ. 15 διὰ τὸ γεγενῆσϑαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν ὁ βοηϑῶν, καὶ ϑήσω σε ἀγαλλίαμα αἰώνιον, εὐϕροσύνην γενεῶν γενεαῖς. 16 καὶ ϑηλάσεις γάλα ἐϑνῶν καὶ πλοῦτον βασιλέων ϕάγεσαι· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ϑεὸς Ισραηλ. 17 καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίϑων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ· 18 καὶ οὐκ ἀκουσϑήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληϑήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα. 19 καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς ϕῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης ϕωτιεῖ σοι τὴν νύκτα, ἀλλ᾽ ἔσται σοι κύριος ϕῶς αἰώνιον καὶ ὁ ϑεὸς δόξα σου. 20 οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύριός σοι ϕῶς αἰώνιον, καὶ ἀναπληρωϑήσονται αἱ ἡμέραι τοῦ πένϑους σου. 21 καὶ ὁ λαός σου πᾶς δίκαιος, καὶ δι᾽ αἰῶνος κληρονομήσουσιν τὴν γῆν, ϕυλάσσων τὸ ϕύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. 22 ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔϑνος μέγα· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 62

1 Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασϑαι πτωχοῖς ἀπέσταλκέν με, ἰάσασϑαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄϕεσιν καὶ τυϕλοῖς ἀνάβλεψιν, 2 καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενϑοῦντας, 3 δοϑῆναι τοῖς πενϑοῦσιν Σιων δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐϕροσύνης τοῖς πενϑοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληϑήσονται γενεαὶ δικαιοσύνης, ϕύτευμα κυρίου εἰς δόξαν. 4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς. 5 καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόϕυλοι ἀροτῆρες καὶ ἀμπελουργοί· 6 ὑμεῖς δὲ ἱερεῖς κυρίου κληϑήσεσϑε, λειτουργοὶ ϑεοῦ· ἰσχὺν ἐϑνῶν κατέδεσϑε καὶ ἐν τῷ πλούτῳ αὐτῶν ϑαυμασϑήσεσϑε. 7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γῆν, καὶ εὐϕροσύνη αἰώνιος ὑπὲρ κεϕαλῆς αὐτῶν. 8 ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχϑον αὐτῶν δικαίοις καὶ διαϑήκην αἰώνιον διαϑήσομαι αὐτοῖς. 9 καὶ γνωσϑήσεται ἐν τοῖς ἔϑνεσιν τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ ϑεοῦ 10 καὶ εὐϕροσύνῃ εὐϕρανϑήσονται ἐπὶ κύριον. – ἀγαλλιάσϑω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐϕροσύνης ὡς νυμϕίῳ περιέϑηκέν μοι μίτραν καὶ ὡς νύμϕην κατεκόσμησέν με κόσμῳ. 11 καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνϑος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐϑνῶν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 62

1 Διὰ Σιων οὐ σιωπήσομαι καὶ διὰ Ιερουσαλημ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλϑῃ ὡς ϕῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυϑήσεται. 2 καὶ ὄψονται ἔϑνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό. 3 καὶ ἔσῃ στέϕανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ ϑεοῦ σου. 4 καὶ οὐκέτι κληϑήσῃ Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληϑήσεται Ἔρημος· σοὶ γὰρ κληϑήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη. 5 καὶ ὡς συνοικῶν νεανίσκος παρϑένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ· καὶ ἔσται ὃν τρόπον εὐϕρανϑήσεται νυμϕίος ἐπὶ νύμϕῃ, οὕτως εὐϕρανϑήσεται κύριος ἐπὶ σοί. 6 καὶ ἐπὶ τῶν τειχέων σου, Ιερουσαλημ, κατέστησα ϕύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι κυρίου. 7 οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορϑώσῃ καὶ ποιήσῃ Ιερουσαλημ ἀγαυρίαμα ἐπὶ τῆς γῆς. 8 ὤμοσεν κύριος κατὰ τῆς δεξιᾶς αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχϑροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐϕ᾽ ᾧ ἐμόχϑησας· 9 ἀλλ᾽ ἢ οἱ συνάγοντες ϕάγονται αὐτὰ καὶ αἰνέσουσιν κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις μου. 10 πορεύεσϑε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίϑους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔϑνη. 11 ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς Εἴπατε τῇ ϑυγατρὶ Σιων Ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισϑὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. 12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου, σὺ δὲ κληϑήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 63

1 Τίς οὗτος ὁ παραγινόμενος ἐξ Εδωμ, ἐρύϑημα ἱματίων ἐκ Βοσορ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. 2 διὰ τί σου ἐρυϑρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 3 πλήρης καταπεπατημένης, καὶ τῶν ἐϑνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾽ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν ϑυμῷ καὶ κατέϑλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 4 ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλϑεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν. 5 καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηϑός· καὶ προσενόησα, καὶ οὐϑεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ ϑυμός μου ἐπέστη. 6 καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 7 Τὸν ἔλεον κυρίου ἐμνήσϑην, τὰς ἀρετὰς κυρίου ἐν πᾶσιν, οἷς ὁ κύριος ἡμῖν ἀνταποδίδωσιν· κύριος κριτὴς ἀγαϑὸς τῷ οἴκῳ Ισραηλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆϑος τῆς δικαιοσύνης αὐτοῦ. 8 καὶ εἶπεν Οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀϑετήσωσιν; καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν 9 ἐκ πάσης ϑλίψεως. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ᾽ αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ ϕείδεσϑαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. 10 αὐτοὶ δὲ ἠπείϑησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράϕη αὐτοῖς εἰς ἔχϑραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς. 11 καὶ ἐμνήσϑη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ὁ ϑεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; 12 ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον. 13 ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι᾽ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν. 14 καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης. 15 Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆϑος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; 16 σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Αβρααμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπ᾽ ἀρχῆς τὸ ὄνομά σου ἐϕ᾽ ἡμᾶς ἐστιν. 17 τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ ϕοβεῖσϑαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς ϕυλὰς τῆς κληρονομίας σου, 18 ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. 19 ἐγενόμεϑα ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήϑη τὸ ὄνομά σου ἐϕ᾽ ἡμᾶς. ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται,

Liber Isaiæ prophetæ - Ἠσαίας caput 64

1 ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ ϕανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔϑνη ταραχϑήσονται. 2 ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη. 3 ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀϕϑαλμοὶ ἡμῶν εἶδον ϑεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. 4 συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησϑήσονται. ἰδοὺ σὺ ὠργίσϑης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήϑημεν. 5 καὶ ἐγενήϑημεν ὡς ἀκάϑαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαϑημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς ϕύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. 6 καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησϑεὶς ἀντιλαβέσϑαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀϕ᾽ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. – 7 καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες· 8 μὴ ὀργίζου ἡμῖν σϕόδρα καὶ μὴ ἐν καιρῷ μνησϑῇς ἁμαρτιῶν ἡμῶν. καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. 9 πόλις τοῦ ἁγίου σου ἐγενήϑη ἔρημος, Σιων ὡς ἔρημος ἐγενήϑη, Ιερουσαλημ εἰς κατάραν. 10 ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήϑη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν. 11 καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σϕόδρα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 65

1 Ἐμϕανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέϑην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι, τῷ ἔϑνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. 2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειϑοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύϑησαν ὁδῷ ἀληϑινῇ, ἀλλ᾽ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. 3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός, αὐτοὶ ϑυσιάζουσιν ἐν τοῖς κήποις καὶ ϑυμιῶσιν ἐπὶ ταῖς πλίνϑοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν· 4 καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι᾽ ἐνύπνια, οἱ ἔσϑοντες κρέα ὕεια καὶ ζωμὸν ϑυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν· 5 οἱ λέγοντες Πόρρω ἀπ᾽ ἐμοῦ, μὴ ἐγγίσῃς μου, ὅτι καϑαρός εἰμι· οὗτος καπνὸς τοῦ ϑυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. 6 ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσω, ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν· 7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει κύριος, οἳ ἐϑυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. 8 Οὕτως λέγει κύριος Ὃν τρόπον εὑρεϑήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. 9 καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. 10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ ϕάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. 11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανϑανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, 12 ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σϕαγῇ πεσεῖσϑε, ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασϑε. 13 Διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι ϕάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐϕρανϑήσονται, ὑμεῖς δὲ αἰσχυνϑήσεσϑε· 14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐϕροσύνῃ, ὑμεῖς δὲ κεκράξεσϑε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. 15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύουσιν αὐτῷ κληϑήσεται ὄνομα καινόν, 16 ὃ εὐλογηϑήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν ϑεὸν τὸν ἀληϑινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν ϑεὸν τὸν ἀληϑινόν· ἐπιλήσονται γὰρ τὴν ϑλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. – 17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησϑῶσιν τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλϑῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18 ἀλλ᾽ εὐϕροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐϕροσύνην. 19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐϕρανϑήσομαι ἐπὶ τῷ λαῷ μου, καὶ οὐκέτι μὴ ἀκουσϑῇ ἐν αὐτῇ ϕωνὴ κλαυϑμοῦ οὐδὲ ϕωνὴ κραυγῆς. 20 καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποϑνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. 21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ ϕάγονται τὰ γενήματα αὐτῶν· 22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὐ μὴ ϕυτεύσουσιν καὶ ἄλλοι ϕάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. 23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα ηὐλογημένον ὑπὸ ϑεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾽ αὐτῶν ἔσονται. 24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν; 25 τότε λύκοι καὶ ἄρνες βοσκηϑήσονται ἅμα, καὶ λέων ὡς βοῦς ϕάγεται ἄχυρα, ὄϕις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει κύριος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 66

1 Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι ϑρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; 2 πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου; 3 ὁ δὲ ἄνομος ὁ ϑύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα, ὁ δὲ ἀναϕέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσϕημος· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠϑέλησεν, 4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. 5 Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελϕοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασϑῇ καὶ ὀϕϑῇ ἐν τῇ εὐϕροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνϑήσονται. 6 ϕωνὴ κραυγῆς ἐκ πόλεως, ϕωνὴ ἐκ ναοῦ, ϕωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. 7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλϑεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέϕυγεν καὶ ἔτεκεν ἄρσεν. 8 τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; ἦ ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχϑη ἔϑνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτῆς. 9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσϑης μου, εἶπεν κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ ϑεός. 10 εὐϕράνϑητι, Ιερουσαλημ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε χαρᾷ, πάντες ὅσοι πενϑεῖτε ἐπ᾽ αὐτῆς, 11 ἵνα ϑηλάσητε καὶ ἐμπλησϑῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκϑηλάσαντες τρυϕήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. 12 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐϑνῶν· τὰ παιδία αὐτῶν ἐπ᾽ ὤμων ἀρϑήσονται καὶ ἐπὶ γονάτων παρακληϑήσονται. 13 ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ιερουσαλημ παρακληϑήσεσϑε. 14 καὶ ὄψεσϑε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσϑήσεται ἡ χεὶρ κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειϑοῦσιν. 15 Ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν ϑυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν ϕλογὶ πυρός. 16 ἐν γὰρ τῷ πυρὶ κυρίου κριϑήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομϕαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου. 17 οἱ ἁγνιζόμενοι καὶ καϑαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προϑύροις ἔσϑοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νῦν ἐπὶ τὸ αὐτὸ ἀναλωϑήσονται, εἶπεν κύριος, 18 κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔϑνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου. 19 καὶ καταλείψω ἐπ᾽ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους εἰς τὰ ἔϑνη, εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔϑνεσιν. 20 καὶ ἄξουσιν τοὺς ἀδελϕοὺς ὑμῶν ἐκ πάντων τῶν ἐϑνῶν δῶρον κυρίῳ μεϑ᾽ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ, εἶπεν κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς ϑυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου. 21 καὶ ἀπ᾽ αὐτῶν λήμψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπεν κύριος. 22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. 23 καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ιερουσαλημ, εἶπεν κύριος. 24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνϑρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσϑήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

Liber Jeremiæ prophetæ - Ἰερεμίας

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 1

1 Τὸ ῥῆμα τοῦ ϑεοῦ, ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Αναϑωϑ ἐν γῇ Βενιαμιν· 2 ὃς ἐγενήϑη λόγος τοῦ ϑεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ· 3 καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνί. 4 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 5 Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελϑεῖν ἐκ μήτρας ἡγίακά σε, προϕήτην εἰς ἔϑνη τέϑεικά σε. 6 καὶ εἶπα Ὦ δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. 7 καὶ εἶπεν κύριος πρός με Μὴ λέγε ὅτι Νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις· 8 μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, λέγει κύριος. 9 καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· 10 ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔϑνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταϕυτεύειν. 11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Βακτηρίαν καρυίνην. 12 καὶ εἶπεν κύριος πρός με Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. – 13 καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ. 14 καὶ εἶπεν κύριος πρός με Ἀπὸ προσώπου βορρᾶ ἐκκαυϑήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. 15 διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει κύριος, καὶ ἥξουσιν καὶ ϑήσουσιν ἕκαστος τὸν ϑρόνον αὐτοῦ ἐπὶ τὰ πρόϑυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα. 16 καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔϑυσαν ϑεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 17 καὶ σὺ περίζωσαι τὴν ὀσϕύν σου καὶ ἀνάστηϑι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηϑῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, λέγει κύριος. 18 ἰδοὺ τέϑεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς, 19 καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, εἶπεν κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 2

2 Καὶ εἶπεν Τάδε λέγει κύριος Ἐμνήσϑην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουϑῆσαί σε τῷ ἁγίῳ Ισραηλ, λέγει κύριος 3 ἅγιος Ισραηλ. τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσϑοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ᾽ αὐτούς, ϕησὶν κύριος. 4 ἀκούσατε λόγον κυρίου, οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ. 5 τάδε λέγει κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ᾽ ἐμοῦ καὶ ἐπορεύϑησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώϑησαν; 6 καὶ οὐκ εἶπαν Ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καϑοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐϑὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνϑρώπου; 7 καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ ϕαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαϑὰ αὐτοῦ· καὶ εἰσήλϑατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔϑεσϑε εἰς βδέλυγμα. 8 οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προϕῆται ἐπροϕήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωϕελοῦς ἐπορεύϑησαν. 9 διὰ τοῦτο ἔτι κριϑήσομαι πρὸς ὑμᾶς, λέγει κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριϑήσομαι. 10 διότι διέλϑετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε, καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σϕόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα. 11 εἰ ἀλλάξονται ἔϑνη ϑεοὺς αὐτῶν; καὶ οὗτοι οὔκ εἰσιν ϑεοί. ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠϕεληϑήσονται. 12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔϕριξεν ἐπὶ πλεῖον σϕόδρα, λέγει κύριος. 13 ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. 14 Μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν; διὰ τί εἰς προνομὴν ἐγένετο; 15 ἐπ᾽ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν ϕωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάϕησαν παρὰ τὸ μὴ κατοικεῖσϑαι. 16 καὶ υἱοὶ Μέμϕεως καὶ Ταϕνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου. 17 οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει κύριος ὁ ϑεός σου. 18 καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν; 19 παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶϑι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει κύριος ὁ ϑεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει κύριος ὁ ϑεός σου. 20 ὅτι ἀπ᾽ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας Οὐ δουλεύσω, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυϑήσομαι ἐν τῇ πορνείᾳ μου. 21 ἐγὼ δὲ ἐϕύτευσά σε ἄμπελον καρποϕόρον πᾶσαν ἀληϑινήν· πῶς ἐστράϕης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; 22 ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληϑύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος. 23 πῶς ἐρεῖς Οὐκ ἐμιάνϑην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύϑην; ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶϑι τί ἐποίησας. ὀψὲ ϕωνὴ αὐτῆς ὠλόλυξεν, τὰς ὁδοὺς αὐτῆς 24 ἐπλάτυνεν ἐϕ᾽ ὕδατα ἐρήμου, ἐν ἐπιϑυμίαις ψυχῆς αὐτῆς ἐπνευματοϕορεῖτο, παρεδόϑη· τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν. 25 ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν ϕάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν Ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο. 26 ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνϑήσονται οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προϕῆται αὐτῶν. 27 τῷ ξύλῳ εἶπαν ὅτι Πατήρ μου εἶ σύ, καὶ τῷ λίϑῳ Σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ᾽ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἡμᾶς. 28 καὶ ποῦ εἰσιν οἱ ϑεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατ᾽ ἀριϑμὸν τῶν πόλεών σου ἦσαν ϑεοί σου, Ιουδα, καὶ κατ᾽ ἀριϑμὸν διόδων τῆς Ιερουσαλημ ἔϑυον τῇ Βααλ. 29 ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει κύριος. 30 μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασϑε· μάχαιρα κατέϕαγεν τοὺς προϕήτας ὑμῶν ὡς λέων ὀλεϑρεύων, καὶ οὐκ ἐϕοβήϑητε. 31 ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη; διὰ τί εἶπεν ὁ λαός μου Οὐ κυριευϑησόμεϑα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι; 32 μὴ ἐπιλήσεται νύμϕη τὸν κόσμον αὐτῆς καὶ παρϑένος τὴν στηϑοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάϑετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριϑμός. 33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως, ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. 34 καὶ ἐν ταῖς χερσίν σου εὑρέϑησαν αἵματα ψυχῶν ἀϑῴων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ᾽ ἐπὶ πάσῃ δρυί. 35 καὶ εἶπας Ἀϑῷός εἰμι, ἀλλὰ ἀποστραϕήτω ὁ ϑυμὸς αὐτοῦ ἀπ᾽ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον. 36 τί κατεϕρόνησας σϕόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνϑήσῃ, καϑὼς κατῃσχύνϑης ἀπὸ Ασσουρ. 37 ὅτι καὶ ἐντεῦϑεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεϕαλῆς σου· ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωϑήσῃ ἐν αὐτῇ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 3

1 Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλϑῃ ἀπ᾽ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανϑήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς· καὶ ἀνέκαμπτες πρός με; λέγει κύριος. 2 ἆρον εἰς εὐϑεῖαν τοὺς ὀϕϑαλμούς σου καὶ ἰδέ· ποῦ οὐχὶ ἐξεϕύρϑης; ἐπὶ ταῖς ὁδοῖς ἐκάϑισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου. 3 καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. 4 οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρϑενίας σου; 5 μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ διαϕυλαχϑήσεται εἰς νεῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσϑης. 6 Καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ· ἐπορεύϑησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ. 7 καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν· καὶ εἶδεν τὴν ἀσυνϑεσίαν αὐτῆς ἡ ἀσύνϑετος Ιουδα. 8 καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμϕϑη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ισραηλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐϕοβήϑη ἡ ἀσύνϑετος Ιουδα καὶ ἐπορεύϑη καὶ ἐπόρνευσεν καὶ αὐτή. 9 καὶ ἐγένετο εἰς οὐϑὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίϑον. 10 καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράϕη πρός με ἡ ἀσύνϑετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ᾽ ἐπὶ ψεύδει. 11 καὶ εἶπεν κύριος πρός με Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνϑέτου Ιουδα. 12 πορεύου καὶ ἀνάγνωϑι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς Ἐπιστράϕητι πρός με, ἡ κατοικία τοῦ Ισραηλ, λέγει κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐϕ᾽ ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. 13 πλὴν γνῶϑι τὴν ἀδικίαν σου, ὅτι εἰς κύριον τὸν ϑεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ ϕωνῆς μου οὐχ ὑπήκουσας, λέγει κύριος. 14 ἐπιστράϕητε, υἱοὶ ἀϕεστηκότες, λέγει κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων 15 καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ᾽ ἐπιστήμης. 16 καὶ ἔσται ἐὰν πληϑυνϑῆτε καὶ αὐξηϑῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος, οὐκ ἐροῦσιν ἔτι Κιβωτὸς διαϑήκης ἁγίου Ισραηλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασϑήσεται οὐδὲ ἐπισκεϕϑήσεται καὶ οὐ ποιηϑήσεται ἔτι· 17 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ Θρόνος κυρίου, καὶ συναχϑήσονται εἰς αὐτὴν πάντα τὰ ἔϑνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνϑυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. 18 ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν. 19 καὶ ἐγὼ εἶπα Γένοιτο, κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν ϑεοῦ παντοκράτορος ἐϑνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με καὶ ἀπ᾽ ἐμοῦ οὐκ ἀποστραϕήσεσϑε. 20 πλὴν ὡς ἀϑετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠϑέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ, λέγει κύριος. 21 ϕωνὴ ἐκ χειλέων ἠκούσϑη κλαυϑμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάϑοντο ϑεοῦ ἁγίου αὐτῶν. 22 ἐπιστράϕητε, υἱοὶ ἐπιστρέϕοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεϑά σοι, ὅτι σὺ κύριος ὁ ϑεὸς ἡμῶν εἶ. 23 ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ κυρίου ϑεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ισραηλ. 24 ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχϑους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν. 25 ἐκοιμήϑημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ ϑεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 4

1 Ἐὰν ἐπιστραϕῇ Ισραηλ, λέγει κύριος, πρός με ἐπιστραϕήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηϑῇ 2 καὶ ὀμόσῃ Ζῇ κύριος μετὰ ἀληϑείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῇ ἔϑνη καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ ϑεῷ ἐν Ιερουσαλημ. 3 ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ᾽ ἀκάνϑαις. 4 περιτμήϑητε τῷ ϑεῷ ὑμῶν καὶ περιτέμεσϑε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, μὴ ἐξέλϑῃ ὡς πῦρ ὁ ϑυμός μου καὶ ἐκκαυϑήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. 5 Ἀναγγείλατε ἐν τῷ Ιουδα, καὶ ἀκουσϑήτω ἐν Ιερουσαλημ· εἴπατε Σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε Συνάχϑητε καὶ εἰσέλϑωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις. 6 ἀναλαβόντες ϕεύγετε εἰς Σιων· σπεύσατε μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην. 7 ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολεϑρεύων ἔϑνη ἐξῆρεν καὶ ἐξῆλϑεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ ϑεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καϑαιρεϑήσονται παρὰ τὸ μὴ κατοικεῖσϑαι αὐτάς. 8 ἐπὶ τούτοις περιζώσασϑε σάκκους καὶ κόπτεσϑε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράϕη ὁ ϑυμὸς κυρίου ἀϕ᾽ ὑμῶν. 9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προϕῆται ϑαυμάσονται. 10 καὶ εἶπα Ὦ δέσποτα κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ιερουσαλημ λέγων Εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν. 11 ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ιερουσαλημ Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς ϑυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καϑαρὸν οὐδ᾽ εἰς ἅγιον. 12 πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς αὐτούς. 13 ἰδοὺ ὡς νεϕέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουϕότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν. 14 ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ιερουσαλημ, ἵνα σωϑῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; 15 διότι ϕωνὴ ἀναγγέλλοντος ἐκ Δαν ἥξει, καὶ ἀκουσϑήσεται πόνος ἐξ ὄρους Εϕραιμ. 16 ἀναμνήσατε ἔϑνη Ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ιερουσαλημ Συστροϕαὶ ἔρχονται ἐκ γῆς μακρόϑεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ιουδα ϕωνὴν αὐτῶν. 17 ὡς ϕυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ᾽ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει κύριος. 18 αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. 19 τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσϑητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι ϕωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου. 20 καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκεν πᾶσα ἡ γῆ· ἄϕνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσϑησαν αἱ δέρρεις μου. 21 ἕως πότε ὄψομαι ϕεύγοντας ἀκούων ϕωνὴν σαλπίγγων; 22 διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄϕρονές εἰσιν καὶ οὐ συνετοί· σοϕοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν. 23 ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐϑέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ ϕῶτα αὐτοῦ· 24 εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους· 25 ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνϑρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο· 26 εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς ϑυμοῦ αὐτοῦ ἠϕανίσϑησαν. 27 τάδε λέγει κύριος Ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω. 28 ἐπὶ τούτοις πενϑείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωϑεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ᾽ αὐτῆς. 29 ἀπὸ ϕωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πᾶσα χώρα· εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείϕϑη, οὐ κατοικεῖ ἐν αὐταῖς ἄνϑρωπος. 30 καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ καὶ ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀϕϑαλμούς σου; εἰς μάτην ὁ ὡραισμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν. 31 ὅτι ϕωνὴν ὡς ὠδινούσης ἤκουσα, τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης, ϕωνὴ ϑυγατρὸς Σιων· ἐκλυϑήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς Οἴμμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 5

1 Περιδράμετε ἐν ταῖς ὁδοῖς Ιερουσαλημ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστιν ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει κύριος. 2 Ζῇ κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν; 3 κύριε, οἱ ὀϕϑαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐτούς, καὶ οὐκ ἠϑέλησαν δέξασϑαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠϑέλησαν ἐπιστραϕῆναι. 4 καὶ ἐγὼ εἶπα Ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἐδυνάσϑησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν ϑεοῦ· 5 πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν ϑεοῦ· καὶ ἰδοὺ ὁμοϑυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς. 6 διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλέϑρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ᾽ αὐτῶν ϑηρευϑήσονται, ὅτι ἐπλήϑυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροϕαῖς αὐτῶν. 7 ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν ϑεοῖς· καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον. 8 ἵπποι ϑηλυμανεῖς ἐγενήϑησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον. 9 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἢ ἐν ἔϑνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 10 ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσϑε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν. 11 ὅτι ἀϑετῶν ἠϑέτησεν εἰς ἐμέ, λέγει κύριος, οἶκος Ισραηλ καὶ οἶκος Ιουδα. 12 ἐψεύσαντο τῷ κυρίῳ ἑαυτῶν καὶ εἶπαν Οὐκ ἔστιν ταῦτα· οὐχ ἥξει ἐϕ᾽ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεϑα· 13 οἱ προϕῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς. 14 διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ Ἀνϑ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταϕάγεται αὐτούς. 15 ἰδοὺ ἐγὼ ἐπάγω ἐϕ᾽ ὑμᾶς ἔϑνος πόρρωϑεν, οἶκος Ισραηλ, λέγει κύριος, ἔϑνος, οὗ οὐκ ἀκούσῃ τῆς ϕωνῆς τῆς γλώσσης αὐτοῦ· 16 πάντες ἰσχυροὶ 17 καὶ κατέδονται τὸν ϑερισμὸν ὑμῶν καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς ϑυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐϕ᾽ αἷς ὑμεῖς πεποίϑατε ἐπ᾽ αὐταῖς, ἐν ῥομϕαίᾳ. 18 καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ ϑεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν. 19 καὶ ἔσται ὅταν εἴπητε Τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ ϑεὸς ἡμῶν ἡμῖν ἅπαντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς Ἀνϑ ὧν ἐδουλεύσατε ϑεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν. 20 ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ιακωβ, καὶ ἀκουσϑήτω ἐν τῷ Ιουδα. 21 ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀϕϑαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν. 22 μὴ ἐμὲ οὐ ϕοβηϑήσεσϑε; λέγει κύριος, ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηϑήσεσϑε; τὸν τάξαντα ἄμμον ὅριον τῇ ϑαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχϑήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσιν τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό. 23 τῷ δὲ λαῷ τούτῳ ἐγενήϑη καρδία ἀνήκοος καὶ ἀπειϑής, καὶ ἐξέκλιναν καὶ ἀπήλϑοσαν· 24 καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν Φοβηϑῶμεν δὴ κύριον τὸν ϑεὸν ἡμῶν τὸν διδόντα ἡμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος ϑερισμοῦ καὶ ἐϕύλαξεν ἡμῖν. 25 αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαϑὰ ἀϕ᾽ ὑμῶν· 26 ὅτι εὑρέϑησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν διαϕϑεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν. 27 ὡς παγὶς ἐϕεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνϑησαν καὶ ἐπλούτησαν· 28 καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρϕανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. 29 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος, ἢ ἐν ἔϑνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 30 ἔκστασις καὶ ϕρικτὰ ἐγενήϑη ἐπὶ τῆς γῆς. 31 οἱ προϕῆται προϕητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 6

1 Ἐνισχύσατε, υἱοὶ Βενιαμιν, ἐκ μέσου τῆς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιϑαχαρμα ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυϕεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται, 2 καὶ ἀϕαιρεϑήσεται τὸ ὕψος σου, ϑύγατερ Σιων. 3 εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ᾽ αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ. 4 παρασκευάσασϑε ἐπ᾽ αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας. 5 ἀνάστητε καὶ ἀναβῶμεν ἐν τῇ νυκτὶ καὶ διαϕϑείρωμεν τὰ ϑεμέλια αὐτῆς. 6 ὅτι τάδε λέγει κύριος Ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ. 7 ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσϑήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. πόνῳ καὶ μάστιγι 8 παιδευϑήσῃ, Ιερουσαλημ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηϑήσεται. 9 ὅτι τάδε λέγει κύριος Καλαμᾶσϑε καλαμᾶσϑε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ισραηλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. 10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληϑῶσιν αὐτὸ ἀκοῦσαι. 11 καὶ τὸν ϑυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωϑεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλλημϕϑήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν· 12 καὶ μεταστραϕήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει κύριος. 13 ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροϕήτου πάντες ἐποίησαν ψευδῆ. 14 καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουϑενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη; 15 κατῃσχύνϑησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ᾽ ὧς καταισχυνόμενοι κατῃσχύνϑησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται, εἶπεν κύριος. 16 τάδε λέγει κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαϑή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεϑα. 17 κατέστακα ἐϕ᾽ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς ϕωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεϑα. 18 διὰ τοῦτο ἤκουσαν τὰ ἔϑνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. 19 ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροϕῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο. 20 ἵνα τί μοι λίβανον ἐκ Σαβα ϕέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόϑεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά, καὶ αἱ ϑυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. 21 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσϑένειαν, καὶ ἀσϑενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται. 22 τάδε λέγει κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔϑνη ἐξεγερϑήσεται ἀπ᾽ ἐσχάτου τῆς γῆς· 23 τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει, ϕωνὴ αὐτοῦ ὡς ϑάλασσα κυμαίνουσα, ἐϕ᾽ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, ϑύγατερ Σιων. 24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύϑησαν αἱ χεῖρες ἡμῶν, ϑλῖψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. 25 μὴ ἐκπορεύεσϑε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομϕαία τῶν ἐχϑρῶν παροικεῖ κυκλόϑεν. 26 ϑύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένϑος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίϕνης ἥξει ταλαιπωρία ἐϕ᾽ ὑμᾶς. 27 δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν· 28 πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεϕϑαρμένοι εἰσίν. 29 ἐξέλιπεν ϕυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη. 30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος. 2 Ἀκούσατε λόγον κυρίου, πᾶσα ἡ Ιουδαία· 3 τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Διορϑώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. 4 μὴ πεποίϑατε ἐϕ᾽ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠϕελήσουσιν ὑμᾶς λέγοντες Ναὸς κυρίου ναὸς κυρίου ἐστίν. 5 ὅτι ἐὰν διορϑοῦντες διορϑώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ 6 καὶ προσήλυτον καὶ ὀρϕανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἷμα ἀϑῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ καὶ ὀπίσω ϑεῶν ἀλλοτρίων μὴ πορεύησϑε εἰς κακὸν ὑμῖν, 7 καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ, ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος. 8 εἰ δὲ ὑμεῖς πεποίϑατε ἐπὶ λόγοις ψευδέσιν, ὅϑεν οὐκ ὠϕεληϑήσεσϑε, 9 καὶ ϕονεύετε καὶ μοιχᾶσϑε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ᾽ ἀδίκῳ καὶ ἐϑυμιᾶτε τῇ Βααλ καὶ ἐπορεύεσϑε ὀπίσω ϑεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν 10 καὶ ἤλϑετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, καὶ εἴπατε Ἀπεσχήμεϑα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα, 11 μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑώρακα, λέγει κύριος. 12 ὅτι πορεύϑητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλωμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσϑεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ισραηλ. 13 καὶ νῦν ἀνϑ᾽ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίϑητε, 14 καὶ ποιήσω τῷ οἴκῳ τούτῳ, ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, ἐϕ᾽ ᾧ ὑμεῖς πεποίϑατε ἐπ᾽ αὐτῷ, καὶ τῷ τόπῳ, ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καϑὼς ἐποίησα τῇ Σηλωμ. 15 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καϑὼς ἀπέρριψα τοὺς ἀδελϕοὺς ὑμῶν πᾶν τὸ σπέρμα Εϕραιμ. 16 καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου τοῦ ἐλεηϑῆναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλϑῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι. 17 ἦ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν ταῖς ὁδοῖς Ιερουσαλημ; 18 οἱ υἱοὶ αὐτῶν συλλέγουσιν ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσιν σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς ϑεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με. 19 μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν; λέγει κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνϑῇ τὰ πρόσωπα αὐτῶν; 20 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ὀργὴ καὶ ϑυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνϑρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ πάντα τὰ γενήματα τῆς γῆς, καὶ καυϑήσεται καὶ οὐ σβεσϑήσεται. 21 τάδε λέγει κύριος Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν ϑυσιῶν ὑμῶν καὶ ϕάγετε κρέα. 22 ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ ϑυσίας· 23 ἀλλ᾽ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Ἀκούσατε τῆς ϕωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς ϑεόν, καὶ ὑμεῖς ἔσεσϑέ μοι εἰς λαόν· καὶ πορεύεσϑε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν. 24 καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, ἀλλ᾽ ἐπορεύϑησαν ἐν τοῖς ἐνϑυμήμασιν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήϑησαν εἰς τὰ ὄπισϑεν καὶ οὐκ εἰς τὰ ἔμπροσϑεν. 25 ἀϕ᾽ ἧς ἡμέρας ἐξήλϑοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς προϕήτας ἡμέρας καὶ ὄρϑρου καὶ ἀπέστειλα, 26 καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. 27-28 καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον Τοῦτο τὸ ἔϑνος, ὃ οὐκ ἤκουσεν τῆς ϕωνῆς κυρίου οὐδὲ ἐδέξατο παιδείαν· ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν. 29 Κεῖραι τὴν κεϕαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων ϑρῆνον, ὅτι ἀπεδοκίμασεν κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα. 30 ὅτι ἐποίησαν οἱ υἱοὶ Ιουδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτόν, τοῦ μιᾶναι αὐτόν· 31 καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταϕεϑ, ὅς ἐστιν ἐν ϕάραγγι υἱοῦ Εννομ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν ἐν πυρί, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐ διενοήϑην ἐν τῇ καρδίᾳ μου. 32 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Βωμὸς τοῦ Ταϕεϑ καὶ Φάραγξ υἱοῦ Εννομ, ἀλλ᾽ ἢ Φάραγξ τῶν ἀνῃρημένων, καὶ ϑάψουσιν ἐν τῷ Ταϕεϑ διὰ τὸ μὴ ὑπάρχειν τόπον. 33 καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν. 34 καὶ καταλύσω ἐκ πόλεων Ιουδα καὶ ἐκ διόδων Ιερουσαλημ ϕωνὴν εὐϕραινομένων καὶ ϕωνὴν χαιρόντων, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ. –

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 8

1 ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, ἐξοίσουσιν τὰ ὀστᾶ τῶν βασιλέων Ιουδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἱερέων καὶ τὰ ὀστᾶ τῶν προϕητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων Ιερουσαλημ ἐκ τῶν τάϕων αὐτῶν 2 καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύϑησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται καὶ οὐ ταϕήσονται καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς, 3 ὅτι εἵλοντο τὸν ϑάνατον ἢ τὴν ζωήν, καὶ πᾶσιν τοῖς καταλοίποις τοῖς καταλειϕϑεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ. 4 Ὅτι τάδε λέγει κύριος Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέϕων οὐκ ἐπιστρέϕει; 5 διὰ τί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροϕὴν ἀναιδῆ καὶ κατεκρατήϑησαν ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠϑέλησαν τοῦ ἐπιστρέψαι; 6 ἐνωτίσασϑε δὴ καὶ ἀκούσατε· οὐχ οὕτως λαλήσουσιν, οὐκ ἔστιν ἄνϑρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ λέγων Τί ἐποίησα; διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάϑιδρος ἐν χρεμετισμῷ αὐτοῦ. 7 καὶ ἡ ασιδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουϑία ἐϕύλαξαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου. 8 πῶς ἐρεῖτε ὅτι Σοϕοί ἐσμεν ἡμεῖς, καὶ νόμος κυρίου ἐστὶν μεϑ᾽ ἡμῶν; εἰς μάτην ἐγενήϑη σχοῖνος ψευδὴς γραμματεῦσιν. 9 ᾐσχύνϑησαν σοϕοὶ καὶ ἐπτοήϑησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν· σοϕία τίς ἐστιν ἐν αὐτοῖς; 10 διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις, 13 καὶ συνάξουσιν τὰ γενήματα αὐτῶν, λέγει κύριος, οὐκ ἔστιν σταϕυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστιν σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ ϕύλλα κατερρύηκεν. 14 ἐπὶ τί ἡμεῖς καϑήμεϑα; συνάχϑητε καὶ εἰσέλϑωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριϕῶμεν, ὅτι ὁ ϑεὸς ἀπέρριψεν ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ. 15 συνήχϑημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαϑά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή. 16 ἐκ Δαν ἀκουσόμεϑα ϕωνὴν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ ϕωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσϑη πᾶσα ἡ γῆ· καὶ ἥξει καὶ καταϕάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 17 διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄϕεις ϑανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς. 18 ἀνίατα μετ᾽ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης. 19 ἰδοὺ ϕωνὴ κραυγῆς ϑυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόϑεν Μὴ κύριος οὐκ ἔστιν ἐν Σιων; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διὰ τί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις; 20 διῆλϑεν ϑέρος, παρῆλϑεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώϑημεν. 21 ἐπὶ συντρίμματι ϑυγατρὸς λαοῦ μου ἐσκοτώϑην· ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. 22 μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις ϑυγατρὸς λαοῦ μου; 23 τίς δώσει κεϕαλῇ μου ὕδωρ καὶ ὀϕϑαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους ϑυγατρὸς λαοῦ μου; –

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 9

1 τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταϑμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ᾽ αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀϑετούντων. 2 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλϑοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν. 3 ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ ϕυλάξασϑε καὶ ἐπ᾽ ἀδελϕοῖς αὐτῶν μὴ πεποίϑατε, ὅτι πᾶς ἀδελϕὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς ϕίλος δολίως πορεύσεται. 4 ἕκαστος κατὰ τοῦ ϕίλου αὐτοῦ καταπαίξεται, ἀλήϑειαν οὐ μὴ λαλήσωσιν· μεμάϑηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι. 5 τόκος ἐπὶ τόκῳ, δόλος ἐπὶ δόλῳ· οὐκ ἤϑελον εἰδέναι με. 6 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας ϑυγατρὸς λαοῦ μου. 7 βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχϑραν. 8 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει κύριος, ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 9 Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου ϑρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνϑρώπους· οὐκ ἤκουσαν ϕωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο. 10 καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀϕανισμὸν ϑήσομαι παρὰ τὸ μὴ κατοικεῖσϑαι. 11 τίς ὁ ἄνϑρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο, καὶ ᾧ λόγος στόματος κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήϕϑη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσϑαι αὐτήν; 12 καὶ εἶπεν κύριος πρός με Διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς ϕωνῆς μου, 13 ἀλλ᾽ ἐπορεύϑησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν, 14 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς 15 καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔϑνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ᾽ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ. 16 τάδε λέγει κύριος Καλέσατε τὰς ϑρηνούσας καὶ ἐλϑέτωσαν, καὶ πρὸς τὰς σοϕὰς ἀποστείλατε καὶ ϕϑεγξάσϑωσαν 17 καὶ λαβέτωσαν ἐϕ᾽ ὑμᾶς ϑρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀϕϑαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέϕαρα ὑμῶν ῥείτω ὕδωρ. 18 ὅτι ϕωνὴ οἴκτου ἠκούσϑη ἐν Σιων Πῶς ἐταλαιπωρήσαμεν κατῃσχύνϑημεν σϕόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν. 19 ἀκούσατε δή, γυναῖκες, λόγον ϑεοῦ, καὶ δεξάσϑω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς ϑυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὴν πλησίον αὐτῆς ϑρῆνον. 20 ὅτι ἀνέβη ϑάνατος διὰ τῶν ϑυρίδων ὑμῶν, εἰσῆλϑεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωϑεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν. 21 καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνϑρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω ϑερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. 22 Τάδε λέγει κύριος Μὴ καυχάσϑω ὁ σοϕὸς ἐν τῇ σοϕίᾳ αὐτοῦ, καὶ μὴ καυχάσϑω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσϑω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, 23 ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσϑω ὁ καυχώμενος, συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ ϑέλημά μου, λέγει κύριος. 24 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν, 25 ἐπ᾽ Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔϑνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 10

1 Ἀκούσατε τὸν λόγον κυρίου, ὃν ἐλάλησεν ἐϕ᾽ ὑμᾶς, οἶκος Ισραηλ· 2 τάδε λέγει κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐϑνῶν μὴ μανϑάνετε καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ ϕοβεῖσϑε, ὅτι ϕοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν. 3 ὅτι τὰ νόμιμα τῶν ἐϑνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα· 4 ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα ἐστίν· ἐν σϕύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά, καὶ οὐ κινηϑήσονται· 9 ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται· ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει, χρυσίον Μωϕαζ καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινϑον καὶ πορϕύραν ἐνδύσουσιν αὐτά· 5 αἰρόμενα ἀρϑήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ ϕοβηϑῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσιν, καὶ ἀγαϑὸν οὐκ ἔστιν ἐν αὐτοῖς. 11 οὕτως ἐρεῖτε αὐτοῖς Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσϑωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωϑεν τοῦ οὐρανοῦ τούτου. 12 κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ὁ ἀνορϑώσας τὴν οἰκουμένην ἐν τῇ σοϕίᾳ αὐτοῦ καὶ τῇ ϕρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανὸν 13 καὶ πλῆϑος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγεν νεϕέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ϕῶς ἐκ ϑησαυρῶν αὐτοῦ. 14 ἐμωράνϑη πᾶς ἄνϑρωπος ἀπὸ γνώσεως, κατῃσχύνϑη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς· 15 μάταιά ἐστιν, ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. 16 οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ιακωβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, κύριος ὄνομα αὐτῷ. 17 Συνήγαγεν ἔξωϑεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς. 18 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν ϑλίψει, ὅπως εὑρεϑῇ ἡ πληγή σου· 19 οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου. κἀγὼ εἶπα Ὄντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέν με· 20 ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσϑησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου. 21 ὅτι οἱ ποιμένες ἠϕρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομὴ καὶ διεσκορπίσϑησαν. 22 ϕωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀϕανισμὸν καὶ κοίτην στρουϑῶν. 23 οἶδα, κύριε, ὅτι οὐχὶ τοῦ ἀνϑρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορϑώσει πορείαν αὐτοῦ. 24 παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν ϑυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς. 25 ἔκχεον τὸν ϑυμόν σου ἐπὶ ἔϑνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέϕαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 11

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων 2 Ἀκούσατε τοὺς λόγους τῆς διαϑήκης ταύτης. καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ· 3 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἐπικατάρατος ὁ ἄνϑρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαϑήκης ταύτης, 4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς λέγων Ἀκούσατε τῆς ϕωνῆς μου καὶ ποιήσατε πάντα, ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσϑέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ϑεόν, 5 ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καϑὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίϑην καὶ εἶπα Γένοιτο, κύριε. 6 καὶ εἶπεν κύριος πρός με Ἀνάγνωϑι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ λέγων Ἀκούσατε τοὺς λόγους τῆς διαϑήκης ταύτης καὶ ποιήσατε αὐτούς. 8 καὶ οὐκ ἐποίησαν. 9 καὶ εἶπεν κύριος πρός με Εὑρέϑη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλημ· 10 ἐπεστράϕησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἤϑελον εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδασαν οἶκος Ισραηλ καὶ οἶκος Ιουδα τὴν διαϑήκην μου, ἣν διεϑέμην πρὸς τοὺς πατέρας αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, ἐξ ὧν οὐ δυνήσονται ἐξελϑεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν. 12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς ϑεούς, οἷς αὐτοὶ ϑυμιῶσιν αὐτοῖς· μὴ σώσουσιν αὐτοὺς ἐν καιρῷ τῶν κακῶν αὐτῶν; 13 ὅτι κατ᾽ ἀριϑμὸν τῶν πόλεών σου ἦσαν ϑεοί σου, Ιουδα, καὶ κατ᾽ ἀριϑμὸν ἐξόδων τῆς Ιερουσαλημ ἐτάξατε βωμοὺς ϑυμιᾶν τῇ Βααλ. 14 καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν. 15 τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀϕελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαϕεύξῃ; 16 ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου· εἰς ϕωνὴν περιτομῆς αὐτῆς ἀνήϕϑη πῦρ ἐπ᾽ αὐτήν, μεγάλη ἡ ϑλῖψις ἐπὶ σέ, ἠχρεώϑησαν οἱ κλάδοι αὐτῆς. 17 καὶ κύριος ὁ καταϕυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ ϑυμιᾶν αὐτοὺς τῇ Βααλ. 18 Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. 19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ ϑύεσϑαι οὐκ ἔγνων· ἐπ᾽ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησϑῇ ἔτι. 20 κύριε κρίνων δίκαια δοκιμάζων νεϕροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. 21 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναϑωϑ τοὺς ζητοῦντας τὴν ψυχήν μου τοὺς λέγοντας Οὐ μὴ προϕητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου· εἰ δὲ μή, ἀποϑανῇ ἐν ταῖς χερσὶν ἡμῶν. 22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ᾽ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποϑανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, 23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Αναϑωϑ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 12

1 Δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐϑήνησαν πάντες οἱ ἀϑετοῦντες ἀϑετήματα; 2 ἐϕύτευσας αὐτοὺς καὶ ἐρριζώϑησαν, ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεϕρῶν αὐτῶν. 3 καὶ σύ, κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σϕαγῆς αὐτῶν. 4 ἕως πότε πενϑήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανϑήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠϕανίσϑησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ὁ ϑεὸς ὁδοὺς ἡμῶν. 5 σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐϕ᾽ ἵπποις; καὶ ἐν γῇ εἰρήνης σὺ πέποιϑας· πῶς ποιήσεις ἐν ϕρυάγματι τοῦ Ιορδάνου; 6 ὅτι καὶ οἱ ἀδελϕοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠϑέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχϑησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσιν πρὸς σὲ καλά. 7 Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀϕῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχϑρῶν αὐτῆς. 8 ἐγενήϑη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν ϕωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. 9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συναγάγετε πάντα τὰ ϑηρία τοῦ ἀγροῦ, καὶ ἐλϑέτωσαν τοῦ ϕαγεῖν αὐτήν. 10 ποιμένες πολλοὶ διέϕϑειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιϑυμητήν μου εἰς ἔρημον ἄβατον· 11 ἐτέϑη εἰς ἀϕανισμὸν ἀπωλείας, δι᾽ ἐμὲ ἀϕανισμῷ ἠϕανίσϑη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιϑέμενος ἐν καρδίᾳ. 12 ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλϑον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταϕάγεται ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί. 13 σπείρατε πυροὺς καὶ ἀκάνϑας ϑερίσατε· οἱ κλῆροι αὐτῶν οὐκ ὠϕελήσουσιν αὐτούς· αἰσχύνϑητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου. 14 Ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν. 15 καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. 16 καὶ ἔσται ἐὰν μαϑόντες μάϑωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ κύριος, καϑὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ, καὶ οἰκοδομηϑήσονται ἐν μέσῳ τοῦ λαοῦ μου· 17 ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔϑνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 13

1 Τάδε λέγει κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίϑου περὶ τὴν ὀσϕύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται. 2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέϑηκα περὶ τὴν ὀσϕύν μου. 3 καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων 4 Λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσϕύν σου καὶ ἀνάστηϑι καὶ βάδισον ἐπὶ τὸν Εὐϕράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. 5 καὶ ἐπορεύϑην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐϕράτῃ, καϑὼς ἐνετείλατό μοι κύριος. 6 καὶ ἐγένετο μεϑ᾽ ἡμέρας πολλὰς καὶ εἶπεν κύριος πρός με Ἀνάστηϑι βάδισον ἐπὶ τὸν Εὐϕράτην καὶ λαβὲ ἐκεῖϑεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ. 7 καὶ ἐπορεύϑην ἐπὶ τὸν Εὐϕράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεϕϑαρμένον ἦν, ὃ οὐ μὴ χρησϑῇ εἰς οὐϑέν. 8 καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων 9 Τάδε λέγει κύριος Οὕτω ϕϑερῶ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ, 10 τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευϑέντας ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησϑήσεται εἰς οὐϑέν. 11 ὅτι καϑάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσϕὺν τοῦ ἀνϑρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ισραηλ καὶ πᾶν οἶκον Ιουδα τοῦ γενέσϑαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου. 12 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωϑήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεϑα ὅτι πᾶς ἀσκὸς πληρωϑήσεται οἴνου; 13 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καϑημένους υἱοὺς Δαυιδ ἐπὶ ϑρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προϕήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ μεϑύσματι 14 καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελϕὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποϑήσω, λέγει κύριος, καὶ οὐ ϕείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαϕϑορᾶς αὐτῶν. 15 Ἀκούσατε καὶ ἐνωτίσασϑε καὶ μὴ ἐπαίρεσϑε, ὅτι κύριος ἐλάλησεν. 16 δότε τῷ κυρίῳ ϑεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸς τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ᾽ ὄρη σκοτεινὰ καὶ ἀναμενεῖτε εἰς ϕῶς καὶ ἐκεῖ σκιὰ ϑανάτου καὶ τεϑήσονται εἰς σκότος. 17 ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀϕϑαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου. 18 εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώϑητε καὶ καϑίσατε, ὅτι καϑῃρέϑη ἀπὸ κεϕαλῆς ὑμῶν στέϕανος δόξης ὑμῶν. 19 πόλεις αἱ πρὸς νότον συνεκλείσϑησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσϑη Ιουδας, συνετέλεσεν ἀποικίαν τελείαν. 20 Ἀνάλαβε ὀϕϑαλμούς σου, Ιερουσαλημ, καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον, ὃ ἐδόϑη σοι, πρόβατα δόξης σου; 21 τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαϑήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καϑέξουσίν σε καϑὼς γυναῖκα τίκτουσαν; 22 καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα; διὰ τὸ πλῆϑος τῆς ἀδικίας σου ἀνεκαλύϕϑη τὰ ὀπίσϑιά σου παραδειγματισϑῆναι τὰς πτέρνας σου. 23 εἰ ἀλλάξεται Αἰϑίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσϑε εὖ ποιῆσαι μεμαϑηκότες τὰ κακά. 24 καὶ διέσπειρα αὐτοὺς ὡς ϕρύγανα ϕερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον. 25 οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειϑεῖν ὑμᾶς ἐμοί, λέγει κύριος, ὡς ἐπελάϑου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν. 26 κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀϕϑήσεται ἡ ἀτιμία σου. 27 καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου, ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, Ιερουσαλημ, ὅτι οὐκ ἐκαϑαρίσϑης ὀπίσω μου, ἕως τίνος ἔτι;

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 14

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τῆς ἀβροχίας 2 Ἐπένϑησεν ἡ Ιουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώϑησαν καὶ ἐσκοτώϑησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ιερουσαλημ ἀνέβη. 3 καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐϕ᾽ ὕδωρ· ἤλϑοσαν ἐπὶ τὰ ϕρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά. 4 καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνϑησαν γεωργοί, ἐπεκάλυψαν τὴν κεϕαλὴν αὐτῶν. 5 καὶ ἔλαϕοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. 6 ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀϕϑαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας. – 7 εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν. 8 ὑπομονὴ Ισραηλ, κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἵνα τί ἐγενήϑης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχϑων ἐκκλίνων εἰς κατάλυμα; 9 μὴ ἔσῃ ὥσπερ ἄνϑρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐϕ᾽ ἡμᾶς· μὴ ἐπιλάϑῃ ἡμῶν. – 10 οὕτως λέγει κύριος τῷ λαῷ τούτῳ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐϕείσαντο, καὶ ὁ ϑεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησϑήσεται τῶν ἀδικιῶν αὐτῶν. 11 καὶ εἶπεν κύριος πρός με Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαϑά· 12 ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ ϑυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ϑανάτῳ ἐγὼ συντελέσω αὐτούς. 13 καὶ εἶπα Ὦ κύριε, ἰδοὺ οἱ προϕῆται αὐτῶν προϕητεύουσιν καὶ λέγουσιν Οὐκ ὄψεσϑε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήϑειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ. 14 καὶ εἶπεν κύριος πρός με Ψευδῆ οἱ προϕῆται προϕητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προϕητεύουσιν ὑμῖν. 15 διὰ τοῦτο τάδε λέγει κύριος περὶ τῶν προϕητῶν τῶν προϕητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσιν Μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης Ἐν ϑανάτῳ νοσερῷ ἀποϑανοῦνται, καὶ ἐν λιμῷ συντελεσϑήσονται οἱ προϕῆται· 16 καὶ ὁ λαός, οἷς αὐτοὶ προϕητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐρριμμένοι ἐν ταῖς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ ϑάπτων αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν· καὶ ἐκχεῶ ἐπ᾽ αὐτοὺς τὰ κακὰ αὐτῶν. 17 καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον Καταγάγετε ἐπ᾽ ὀϕϑαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη ϑυγάτηρ λαοῦ μου καὶ πληγῇ ὀδυνηρᾷ σϕόδρα. 18 ἐὰν ἐξέλϑω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλϑω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προϕήτης ἐπορεύϑησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν. – 19 μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν, καὶ ἀπὸ Σιων ἀπέστη ἡ ψυχή σου; ἵνα τί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαϑά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή. 20 ἔγνωμεν, κύριε, ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου. 21 κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς ϑρόνον δόξης σου· μνήσϑητι, μὴ διασκεδάσῃς τὴν διαϑήκην σου τὴν μεϑ᾽ ἡμῶν. 22 μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐϑνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ; οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 15

1 Καὶ εἶπεν κύριος πρός με Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελϑέτωσαν. 2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ποῦ ἐξελευσόμεϑα; καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ὅσοι εἰς ϑάνατον, εἰς ϑάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. 3 καὶ ἐκδικήσω ἐπ᾽ αὐτοὺς τέσσαρα εἴδη, λέγει κύριος, τὴν μάχαιραν εἰς σϕαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ ϑηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαϕϑοράν. 4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων, ὧν ἐποίησεν ἐν Ιερουσαλημ. 5 τίς ϕείσεται ἐπὶ σοί, Ιερουσαλημ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι; 6 σὺ ἀπεστράϕης με, λέγει κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαϕϑερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς. 7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώϑησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν. 8 ἐπληϑύνϑησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς ϑαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ᾽ αὐτὴν ἐξαίϕνης τρόμον καὶ σπουδήν. 9 ἐκενώϑη ἡ τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνϑη καὶ ὠνειδίσϑη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν. 10 Οἴμμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠϕέλησα, οὔτε ὠϕέλησέν με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. 11 γένοιτο, δέσποτα, κατευϑυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ ϑλίψεως αὐτῶν εἰς ἀγαϑὰ πρὸς τὸν ἐχϑρόν. – 12 εἰ γνωσϑήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν 13 ἡ ἰσχύς σου. καὶ τοὺς ϑησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου. 14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχϑροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ ϑυμοῦ μου, ἐϕ᾽ ὑμᾶς καυϑήσεται. 15 Κύριε, μνήσϑητί μου καὶ ἐπίσκεψαί με καὶ ἀϑῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροϑυμίαν· γνῶϑι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν 16 ὑπὸ τῶν ἀϑετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐϕροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾽ ἐμοί, κύριε παντοκράτωρ. 17 οὐκ ἐκάϑισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαϑήμην, ὅτι πικρίας ἐνεπλήσϑην. 18 ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου; ἡ πληγή μου στερεά, πόϑεν ἰαϑήσομαι; γινομένη ἐγενήϑη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν. – 19 διὰ τοῦτο τάδε λέγει κύριος Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς. 20 καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε 21 καὶ ἐξαιρεῖσϑαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 16

1 Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει κύριος ὁ ϑεὸς Ισραηλ, 2 καὶ οὐ γεννηϑήσεταί σοι υἱὸς οὐδὲ ϑυγάτηρ ἐν τῷ τόπῳ τούτῳ. 3 ὅτι τάδε λέγει κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν ϑυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ 4 Ἐν ϑανάτῳ νοσερῷ ἀποϑανοῦνται, οὐ κοπήσονται καὶ οὐ ταϕήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται καὶ τοῖς ϑηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσϑήσονται. 5 τάδε λέγει κύριος Μὴ εἰσέλϑῃς εἰς ϑίασον αὐτῶν καὶ μὴ πορευϑῇς τοῦ κόψασϑαι καὶ μὴ πενϑήσῃς αὐτούς, ὅτι ἀϕέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου. 6 οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται, 7 καὶ οὐ μὴ κλασϑῇ ἄρτος ἐν πένϑει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεϑνηκότι, οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ. 8 εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συγκαϑίσαι μετ᾽ αὐτῶν τοῦ ϕαγεῖν καὶ πιεῖν. 9 διότι τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀϕϑαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν ϕωνὴν χαρᾶς καὶ ϕωνὴν εὐϕροσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης. 10 καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα καὶ εἴπωσιν πρὸς σέ Διὰ τί ἐλάλησεν κύριος ἐϕ᾽ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι κυρίου τοῦ ϑεοῦ ἡμῶν; 11 καὶ ἐρεῖς αὐτοῖς Ἀνϑ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει κύριος, καὶ ᾤχοντο ὀπίσω ϑεῶν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐϕυλάξαντο, 12 καὶ ὑμεῖς ἐπονηρεύσασϑε ὑπὲρ τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσϑε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου, 13 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ ϑεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. 14 Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου, 15 ἀλλά Ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξώσϑησαν ἐκεῖ· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν. – 16 ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεεῖς τοὺς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς πολλοὺς ϑηρευτάς, καὶ ϑηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. 17 ὅτι οἱ ὀϕϑαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀϕϑαλμῶν μου. 18 καὶ ἀνταποδώσω διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐϕ᾽ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς ϑνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου. – 19 κύριε ἰσχύς μου καὶ βοήϑειά μου καὶ καταϕυγή μου ἐν ἡμέρᾳ κακῶν, πρὸς σὲ ἔϑνη ἥξουσιν ἀπ᾽ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠϕέλημα. 20 εἰ ποιήσει ἑαυτῷ ἄνϑρωπος ϑεούς; καὶ οὗτοι οὔκ εἰσιν ϑεοί. 21 διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 17

5 Ἐπικατάρατος ὁ ἄνϑρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνϑρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ᾽ αὐτόν, καὶ ἀπὸ κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ· 6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλϑῃ τὰ ἀγαϑά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται. 7 καὶ εὐλογημένος ὁ ἄνϑρωπος, ὃς πέποιϑεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· 8 καὶ ἔσται ὡς ξύλον εὐϑηνοῦν παρ᾽ ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ ϕοβηϑήσεται ὅταν ἔλϑῃ καῦμα, καὶ ἔσται ἐπ᾽ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ ϕοβηϑήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν. – 9 βαϑεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνϑρωπός ἐστιν· καὶ τίς γνώσεται αὐτόν; 10 ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεϕροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ. – 11 ἐϕώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ᾽ ἐσχάτων αὐτοῦ ἔσται ἄϕρων. 12 Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν 13 ὑπομονὴ Ισραηλ κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνϑήτωσαν, ἀϕεστηκότες ἐπὶ τῆς γῆς γραϕήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον. – 14 ἴασαί με, κύριε, καὶ ἰαϑήσομαι· σῶσόν με, καὶ σωϑήσομαι· ὅτι καύχημά μου σὺ εἶ. 15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με Ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλϑάτω. 16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουϑῶν ὀπίσω σου καὶ ἡμέραν ἀνϑρώπου οὐκ ἐπεϑύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν. 17 μὴ γενηϑῇς μοι εἰς ἀλλοτρίωσιν ϕειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ. 18 καταισχυνϑήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνϑείην ἐγώ· πτοηϑείησαν αὐτοί, καὶ μὴ πτοηϑείην ἐγώ· ἐπάγαγε ἐπ᾽ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς. 19 Τάδε λέγει κύριος Βάδισον καὶ στῆϑι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ιουδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ιερουσαλημ 20 καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ πᾶσα Ιουδαία καὶ πᾶσα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις, 21 τάδε λέγει κύριος Φυλάσσεσϑε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσϑε ταῖς πύλαις Ιερουσαλημ 22 καὶ μὴ ἐκϕέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καϑὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν 23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασϑαι παιδείαν. 24 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου, λέγει κύριος, τοῦ μὴ εἰσϕέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον, 25 καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καϑήμενοι ἐπὶ ϑρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐϕ᾽ ἅρμασιν καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, καὶ κατοικισϑήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα. 26 καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ιουδα καὶ κυκλόϑεν Ιερουσαλημ καὶ ἐκ γῆς Βενιαμιν καὶ ἐκ τῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον ϕέροντες ὁλοκαυτώματα καὶ ϑυσίαν καὶ ϑυμιάματα καὶ μαναα καὶ λίβανον, ϕέροντες αἴνεσιν εἰς οἶκον κυρίου. 27 καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσϑαι ταῖς πύλαις Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταϕάγεται ἄμϕοδα Ιερουσαλημ καὶ οὐ σβεσϑήσεται.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 18

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων 2 Ἀνάστηϑι καὶ κατάβηϑι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. 3 καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίϑων· 4 καὶ διέπεσεν τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καϑὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. 5 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 6 Εἰ καϑὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ισραηλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσίν μου. 7 πέρας λαλήσω ἐπὶ ἔϑνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, 8 καὶ ἐπιστραϕῇ τὸ ἔϑνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· 9 καὶ πέρας λαλήσω ἐπὶ ἔϑνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσϑαι καὶ τοῦ καταϕυτεύεσϑαι, 10 καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς ϕωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαϑῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. 11 καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ Ἰδοὺ ἐγὼ πλάσσω ἐϕ᾽ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐϕ᾽ ὑμᾶς λογισμόν· ἀποστραϕήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν. 12 καὶ εἶπαν Ἀνδριούμεϑα, ὅτι ὀπίσω τῶν ἀποστροϕῶν ἡμῶν πορευσόμεϑα καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν. 13 διὰ τοῦτο τάδε λέγει κύριος Ἐρωτήσατε δὴ ἐν ἔϑνεσιν Τίς ἤκουσεν τοιαῦτα ϕρικτά, ἃ ἐποίησεν σϕόδρα παρϑένος Ισραηλ; 14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ ϕερόμενον; 15 ὅτι ἐπελάϑοντό μου ὁ λαός μου, εἰς κενὸν ἐϑυμίασαν· καὶ ἀσϑενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν 16 τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀϕανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι᾽ αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεϕαλὴν αὐτῶν. 17 ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχϑρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν. 18 Καὶ εἶπαν Δεῦτε λογισώμεϑα ἐπὶ Ιερεμιαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προϕήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεϑα πάντας τοὺς λόγους αὐτοῦ. – 19 εἰσάκουσόν μου, κύριε, καὶ εἰσάκουσον τῆς ϕωνῆς τοῦ δικαιώματός μου. 20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαϑῶν κακά; ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσϑητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαϑὰ τοῦ ἀποστρέψαι τὸν ϑυμόν σου ἀπ᾽ αὐτῶν. 21 διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄϑροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσϑωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσϑωσαν ἀνῃρημένοι ϑανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ. 22 γενηϑήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ᾽ αὐτοὺς λῃστὰς ἄϕνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ᾽ ἐμέ. 23 καὶ σύ, κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ᾽ ἐμὲ εἰς ϑάνατον· μὴ ἀϑῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσϑω ἡ ἀσϑένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ ϑυμοῦ σου ποίησον ἐν αὐτοῖς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 19

1 Τότε εἶπεν κύριος πρός με Βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν πρεσβυτέρων τῶν ἱερέων 2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προϑύρων πύλης τῆς χαρσιϑ, καὶ ἀνάγνωϑι ἐκεῖ πάντας τοὺς λόγους, οὓς ἂν λαλήσω πρὸς σέ, 3 καὶ ἐρεῖς αὐτοῖς Ἀκούσατε τὸν λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμϕότερα τὰ ὦτα αὐτοῦ 4 ἀνϑ᾽ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐϑυμίασαν ἐν αὐτῷ ϑεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ οἱ βασιλεῖς Ιουδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀϑῴων 5 καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βααλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί, ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήϑην ἐν τῇ καρδίᾳ μου. 6 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐ κληϑήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Εννομ, ἀλλ᾽ ἢ Πολυάνδριον τῆς σϕαγῆς. 7 καὶ σϕάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς. 8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀϕανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ παραπορευόμενος ἐπ᾽ αὐτῆς σκυϑρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς. 9 καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν ϑυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχϑροὶ αὐτῶν. 10 καὶ συντρίψεις τὸν βῖκον κατ᾽ ὀϕϑαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ 11 καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καϑὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαϑῆναι ἔτι. 12 οὕτως ποιήσω, λέγει κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοϑῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν. 13 καὶ οἱ οἶκοι Ιερουσαλημ καὶ οἱ οἶκοι βασιλέων Ιουδα ἔσονται καϑὼς ὁ τόπος ὁ διαπίπτων τῶν ἀκαϑαρσιῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐϑυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς ϑεοῖς ἀλλοτρίοις. – 14 καὶ ἦλϑεν Ιερεμιας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν κύριος ἐκεῖ τοῦ προϕητεῦσαι, καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν 15 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά, ἃ ἐλάλησα ἐπ᾽ αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν λόγων μου.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 20

1 Καὶ ἤκουσεν Πασχωρ υἱὸς Εμμηρ ὁ ἱερεύς, καὶ οὗτος ἦν καϑεσταμένος ἡγούμενος οἴκου κυρίου, τοῦ Ιερεμιου προϕητεύοντος τοὺς λόγους τούτους. 2 καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ κυρίου. 3 καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου, ἀλλ᾽ ἢ Μέτοικον· 4 διότι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς ϕίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχϑρῶν αὐτῶν, καὶ οἱ ὀϕϑαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίραις· 5 καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς ϑησαυροὺς τοῦ βασιλέως Ιουδα εἰς χεῖρας ἐχϑρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. 6 καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσϑε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποϑανῇ καὶ ἐκεῖ ταϕήσῃ, σὺ καὶ πάντες οἱ ϕίλοι σου, οἷς ἐπροϕήτευσας αὐτοῖς ψευδῆ. 7 Ἠπάτησάς με, κύριε, καὶ ἠπατήϑην, ἐκράτησας καὶ ἠδυνάσϑης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος· 8 ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀϑεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήϑη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου. 9 καὶ εἶπα Οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· καὶ ἐγένετο ὡς πῦρ καιόμενον ϕλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοϑεν καὶ οὐ δύναμαι ϕέρειν. 10 ὅτι ἤκουσα ψόγον πολλῶν συναϑροιζομένων κυκλόϑεν Ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες ϕίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηϑήσεται καὶ δυνησόμεϑα αὐτῷ καὶ λημψόμεϑα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ. 11 καὶ κύριος μετ᾽ ἐμοῦ καϑὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνϑησαν σϕόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι᾽ αἰῶνος οὐκ ἐπιλησϑήσονται. 12 κύριε δοκιμάζων δίκαια συνίων νεϕροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου. – 13 ᾄσατε τῷ κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων. – 14 ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχϑην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. 15 ἐπικατάρατος ὁ ἄνϑρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων Ἐτέχϑη σοι ἄρσεν, εὐϕραινόμενος. 16 ἔστω ὁ ἄνϑρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψεν κύριος ἐν ϑυμῷ καὶ οὐ μετεμελήϑη, ἀκουσάτω κραυγῆς τὸ πρωῒ καὶ ἀλαλαγμοῦ μεσημβρίας, 17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάϕος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας. 18 ἵνα τί τοῦτο ἐξῆλϑον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 21

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν, ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων 2 Ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐϕέστηκεν ἐϕ᾽ ἡμᾶς, εἰ ποιήσει κύριος κατὰ πάντα τὰ ϑαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀϕ᾽ ἡμῶν. 3 καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας Οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα 4 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ μεταστρέϕω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωϑεν τοῦ τείχους, εἰς τὸ μέσον τῆς πόλεως ταύτης 5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ ϑυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου 6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνϑρώπους καὶ τὰ κτήνη, ἐν ϑανάτῳ μεγάλῳ, καὶ ἀποϑανοῦνται. 7 καὶ μετὰ ταῦτα – οὕτως λέγει κύριος – δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειϕϑέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ ϑανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχϑρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ ϕείσομαι ἐπ᾽ αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς. 8 καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ ϑανάτου· 9 ὁ καϑήμενος ἐν τῇ πόλει ταύτῃ ἀποϑανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται. 10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοϑήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί. – 11 ὁ οἶκος βασιλέως Ιουδα, ἀκούσατε λόγον κυρίου· 12 οἶκος Δαυιδ, τάδε λέγει κύριος Κρίνατε τὸ πρωῒ κρίμα καὶ κατευϑύνατε καὶ ἐξέλεσϑε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναϕϑῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυϑήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. 13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν; 14 καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 22

1 Τάδε λέγει κύριος Πορεύου καὶ κατάβηϑι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον 2 καὶ ἐρεῖς Ἄκουε λόγον κυρίου, βασιλεῦ Ιουδα ὁ καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις 3 Τάδε λέγει κύριος Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσϑε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρϕανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀϑῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ. 4 διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καϑήμενοι ἐπὶ ϑρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐϕ᾽ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν· 5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος. 6 ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου· ἐὰν μὴ ϑῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηϑησομένας· 7 καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεϑρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ. 8 καὶ διελεύσονται ἔϑνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ; 9 καὶ ἐροῦσιν Ἀνϑ ὧν ἐγκατέλιπον τὴν διαϑήκην κυρίου ϑεοῦ αὐτῶν καὶ προσεκύνησαν ϑεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς. 10 Μὴ κλαίετε τὸν τεϑνηκότα μηδὲ ϑρηνεῖτε αὐτόν· κλαύσατε κλαυϑμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ. 11 διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλϑεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι, 12 ἀλλ᾽ ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποϑανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. 13 Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισϑὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14 ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα ϑυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ. 15 μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου; οὐ ϕάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν. 16 οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ; λέγει κύριος. 17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀϕϑαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλ᾽ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀϑῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς ϕόνον τοῦ ποιεῖν. 18 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψωνται αὐτόν Ὦ ἀδελϕέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμμοι κύριε. 19 ταϕὴν ὄνου ταϕήσεται, συμψησϑεὶς ῥιϕήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ. 20 Ἀνάβηϑι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν ϕωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς ϑαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου. 21 ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς ϕωνῆς μου. 22 πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνϑήσῃ καὶ ἀτιμωϑήσῃ ἀπὸ πάντων τῶν ϕιλούντων σε. 23 κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλϑεῖν σοι ὠδῖνας ὡς τικτούσης. 24 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσϕράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖϑεν ἐκσπάσω σε 25 καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων· 26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχϑης ἐκεῖ, καὶ ἐκεῖ ἀποϑανεῖσϑε· 27 εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν. 28 ἠτιμώϑη Ιεχονιας ὡς σκεῦος, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερρίϕη καὶ ἐξεβλήϑη εἰς γῆν, ἣν οὐκ ᾔδει. 29 γῆ γῆ, ἄκουε λόγον κυρίου 30 Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνϑρωπον, ὅτι οὐ μὴ αὐξηϑῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 23

1 Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου. 2 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασϑε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐϕ᾽ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν· 3 καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἀπὸ πάσης τῆς γῆς, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηϑήσονται καὶ πληϑυνϑήσονται· 4 καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ ϕοβηϑήσονται ἔτι οὐδὲ πτοηϑήσονται, λέγει κύριος. 5 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. 6 ἐν ταῖς ἡμέραις αὐτοῦ σωϑήσεται Ιουδας, καὶ Ισραηλ κατασκηνώσει πεποιϑώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ. 9 Ἐν τοῖς προϕήταις συνετρίβη ἡ καρδία μου, ἐν ἐμοὶ ἐσαλεύϑη πάντα τὰ ὀστᾶ μου, ἐγενήϑην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνϑρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ. 10 ὅτι ἀπὸ προσώπου τούτων ἐπένϑησεν ἡ γῆ, ἐξηράνϑησαν αἱ νομαὶ τῆς ἐρήμου, καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτῶν οὐχ οὕτως. 11 ὅτι ἱερεὺς καὶ προϕήτης ἐμολύνϑησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν. 12 διὰ τοῦτο γενέσϑω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσϑημα ἐν γνόϕῳ, καὶ ὑποσκελισϑήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ᾽ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν, ϕησὶν κύριος. 13 καὶ ἐν τοῖς προϕήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροϕήτευσαν διὰ τῆς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ. 14 καὶ ἐν τοῖς προϕήταις Ιερουσαλημ ἑώρακα ϕρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραϕῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήϑησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γομορρα. 15 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προϕητῶν Ιερουσαλημ ἐξῆλϑεν μολυσμὸς πάσῃ τῇ γῇ. 16 οὕτως λέγει κύριος παντοκράτωρ Μὴ ἀκούετε τοὺς λόγους τῶν προϕητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος κυρίου. 17 λέγουσιν τοῖς ἀπωϑουμένοις τὸν λόγον κυρίου Εἰρήνη ἔσται ὑμῖν· καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς ϑελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν Οὐχ ἥξει ἐπὶ σὲ κακά. 18 ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ; τίς ἐνωτίσατο καὶ ἤκουσεν; 19 ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν, συστρεϕομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει. 20 καὶ οὐκέτι ἀποστρέψει ὁ ϑυμὸς κυρίου, ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν ἀναστήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά. 21 οὐκ ἀπέστελλον τοὺς προϕήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐκ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροϕήτευον. 22 καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰσήκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεϕον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 23 ϑεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ ϑεὸς πόρρωϑεν. 24 εἰ κρυβήσεται ἄνϑρωπος ἐν κρυϕαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος. 25 ἤκουσα ἃ λαλοῦσιν οἱ προϕῆται, ἃ προϕητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες Ἠνυπνιασάμην ἐνύπνιον. 26 ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προϕητῶν τῶν προϕητευόντων ψευδῆ καὶ ἐν τῷ προϕητεύειν αὐτοὺς τὰ ϑελήματα καρδίας αὐτῶν; 27 τῶν λογιζομένων τοῦ ἐπιλαϑέσϑαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καϑάπερ ἐπελάϑοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βααλ. 28 ὁ προϕήτης, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν, διηγησάσϑω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσϑω τὸν λόγον μου ἐπ᾽ ἀληϑείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει κύριος· 29 οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ ϕλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; 30 διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας, λέγει κύριος ὁ ϑεός, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ τοῦ πλησίον αὐτοῦ. 31 ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας τοὺς ἐκβάλλοντας προϕητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν. 32 ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας τοὺς προϕητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠϕέλειαν οὐκ ὠϕελήσουσιν τὸν λαὸν τοῦτον. 33 καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προϕήτης λέγων Τί τὸ λῆμμα κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα, καὶ ῥάξω ὑμᾶς, λέγει κύριος. 34 καὶ ὁ προϕήτης καὶ ὁ ἱερεὺς καὶ ὁ λαός, οἳ ἂν εἴπωσιν Λῆμμα κυρίου, καὶ ἐκδικήσω τὸν ἄνϑρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ. 35 ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ Τί ἀπεκρίϑη κύριος, καὶ Τί ἐλάλησεν κύριος; 36 καὶ Λῆμμα κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνϑρώπῳ ἔσται ὁ λόγος αὐτοῦ· 37 καὶ διὰ τί ἐλάλησεν κύριος ὁ ϑεὸς ἡμῶν; 38 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεός Ἀνϑ ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα κυρίου, 39 διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, 40 καὶ δώσω ἐϕ᾽ ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησϑήσεται. 7 Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἐκ γῆς Αἰγύπτου, 8 ἀλλά Ζῇ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 24

1 Ἔδειξέν μοι κύριος δύο καλάϑους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα· 2 ὁ κάλαϑος ὁ εἷς σύκων χρηστῶν σϕόδρα ὡς τὰ σῦκα τὰ πρόιμα, καὶ ὁ κάλαϑος ὁ ἕτερος σύκων πονηρῶν σϕόδρα, ἃ οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν. 3 καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Σῦκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν. 4 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 5 Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισϑέντας Ιουδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαϑά. 6 καὶ στηριῶ τοὺς ὀϕϑαλμούς μου ἐπ᾽ αὐτοὺς εἰς ἀγαϑὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαϑὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καϑελῶ καὶ καταϕυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω· 7 καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν, ὅτι ἐπιστραϕήσονται ἐπ᾽ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν. 8 καὶ ὡς τὰ σῦκα τὰ πονηρά, ἃ οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει κύριος, οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ· 9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ· 10 καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν ϑάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 25

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα, 2 ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ λέγων 3 ἐν τρισκαιδεκάτῳ ἔτει Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρϑρίζων καὶ λέγων 4 καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προϕήτας ὄρϑρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν, 5 λέγων Ἀποστράϕητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν ἀπ᾽ αἰῶνος καὶ ἕως αἰῶνος· 6 μὴ πορεύεσϑε ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς. 7 καὶ οὐκ ἠκούσατέ μου. 8 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, 9 ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔϑνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀϕανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον· 10 καὶ ἀπολῶ ἀπ᾽ αὐτῶν ϕωνὴν χαρᾶς καὶ ϕωνὴν εὐϕροσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, ὀσμὴν μύρου καὶ ϕῶς λύχνου. 11 καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀϕανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔϑνεσιν ἑβδομήκοντα ἔτη. 12 καὶ ἐν τῷ πληρωϑῆναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔϑνος ἐκεῖνο, ϕησὶν κύριος, καὶ ϑήσομαι αὐτοὺς εἰς ἀϕανισμὸν αἰώνιον· 13 καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατ᾽ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 14 Ἃ ἐπροϕήτευσεν Ιερεμιας ἐπὶ τὰ ἔϑνη τὰ Αιλαμ. 15 Τάδε λέγει κύριος Συντριβήτω τὸ τόξον Αιλαμ, ἀρχὴ δυναστείας αὐτῶν. 16 καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔϑνος, ὃ οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ. 17 καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ᾽ αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν τοῦ ϑυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς. 18 καὶ ϑήσω τὸν ϑρόνον μου ἐν Αιλαμ καὶ ἐξαποστελῶ ἐκεῖϑεν βασιλέα καὶ μεγιστᾶνας. 19 καὶ ἔσται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ, λέγει κύριος. – 20 ἐν ἀρχῇ βασιλεύοντος Σεδεκιου τοῦ βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αιλαμ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 26

2 Τῇ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐϕράτῃ ἐν Χαρχαμις, ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ Ιωακιμ βασιλέως Ιουδα. 3 Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον· 4 ἐπισάξατε τοὺς ἵππους ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεϕαλαίαις ὑμῶν· προβάλετε τὰ δόρατα καὶ ἐνδύσασϑε τοὺς ϑώρακας ὑμῶν. 5 τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. ϕυγῇ ἔϕυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόϑεν, λέγει κύριος. 6 μὴ ϕευγέτω ὁ κοῦϕος, καὶ μὴ ἀνασῳζέσϑω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐϕράτην ἠσϑένησαν πεπτώκασιν. 7 τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ; 8 ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν Ἀναβήσομαι καὶ κατακαλύψω γῆν καὶ ἀπολῶ κατοικοῦντας ἐν αὐτῇ. 9 ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα· ἐξέλϑατε, οἱ μαχηταὶ Αἰϑιόπων καὶ Λίβυες καϑωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε ἐντείνατε τόξον. 10 καὶ ἡ ἡμέρα ἐκείνη κυρίῳ τῷ ϑεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχϑροὺς αὐτοῦ, καὶ καταϕάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησϑήσεται καὶ μεϑυσϑήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι ϑυσία τῷ κυρίῳ σαβαωϑ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐϕράτῃ. 11 ἀνάβηϑι, Γαλααδ, καὶ λαβὲ ῥητίνην τῇ παρϑένῳ ϑυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήϑυνας ἰάματά σου, ὠϕέλεια οὐκ ἔστιν σοί. 12 ἤκουσαν ἔϑνη ϕωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσϑη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσϑένησεν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμϕότεροι. 13 Ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου τοῦ ἐλϑεῖν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι τὴν γῆν Αἰγύπτου. 14 Ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμϕιν, εἴπατε Ἐπίστηϑι καὶ ἑτοίμασον, ὅτι κατέϕαγεν μάχαιρα τὴν σμίλακά σου. 15 διὰ τί ἔϕυγεν ὁ Ἆπις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι κύριος παρέλυσεν αὐτόν. 16 καὶ τὸ πλῆϑός σου ἠσϑένησεν καὶ ἔπεσεν, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει Ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. 17 καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων – εσβι – εμωηδ. 18 ζῶ ἐγώ, λέγει κύριος ὁ ϑεός, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ ϑαλάσσῃ ἥξει. 19 σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα ϑύγατερ Αἰγύπτου, ὅτι Μέμϕις εἰς ἀϕανισμὸν ἔσται καὶ κληϑήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ. 20 δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλϑεν ἐπ᾽ αὐτήν. 21 καὶ οἱ μισϑωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεϕόμενοι ἐν αὐτῇ, διότι καὶ αὐτοὶ ἀπεστράϕησαν καὶ ἔϕυγον ὁμοϑυμαδόν, οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλϑεν ἐπ᾽ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 22 ϕωνὴ ὡς ὄϕεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύσονται· ἐν ἀξίναις ἥξουσιν ἐπ᾽ αὐτὴν ὡς κόπτοντες ξύλα. 23 ἐκκόψουσιν τὸν δρυμὸν αὐτῆς, λέγει κύριος ὁ ϑεός, ὅτι οὐ μὴ εἰκασϑῇ, ὅτι πληϑύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριϑμός. 24 κατῃσχύνϑη ϑυγάτηρ Αἰγύπτου, παρεδόϑη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ. 25 ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Αμων τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιϑότας ἐπ᾽ αὐτῷ. 27 σὺ δὲ μὴ ϕοβηϑῇς, δοῦλός μου Ιακωβ, μηδὲ πτοηϑῇς, Ισραηλ, διότι ἰδοὺ ἐγὼ σῴζων σε μακρόϑεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν, καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν. 28 μὴ ϕοβοῦ, παῖς μου Ιακωβ, λέγει κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔϑνει, εἰς οὓς ἐξῶσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀϑῷον οὐκ ἀϑῳώσω σε.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 27

1 Λόγος κυρίου, ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα. 2 Ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε Ἑάλωκεν Βαβυλών, κατῃσχύνϑη Βῆλος ἡ ἀπτόητος, ἡ τρυϕερὰ παρεδόϑη Μαρωδαχ. 3 ὅτι ἀνέβη ἐπ᾽ αὐτὴν ἔϑνος ἀπὸ βορρᾶ· οὗτος ϑήσει τὴν γῆν αὐτῆς εἰς ἀϕανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνϑρώπου καὶ ἕως κτήνους. 4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον ϑεὸν αὐτῶν ζητοῦντες. 5 ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν· καὶ ἥξουσιν καὶ καταϕεύξονται πρὸς κύριον τὸν ϑεόν, διαϑήκη γὰρ αἰώνιος οὐκ ἐπιλησϑήσεται. 6 πρόβατα ἀπολωλότα ἐγενήϑη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάϑοντο κοίτης αὐτῶν. 7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς, οἱ ἐχϑροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς· ἀνϑ᾽ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν. 8 ἀπαλλοτριώϑητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλϑατε καὶ γένεσϑε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων. 9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐϑνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖϑεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή. 10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησϑήσονται. 11 ὅτι ηὐϕραίνεσϑε καὶ κατεκαυχᾶσϑε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι. 12 ᾐσχύνϑη ἡ μήτηρ ὑμῶν σϕόδρα, μήτηρ ἐπ᾽ ἀγαϑὰ ἐσχάτη ἐϑνῶν ἔρημος. 13 ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηϑήσεται καὶ ἔσται εἰς ἀϕανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυϑρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς. 14 παρατάξασϑε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ᾽ αὐτήν, μὴ ϕείσησϑε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν. 15 κατακροτήσατε ἐπ᾽ αὐτήν· παρελύϑησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάϕη τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ ϑεοῦ ἐστιν, ἐκδικεῖτε ἐπ᾽ αὐτήν· καϑὼς ἐποίησεν, ποιήσατε αὐτῇ. 16 ἐξολεϑρεύσατε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ ϑερισμοῦ· ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ϕεύξεται. 17 Πρόβατον πλανώμενον Ισραηλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος ἔϕαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. 18 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καϑὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ. 19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εϕραιμ καὶ ἐν τῷ Γαλααδ, καὶ πλησϑήσεται ἡ ψυχὴ αὐτοῦ. 20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ιουδα, καὶ οὐ μὴ εὑρεϑῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει κύριος. 21 Πικρῶς ἐπίβηϑι ἐπ᾽ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ᾽ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀϕάνισον, λέγει κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι. 22 ϕωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. 23 πῶς συνεκλάσϑη καὶ συνετρίβη ἡ σϕῦρα πάσης τῆς γῆς; πῶς ἐγενήϑη εἰς ἀϕανισμὸν Βαβυλὼν ἐν ἔϑνεσιν; 24 ἐπιϑήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέϑης καὶ ἐλήμϕϑης, ὅτι τῷ κυρίῳ ἀντέστης. 25 ἤνοιξεν κύριος τὸν ϑησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ ϑεῷ ἐν γῇ Χαλδαίων, 26 ὅτι ἐληλύϑασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποϑήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεϑρεύσατε αὐτήν, μὴ γενέσϑω αὐτῆς κατάλειμμα· 27 ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σϕαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 28 ϕωνὴ ϕευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου ϑεοῦ ἡμῶν. 29 παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλετε ἐπ᾽ αὐτὴν κυκλόϑεν, μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ, ὅτι πρὸς τὸν κύριον ἀντέστη ϑεὸν ἅγιον τοῦ Ισραηλ. 30 διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιϕήσονται, εἶπεν κύριος. 31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου· 32 καὶ ἀσϑενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταϕάγεται πάντα τὰ κύκλῳ αὐτῆς. 33 Τάδε λέγει κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠϑέλησαν ἐξαποστεῖλαι αὐτούς. 34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα. 35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς· 36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυϑήσονται· 37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς ϑησαυροὺς αὐτῆς, καὶ διασκορπισϑήσονται. 38 ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίϑει καὶ καταισχυνϑήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο. 39 διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ ϑυγατέρες σειρήνων· οὐ μὴ κατοικηϑῇ οὐκέτι εἰς τὸν αἰῶνα. 40 καϑὼς κατέστρεψεν ὁ ϑεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνϑρωπος, καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνϑρώπου. 41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔϑνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερϑήσονται ἀπ᾽ ἐσχάτου τῆς γῆς 42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ· ϕωνὴ αὐτῶν ὡς ϑάλασσα ἠχήσει, ἐϕ᾽ ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ, ϑύγατερ Βαβυλῶνος. 43 ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύϑησαν αἱ χεῖρες αὐτοῦ· ϑλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. 44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιϑαμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ᾽ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 45 διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαϕϑαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀϕανισϑῇ νομὴ ἀπ᾽ αὐτῶν. 46 ὅτι ἀπὸ ϕωνῆς ἁλώσεως Βαβυλῶνος σεισϑήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔϑνεσιν ἀκουσϑήσεται.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 28

1 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαϕϑείροντα. 2 καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καϑυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόϑεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς. 3 ἐπ᾽ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιϑέσϑω ᾧ ἐστιν ὅπλα αὐτῷ, καὶ μὴ ϕείσησϑε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀϕανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς, 4 καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωϑεν αὐτῆς. 5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ ϑεοῦ αὐτῶν, ἀπὸ κυρίου παντοκράτορος· ὅτι ἡ γῆ αὐτῶν ἐπλήσϑη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ. 6 ϕεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀπορριϕῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ. 7 ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεϑύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔϑνη, διὰ τοῦτο ἐσαλεύϑησαν. 8 καὶ ἄϕνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη· ϑρηνεῖτε αὐτήν, λάβετε ῥητίνην τῇ διαϕϑορᾷ αὐτῆς, εἴ πως ἰαϑήσεται. 9 ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάϑη· ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλϑωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων. 10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου ϑεοῦ ἡμῶν. 11 παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς ϕαρέτρας· ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεϑρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν. 12 ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε ϕαρέτρας, ἐγείρατε ϕυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα 13 κατασκηνοῦντας ἐϕ᾽ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήϑει ϑησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληϑῶς εἰς τὰ σπλάγχα σου. 14 ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ Διότι πληρώσω σε ἀνϑρώπων ὡσεὶ ἀκρίδων, καὶ ϕϑέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. – 15 ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοϕίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν, 16 εἰς ϕωνὴν ἔϑετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεϕέλας ἀπ᾽ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ϕῶς ἐκ ϑησαυρῶν αὐτοῦ. 17 ἐμωράνϑη πᾶς ἄνϑρωπος ἀπὸ γνώσεως, κατῃσχύνϑη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς· 18 μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται. 19 οὐ τοιαύτη μερὶς τῷ Ιακωβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ, κύριος ὄνομα αὐτῷ. – 20 διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔϑνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς 21 καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν 22 καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρϑένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα 23 καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου. 24 καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιων κατ᾽ ὀϕϑαλμοὺς ὑμῶν, λέγει κύριος. 25 ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεϕϑαρμένον τὸ διαϕϑεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον, 26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίϑον εἰς γωνίαν καὶ λίϑον εἰς ϑεμέλιον, ὅτι εἰς ἀϕανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει κύριος. 27 Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔϑνεσιν σάλπιγγι, ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔϑνη, παραγγείλατε ἐπ᾽ αὐτὴν βασιλείαις Αραρατ παρ᾽ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις, ἐπιστήσατε ἐπ᾽ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπ᾽ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆϑος. 28 ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔϑνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ. 29 ἐσείσϑη ἡ γῆ καὶ ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ ϑεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀϕανισμὸν καὶ μὴ κατοικεῖσϑαι αὐτήν. 30 ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καϑήσονται ἐκεῖ ἐν περιοχῇ, ἐϑραύσϑη ἡ δυναστεία αὐτῶν, ἐγενήϑησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσϑη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς· 31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ, 32 ἀπ᾽ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμϕϑησαν, καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται. 33 διότι τάδε λέγει κύριος Οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηϑήσονται· ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς. 34 κατέϕαγέν με, ἐμερίσατό με, κατέλαβέν με σκεῦος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος· κατέπιέν με ὡς δράκων, ἔπλησεν τὴν κοιλίαν αὐτοῦ, ἀπὸ τῆς τρυϕῆς μου ἐξῶσέν με· 35 οἱ μόχϑοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιων, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ιερουσαλημ. 36 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν ϑάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς, 37 καὶ ἔσται Βαβυλὼν εἰς ἀϕανισμὸν καὶ οὐ κατοικηϑήσεται. 38 ἅμα ὡς λέοντες ἐξηγέρϑησαν καὶ ὡς σκύμνοι λεόντων. 39 ἐν τῇ ϑερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεϑύσω αὐτούς, ὅπως καρωϑῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερϑῶσι, λέγει κύριος· 40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σϕαγὴν καὶ ὡς κριοὺς μετ᾽ ἐρίϕων. 41 πῶς ἑάλω καὶ ἐϑηρεύϑη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀϕανισμὸν ἐν τοῖς ἔϑνεσιν; 42 ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ ϑάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύϕϑη. 43 ἐγενήϑησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνϑρώπου. 44 καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχϑῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔϑνη. 49 καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς. 50 ἀνασῳζόμενοι ἐκ γῆς, πορεύεσϑε καὶ μὴ ἵστασϑε· οἱ μακρόϑεν, μνήσϑητε τοῦ κυρίου, καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν. 51 ᾐσχύνϑημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλϑον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον κυρίου. 52 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι. 53 ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ ὕψος ἰσχύος αὐτῆς, παρ᾽ ἐμοῦ ἥξουσιν ἐξολεϑρεύοντες αὐτήν, λέγει κύριος. 54 ϕωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων, 55 ὅτι ἐξωλέϑρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ᾽ αὐτῆς ϕωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεϑρον ϕωνὴν αὐτῆς. 56 ὅτι ἦλϑεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ϑεὸς ἀνταποδίδωσιν αὐτοῖς, κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν· 57 καὶ μεϑύσει μέϑῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοϕοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ. 58 τάδε λέγει κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνϑη, κατασκαπτόμενον κατασκαϕήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισϑήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔϑνη ἐν ἀρχῇ ἐκλείψουσιν. 59 Ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τῷ προϕήτῃ εἰπεῖν τῷ Σαραια υἱῷ Νηριου υἱοῦ Μαασαιου, ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ, καὶ Σαραιας ἄρχων δώρων· 60 καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά, ἃ ἥξει ἐπὶ Βαβυλῶνα, ἐν βιβλίῳ ἑνί, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα. 61 καὶ εἶπεν Ιερεμιας πρὸς Σαραιαν Ὅταν ἔλϑῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους 62 καὶ ἐρεῖς Κύριε κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεϑρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνϑρώπου ἕως κτήνους, ὅτι ἀϕανισμὸς εἰς τὸν αἰῶνα ἔσται. 63 καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπ᾽ αὐτὸ λίϑον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐϕράτου 64 καὶ ἐρεῖς Οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ᾽ αὐτήν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 29

1 Ἐπὶ τοὺς ἀλλοϕύλους. 2 Τάδε λέγει κύριος Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνϑρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν. 3 ἀπὸ ϕωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐϕ᾽ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν 4 ἐν τῇ ἡμέρᾳ τῇ ἐρχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοϕύλους· καὶ ἀϕανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηϑείας αὐτῶν, ὅτι ἐξολεϑρεύσει κύριος τοὺς καταλοίπους τῶν νήσων. 5 ἥκει ϕαλάκρωμα ἐπὶ Γάζαν, ἀπερρίϕη Ἀσκαλὼν καὶ οἱ κατάλοιποι Ενακιμ. ἕως τίνος κόψεις, 6 ἡ μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηϑι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρϑητι. 7 πῶς ἡσυχάσει; καὶ κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκαλῶνα καὶ ἐπὶ τὰς παραϑαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερϑῆναι.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 30

1 Τῇ Ιδουμαίᾳ. Τάδε λέγει κύριος Οὐκ ἔστιν ἔτι σοϕία ἐν Θαιμαν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοϕία αὐτῶν, 2 ἠπατήϑη ὁ τόπος αὐτῶν. βαϑύνατε εἰς κάϑισιν, οἱ κατοικοῦντες ἐν Δαιδαν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ᾽ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ᾽ αὐτόν. 3 ὅτι τρυγηταὶ ἦλϑόν σοι, οὐ καταλείψουσίν σοι καταλείμματα· ὡς κλέπται ἐν νυκτὶ ἐπιϑήσουσιν χεῖρα αὐτῶν. 4 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελϕοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν 5 ὑπολείπεσϑαι ὀρϕανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπ᾽ ἐμὲ πεποίϑασιν. 6 ὅτι τάδε εἶπεν κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀϑῳωμένη οὐ μὴ ἀϑῳωϑῇς, ὅτι πίνων πίεσαι· 7 ὅτι κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. 8 ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ ἀγγέλους εἰς ἔϑνη ἀπέστειλεν Συνάχϑητε καὶ παραγένεσϑε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον. 9 μικρὸν ἔδωκά σε ἐν ἔϑνεσιν, εὐκαταϕρόνητον ἐν ἀνϑρώποις. 10 ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖϑεν καϑελῶ σε. 11 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ᾽ αὐτὴν συριεῖ. 12 ὥσπερ κατεστράϕη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν κύριος παντοκράτωρ, οὐ μὴ καϑίσῃ ἐκεῖ ἄνϑρωπος, καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνϑρώπου. 13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιϑαμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ᾽ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 14 διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν Ἐὰν μὴ συμψησϑῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωϑῇ ἐπ᾽ αὐτὴν κατάλυσις αὐτῶν· 15 ὅτι ἀπὸ ϕωνῆς πτώσεως αὐτῶν ἐσείσϑη ἡ γῆ, καὶ κραυγή σου ἐν ϑαλάσσῃ ἠκούσϑη. 16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ᾽ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης. 17 Τοῖς υἱοῖς Αμμων. Οὕτως εἶπεν κύριος Μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ, ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς; διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει; 18 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ραββαϑ ϑόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυϑήσονται, καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ. 19 ἀλάλαξον, Εσεβων, ὅτι ὤλετο Γαι· κεκράξατε, ϑυγατέρες Ραββαϑ, περιζώσασϑε σάκκους καὶ ἐπιλημπτεύσασϑε καὶ κόψασϑε ἐπὶ Μελχομ, ὅτι ἐν ἀποικίᾳ βαδιεῖται, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 20 τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ, ϑύγατερ ἰταμίας ἡ πεποιϑυῖα ἐπὶ ϑησαυροῖς αὐτῆς ἡ λέγουσα Τίς εἰσελεύσεται ἐπ᾽ ἐμέ; 21 ἰδοὺ ἐγὼ ϕέρω ϕόβον ἐπὶ σέ, εἶπεν κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσϑε ἕκαστος εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔσται ὁ συνάγων. 23 Τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβου χοδονοσορ βασιλεὺς Βαβυλῶνος. Οὕτως εἶπεν κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ· 24 σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ᾽ αὐτοὺς ἀπώλειαν κυκλόϑεν. 25 ϕεύγετε λίαν, βαϑύνατε εἰς κάϑισιν, καϑήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐϕ᾽ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐϕ᾽ ὑμᾶς λογισμόν. 26 ἀνάστηϑι καὶ ἀνάβηϑι ἐπ᾽ ἔϑνος εὐσταϑοῦν καϑήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν ϑύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν. 27 καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆϑος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν κύριος. 28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουϑῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καϑίσῃ ἐκεῖ ἄνϑρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνϑρώπου. 29 Τῇ Δαμασκῷ. Κατῃσχύνϑη Ημαϑ καὶ Αρϕαδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐϑυμώϑησαν, ἀναπαύσασϑαι οὐ μὴ δύνωνται. 30 ἐξελύϑη Δαμασκός, ἀπεστράϕη εἰς ϕυγήν, τρόμος ἐπελάβετο αὐτῆς. 31 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν; κώμην ἠγάπησαν. 32 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, ϕησὶν κύριος· 33 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταϕάγεται ἄμϕοδα υἱοῦ Αδερ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 31

1 Τῇ Μωαβ. Οὕτως εἶπεν κύριος Οὐαὶ ἐπὶ Ναβαυ, ὅτι ὤλετο· ἐλήμϕϑη Καριαϑαιμ, ᾐσχύνϑη Αμαϑ καὶ ἡττήϑη. 2 οὐκ ἔστιν ἔτι ἰατρεία Μωαβ, ἀγαυρίαμα ἐν Εσεβων· ἐλογίσαντο ἐπ᾽ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔϑνους, καὶ παῦσιν παύσεται, ὄπισϑέν σου βαδιεῖται μάχαιρα. 3 ὅτι ϕωνὴ κεκραγότων ἐξ Ωρωναιμ, ὄλεϑρος καὶ σύντριμμα μέγα 4 Συνετρίβη Μωαβ, ἀναγγείλατε εἰς Ζογορα. 5 ὅτι ἐπλήσϑη Αλαωϑ ἐν κλαυϑμῷ, ἀναβήσεται κλαίων ἐν ὁδῷ Ωρωναιμ, κραυγὴν συντρίμματος ἠκούσατε 6 Φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσϑε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ. 7 ἐπειδὴ ἐπεποίϑεις ἐν ὀχυρώμασίν σου, καὶ σὺ συλλημϕϑήσῃ· καὶ ἐξελεύσεται Χαμως ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 8 καὶ ἥξει ὄλεϑρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωϑῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολεϑρευϑήσεται ἡ πεδινή, καϑὼς εἶπεν κύριος. 9 δότε σημεῖα τῇ Μωαβ, ὅτι ἁϕῇ ἀναϕϑήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόϑεν ἔνοικος αὐτῇ; 10 ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς ἐξαίρων μάχαιραν αὐτοῦ ἀϕ᾽ αἵματος. 11 ἀνεπαύσατο Μωαβ ἐκ παιδαρίου καὶ πεποιϑὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. 12 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν. 13 καὶ καταισχυνϑήσεται Μωαβ ἀπὸ Χαμως, ὥσπερ κατῃσχύνϑη οἶκος Ισραηλ ἀπὸ Βαιϑηλ ἐλπίδος αὐτῶν πεποιϑότες ἐπ᾽ αὐτοῖς. 14 πῶς ἐρεῖτε Ἰσχυροί ἐσμεν καὶ ἄνϑρωπος ἰσχύων εἰς τὰ πολεμικά; 15 ὤλετο Μωαβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σϕαγήν· 16 ἐγγὺς ἡμέρα Μωαβ ἐλϑεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σϕόδρα. 17 κινήσατε αὐτῷ, πάντες κυκλόϑεν αὐτοῦ, πάντες εἰδότες ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος; 18 κατάβηϑι ἀπὸ δόξης καὶ κάϑισον ἐν ὑγρασίᾳ, καϑημένη Δαιβων· ἐκτρίβητε, ὅτι ὤλετο Μωαβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου. 19 ἐϕ᾽ ὁδοῦ στῆϑι καὶ ἔπιδε, καϑημένη ἐν Αροηρ, καὶ ἐρώτησον ϕεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν Τί ἐγένετο; 20 κατῃσχύνϑη Μωαβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Αρνων ὅτι ὤλετο Μωαβ. 21 καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μισωρ ἐπὶ Χαιλων καὶ ἐπὶ Ιασσα καὶ ἐπὶ Μωϕαϑ 22 καὶ ἐπὶ Δαιβων καὶ ἐπὶ Ναβαυ καὶ ἐπ᾽ οἶκον Δεβλαϑαιμ 23 καὶ ἐπὶ Καριαϑαιμ καὶ ἐπ᾽ οἶκον Γαμωλ καὶ ἐπ᾽ οἶκον Μαων 24 καὶ ἐπὶ Καριωϑ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς. 25 κατεάχϑη κέρας Μωαβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη. 26 μεϑύσατε αὐτόν, ὅτι ἐπὶ κύριον ἐμεγαλύνϑη· καὶ ἐπικρούσει Μωαβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. 27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ισραηλ; εἰ ἐν κλοπαῖς σου εὑρέϑη, ὅτι ἐπολέμεις αὐτόν; 28 κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωαβ, ἐγενήϑησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοϑύνου. 29 ἤκουσα ὕβριν Μωαβ, ὕβρισεν λίαν· ὕβριν αὐτοῦ καὶ ὑπερηϕανίαν αὐτοῦ, καὶ ὑψώϑη ἡ καρδία αὐτοῦ. 30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησεν. 31 διὰ τοῦτο ἐπὶ Μωαβ ὀλολύζετε πάντοϑεν, βοήσατε ἐπ᾽ ἄνδρας Κιραδας αὐχμοῦ. 32 ὡς κλαυϑμὸν Ιαζηρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημα· κλήματά σου διῆλϑεν ϑάλασσαν, Ιαζηρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεϑρος ἐπέπεσεν. 33 συνεψήσϑη χαρμοσύνη καὶ εὐϕροσύνη ἐκ τῆς Μωαβίτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωῒ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αιδαδ. 34 ἀπὸ κραυγῆς Εσεβων ἕως Ελεαλη αἱ πόλεις αὐτῶν ἔδωκαν ϕωνὴν αὐτῶν, ἀπὸ Ζογορ ἕως Ωρωναιμ καὶ Αγλαϑ – σαλισια, ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται. 35 καὶ ἀπολῶ τὸν Μωαβ, ϕησὶν κύριος, ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ ϑυμιῶντα ϑεοῖς αὐτοῦ. 36 διὰ τοῦτο καρδία μου, Μωαβ, ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπ᾽ ἀνϑρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνϑρώπου. 37 πᾶσαν κεϕαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται, καὶ πᾶς πώγων ξυρηϑήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσϕύος σάκκος. 38 καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωαβ, ϕησὶν κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ. 39 πῶς κατήλλαξεν; πῶς ἔστρεψεν νῶτον Μωαβ; ᾐσχύνϑη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς. 40 ὅτι οὕτως εἶπεν κύριος 41 Ἐλήμϕϑη Ακκαριωϑ, καὶ τὰ ὀχυρώματα συνελήμϕϑη· 42 καὶ ἀπολεῖται Μωαβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνϑη. 43 παγὶς καὶ ϕόβος καὶ βόϑυνος ἐπὶ σοί, καϑήμενος Μωαβ· 44 ὁ ϕεύγων ἀπὸ προσώπου τοῦ ϕόβου ἐμπεσεῖται εἰς τὸν βόϑυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοϑύνου συλλημϕϑήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωαβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 32

13 Ὅσα ἐπροϕήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔϑνη. 15 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔϑνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς, 16 καὶ πίονται καὶ ἐξεμοῦνται καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν. 17 καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔϑνη, πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ᾽ αὐτά, 18 τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα καὶ βασιλεῖς Ιουδα καὶ ἄρχοντας αὐτοῦ τοῦ ϑεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν 19 καὶ τὸν Φαραω βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ 20 καὶ πάντας τοὺς συμμίκτους αὐτοῦ καὶ πάντας τοὺς βασιλεῖς ἀλλοϕύλων, τὴν Ἀσκαλῶνα καὶ τὴν Γάζαν καὶ τὴν Ακκαρων καὶ τὸ ἐπίλοιπον Ἀζώτου 21 καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς Αμμων 22 καὶ πάντας βασιλεῖς Τύρου καὶ βασιλεῖς Σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς ϑαλάσσης 23 καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ 24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ 25 καὶ πάντας βασιλεῖς Αιλαμ καὶ πάντας βασιλεῖς Περσῶν 26 καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελϕὸν αὐτοῦ, καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς. 27 καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν κύριος παντοκράτωρ Πίετε καὶ μεϑύσϑητε καὶ ἐξεμέσατε καὶ πεσεῖσϑε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν. 28 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασϑαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Πιόντες πίεσϑε· 29 ὅτι ἐν πόλει, ἐν ᾗ ὠνομάσϑη τὸ ὄνομά μου ἐπ᾽ αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καϑάρσει οὐ μὴ καϑαρισϑῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καϑημένους ἐπὶ τῆς γῆς. 30 καὶ σὺ προϕητεύσεις ἐπ᾽ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς Κύριος ἀϕ᾽ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει ϕωνὴν αὐτοῦ· λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αιδαδ ὥσπερ τρυγῶντες ἀποκριϑήσονται· καὶ ἐπὶ τοὺς καϑημένους ἐπὶ τὴν γῆν 31 ἥκει ὄλεϑρος ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔϑνεσιν, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόϑησαν εἰς μάχαιραν, λέγει κύριος. 32 οὕτως εἶπεν κύριος Ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔϑνους ἐπὶ ἔϑνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ᾽ ἐσχάτου τῆς γῆς. 33 καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρᾳ κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται. 34 ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε· καὶ κόπτεσϑε, οἱ κριοὶ τῶν προβάτων· ὅτι ἐπληρώϑησαν αἱ ἡμέραι ὑμῶν εἰς σϕαγήν, καὶ πεσεῖσϑε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί· 35 καὶ ἀπολεῖται ϕυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. 36 ϕωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλέϑρευσεν κύριος τὰ βοσκήματα αὐτῶν, 37 καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς ϑυμοῦ μου. 38 ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι ἐγενήϑη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 33

1 Ἐν ἀρχῇ βασιλέως Ιωακιμ υἱοῦ Ιωσια ἐγενήϑη ὁ λόγος οὗτος παρὰ κυρίου 2 Οὕτως εἶπεν κύριος Στῆϑι ἐν αὐλῇ οἴκου κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς Ιουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ κυρίου ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι αὐτοῖς χρηματίσαι, μὴ ἀϕέλῃς ῥῆμα· 3 ἴσως ἀκούσονται καὶ ἀποστραϕήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 4 καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσϑαι ἐν τοῖς νομίμοις μου, οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν, 5 εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προϕητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρϑρου καὶ ἀπέστειλα καὶ οὐκ εἰσηκούσατέ μου, 6 καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλωμ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσιν τοῖς ἔϑνεσιν πάσης τῆς γῆς. 7 καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροϕῆται καὶ πᾶς ὁ λαὸς τοῦ Ιερεμιου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ κυρίου. 8 καὶ ἐγένετο Ιερεμιου παυσαμένου λαλοῦντος πάντα, ἃ συνέταξεν αὐτῷ κύριος λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροϕῆται καὶ πᾶς ὁ λαὸς λέγων Θανάτῳ ἀποϑανῇ, 9 ὅτι ἐπροϕήτευσας τῷ ὀνόματι κυρίου λέγων Ὥσπερ Σηλωμ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωϑήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσϑη πᾶς ὁ λαὸς ἐπὶ Ιερεμιαν ἐν οἴκῳ κυρίου. 10 Καὶ ἤκουσαν οἱ ἄρχοντες Ιουδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον κυρίου καὶ ἐκάϑισαν ἐν προϑύροις πύλης κυρίου τῆς καινῆς. 11 καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροϕῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ Κρίσις ϑανάτου τῷ ἀνϑρώπῳ τούτῳ, ὅτι ἐπροϕήτευσεν κατὰ τῆς πόλεως ταύτης, καϑὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν. 12 καὶ εἶπεν Ιερεμιας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων Κύριος ἀπέστειλέν με προϕητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους τούτους, οὓς ἠκούσατε. 13 καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς ϕωνῆς κυρίου, καὶ παύσεται κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐϕ᾽ ὑμᾶς. 14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμϕέρει καὶ ὡς βέλτιον ὑμῖν. 15 ἀλλ᾽ ἢ γνόντες γνώσεσϑε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀϑῷον δίδοτε ἐϕ᾽ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληϑείᾳ ἀπέσταλκέν με κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους. 16 καὶ εἶπαν οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροϕήτας Οὐκ ἔστιν τῷ ἀνϑρώπῳ τούτῳ κρίσις ϑανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ ϑεοῦ ἡμῶν ἐλάλησεν πρὸς ἡμᾶς. 17 καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ 18 Μιχαιας ὁ Μωραϑίτης ἦν ἐν ταῖς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἶπεν παντὶ τῷ λαῷ Ιουδα Οὕτως εἶπεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαϑήσεται, καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 19 μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Εζεκιας καὶ πᾶς Ιουδα; οὐχὶ ὅτι ἐϕοβήϑησαν τὸν κύριον καὶ ὅτι ἐδεήϑησαν τοῦ προσώπου κυρίου, καὶ ἐπαύσατο κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ᾽ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν. – 20 καὶ ἄνϑρωπος ἦν προϕητεύων τῷ ὀνόματι κυρίου, Ουριας υἱὸς Σαμαιου ἐκ Καριαϑιαριμ, καὶ ἐπροϕήτευσεν περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ιερεμιου. 21 καὶ ἤκουσεν ὁ βασιλεὺς Ιωακιμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν, καὶ ἤκουσεν Ουριας καὶ εἰσῆλϑεν εἰς Αἴγυπτον. 22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον, 23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖϑεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ. 24 πλὴν χεὶρ Αχικαμ υἱοῦ Σαϕαν ἦν μετὰ Ιερεμιου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 34

2 Οὕτως εἶπεν κύριος Ποίησον δεσμοὺς καὶ κλοιοὺς καὶ περίϑου περὶ τὸν τράχηλόν σου· 3 καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ιδουμαίας καὶ πρὸς βασιλέα Μωαβ καὶ πρὸς βασιλέα υἱῶν Αμμων καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ιερουσαλημ πρὸς Σεδεκιαν βασιλέα Ιουδα. 4 καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν 5 ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύι μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀϕϑαλμοῖς μου. 6 ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ ϑηρία τοῦ ἀγροῦ ἐργάζεσϑαι αὐτῷ. 8 καὶ τὸ ἔϑνος καὶ ἡ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπεν κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ. 9 καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροϕητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν ϕαρμακῶν ὑμῶν τῶν λεγόντων Οὐ μὴ ἐργάσησϑε τῷ βασιλεῖ Βαβυλῶνος· 10 ὅτι ψευδῆ αὐτοὶ προϕητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν. 11 καὶ τὸ ἔϑνος, ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. – 12 καὶ πρὸς Σεδεκιαν βασιλέα Ιουδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων Εἰσαγάγετε τὸν τράχηλον ὑμῶν 14 καὶ ἐργάσασϑε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν· 15 ὅτι οὐκ ἀπέστειλα αὐτούς, ϕησὶν κύριος, καὶ προϕητεύουσιν τῷ ὀνόματί μου ἐπ᾽ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσϑε ὑμεῖς καὶ οἱ προϕῆται ὑμῶν οἱ προϕητεύοντες ὑμῖν ἐπ᾽ ἀδίκῳ ψευδῆ. 16 ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν κύριος Μὴ ἀκούετε τῶν λόγων τῶν προϕητῶν τῶν προϕητευόντων ὑμῖν λεγόντων Ἰδοὺ σκεύη οἴκου κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος· ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν, οὐκ ἀπέστειλα αὐτούς. 18 εἰ προϕῆταί εἰσιν καὶ εἰ ἔστιν λόγος κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι· 19 ὅτι οὕτως εἶπεν κύριος Καὶ τῶν ἐπιλοίπων σκευῶν, 20 ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ, 22 εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 35

1 Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροϕήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκῳ κυρίου κατ᾽ ὀϕϑαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων 2 Οὕτως εἶπεν κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος· 3 ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου 4 καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος. 5 καὶ εἶπεν Ιερεμιας πρὸς Ανανιαν κατ᾽ ὀϕϑαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ᾽ ὀϕϑαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου 6 καὶ εἶπεν Ιερεμιας Ἀληϑῶς· οὕτω ποιήσαι κύριος· στήσαι τὸν λόγον σου, ὃν σὺ προϕητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον. 7 πλὴν ἀκούσατε τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ 8 Οἱ προϕῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροϕήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον· 9 ὁ προϕήτης ὁ προϕητεύσας εἰς εἰρήνην, ἐλϑόντος τοῦ λόγου γνώσονται τὸν προϕήτην, ὃν ἀπέστειλεν αὐτοῖς κύριος ἐν πίστει. 10 καὶ ἔλαβεν Ανανιας ἐν ὀϕϑαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ιερεμιου καὶ συνέτριψεν αὐτούς. 11 καὶ εἶπεν Ανανιας κατ᾽ ὀϕϑαλμοὺς παντὸς τοῦ λαοῦ λέγων Οὕτως εἶπεν κύριος Οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐϑνῶν. καὶ ᾤχετο Ιερεμιας εἰς τὴν ὁδὸν αὐτοῦ. – 12 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ συντρῖψαι Ανανιαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων 13 Βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων Οὕτως εἶπεν κύριος Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ αὐτῶν κλοιοὺς σιδηροῦς· 14 ὅτι οὕτως εἶπεν κύριος Ζυγὸν σιδηροῦν ἔϑηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐϑνῶν ἐργάζεσϑαι τῷ βασιλεῖ Βαβυλῶνος. 15 καὶ εἶπεν Ιερεμιας τῷ Ανανια Οὐκ ἀπέσταλκέν σε κύριος, καὶ πεποιϑέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ᾽ ἀδίκῳ· 16 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποϑανῇ. 17 καὶ ἀπέϑανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 36

1 Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου, οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροϕήτας ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαὸν 2 ὕστερον ἐξελϑόντος Ιεχονιου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευϑέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ιερουσαλημ 3 ἐν χειρὶ Ελεασα υἱοῦ Σαϕαν καὶ Γαμαριου υἱοῦ Χελκιου, ὃν ἀπέστειλεν Σεδεκιας βασιλεὺς Ιουδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα, λέγων 4 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν, ἣν ἀπῴκισα ἀπὸ Ιερουσαλημ 5 Οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ ϕυτεύσατε παραδείσους καὶ ϕάγετε τοὺς καρποὺς αὐτῶν 6 καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ ϑυγατέρας καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας καὶ τὰς ϑυγατέρας ὑμῶν ἀνδράσιν δότε καὶ πληϑύνεσϑε καὶ μὴ σμικρυνϑῆτε 7 καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς, εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ, καὶ προσεύξασϑε περὶ αὐτῶν πρὸς κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν. 8 ὅτι οὕτως εἶπεν κύριος Μὴ ἀναπειϑέτωσαν ὑμᾶς οἱ ψευδοπροϕῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειϑέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ἃ ὑμεῖς ἐνυπνιάζεσϑε, 9 ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου, καὶ οὐκ ἀπέστειλα αὐτούς. 10 ὅτι οὕτως εἶπεν κύριος Ὅταν μέλλῃ πληροῦσϑαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐϕ᾽ ὑμᾶς τοῦ τὸν λαὸν ὑμῶν ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· 11 καὶ λογιοῦμαι ἐϕ᾽ ὑμᾶς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ τοῦ δοῦναι ὑμῖν ταῦτα. 12 καὶ προσεύξασϑε πρός με, καὶ εἰσακούσομαι ὑμῶν· 13 καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, 14 καὶ ἐπιϕανοῦμαι ὑμῖν. – 15 ὅτι εἴπατε Κατέστησεν ἡμῖν κύριος προϕήτας ἐν Βαβυλῶνι, 21 οὕτως εἶπεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν Ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ᾽ ὀϕϑαλμοὺς ὑμῶν. 22 καὶ λήμψονται ἀπ᾽ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ιουδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε κύριος, ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ 23 δι᾽ ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, ϕησὶν κύριος. – 24 καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρεῖς 25 Οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ 26 Κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε τοῦ ἱερέως γενέσϑαι ἐπιστάτην ἐν τῷ οἴκῳ κυρίου παντὶ ἀνϑρώπῳ προϕητεύοντι καὶ παντὶ ἀνϑρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην. 27 καὶ νῦν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναϑωϑ τὸν προϕητεύσαντα ὑμῖν; 28 οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ ϕυτεύσατε κήπους καὶ ϕάγεσϑε τὸν καρπὸν αὐτῶν; – 29 καὶ ἀνέγνω Σοϕονιας τὸ βιβλίον εἰς τὰ ὦτα Ιερεμιου. 30 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων 31 Ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων Οὕτως εἶπεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην Ἐπειδὴ ἐπροϕήτευσεν ὑμῖν Σαμαιας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιϑέναι ἐποίησεν ὑμᾶς ἐπ᾽ ἀδίκοις, 32 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνϑρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαϑά, ἃ ἐγὼ ποιήσω ὑμῖν· οὐκ ὄψονται.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 37

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπεῖν 2 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ λέγων Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σέ, ἐπὶ βιβλίου· 3 ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ισραηλ καὶ Ιουδα, εἶπεν κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς. 4 Καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα 5 Οὕτως εἶπεν κύριος Φωνὴν ϕόβου ἀκούσεσϑε· ϕόβος, καὶ οὐκ ἔστιν εἰρήνη. 6 ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ ϕόβου, ἐν ᾧ καϑέξουσιν ὀσϕὺν καὶ σωτηρίαν· διότι ἑώρακα πάντα ἄνϑρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσϕύος αὐτοῦ, ἐστράϕησαν πρόσωπα, εἰς ἴκτερον 7 ἐγενήϑη. ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστιν τῷ Ιακωβ, καὶ ἀπὸ τούτου σωϑήσεται. 8 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις· 9 καὶ ἐργῶνται τῷ κυρίῳ ϑεῷ αὐτῶν, καὶ τὸν Δαυιδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. 12 Οὕτως εἶπεν κύριος Ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου· 13 οὐκ ἔστιν κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύϑης, ὠϕέλεια οὐκ ἔστιν σοι. 14 πάντες οἱ ϕίλοι σου ἐπελάϑοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι πληγὴν ἐχϑροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήϑυναν αἱ ἁμαρτίαι σου. 16 διὰ τοῦτο πάντες οἱ ἔσϑοντές σε βρωϑήσονται, καὶ πάντες οἱ ἐχϑροί σου, κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆϑος ἀδικιῶν σου ἐπληϑύνϑησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαϕοροῦντές σε εἰς διαϕόρημα, καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν. 17 ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, ϕησὶν κύριος, ὅτι ἐσπαρμένη ἐκλήϑης· ϑήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν. 18 οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηϑήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καϑεδεῖται. 19 καὶ ἐξελεύσονται ἀπ᾽ αὐτῶν ᾄδοντες καὶ ϕωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωϑῶσιν. 20 καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρϑωϑήσεται· καὶ ἐπισκέψομαι τοὺς ϑλίβοντας αὐτούς. 21 καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ᾽ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτούς, καὶ ἀποστρέψουσιν πρός με· ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με; ϕησὶν κύριος. 23 ὅτι ὀργὴ κυρίου ἐξῆλϑεν ϑυμώδης, ἐξῆλϑεν ὀργὴ στρεϕομένη, ἐπ᾽ ἀσεβεῖς ἥξει. 24 οὐ μὴ ἀποστραϕῇ ὀργὴ ϑυμοῦ κυρίου, ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν γνώσεσϑε αὐτά.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 38

1 Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν κύριος, ἔσομαι εἰς ϑεὸν τῷ γένει Ισραηλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 2 οὕτως εἶπεν κύριος Εὗρον ϑερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ. 3 κύριος πόρρωϑεν ὤϕϑη αὐτῷ Ἀγάπησιν αἰωνίαν ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτίρημα. 4 ἔτι οἰκοδομήσω σε, καὶ οἰκοδομηϑήσῃ, παρϑένος Ισραηλ· ἔτι λήμψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. 5 ἔτι ϕυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας, ϕυτεύσατε καὶ αἰνέσατε. 6 ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εϕραιμ Ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν ϑεὸν ἡμῶν. – 7 ὅτι οὕτως εἶπεν κύριος τῷ Ιακωβ Εὐϕράνϑητε καὶ χρεμετίσατε ἐπὶ κεϕαλὴν ἐϑνῶν, ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε Ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ισραηλ. 8 ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ᾽ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ ϕασεκ· καὶ τεκνοποιήσῃ ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε. 9 ἐν κλαυϑμῷ ἐξῆλϑον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρϑῇ, καὶ οὐ μὴ πλανηϑῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ισραηλ εἰς πατέρα, καὶ Εϕραιμ πρωτότοκός μού ἐστιν. 10 Ἀκούσατε λόγον κυρίου, ἔϑνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον· εἴπατε Ὁ λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ ϕυλάξει αὐτὸν ὡς ὁ βόσκων τὸ ποίμνιον αὐτοῦ. 11 ὅτι ἐλυτρώσατο κύριος τὸν Ιακωβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 12 καὶ ἥξουσιν καὶ εὐϕρανϑήσονται ἐν τῷ ὄρει Σιων· καὶ ἥξουσιν ἐπ᾽ ἀγαϑὰ κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων, καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι. 13 τότε χαρήσονται παρϑένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ πένϑος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐϕραινομένους. 14 μεγαλυνῶ καὶ μεϑύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευι, καὶ ὁ λαός μου τῶν ἀγαϑῶν μου ἐμπλησϑήσεται. 15 Οὕτως εἶπεν κύριος Φωνὴ ἐν Ραμα ἠκούσϑη ϑρήνου καὶ κλαυϑμοῦ καὶ ὀδυρμοῦ· Ραχηλ ἀποκλαιομένη οὐκ ἤϑελεν παύσασϑαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν. 16 οὕτως εἶπεν κύριος Διαλιπέτω ἡ ϕωνή σου ἀπὸ κλαυϑμοῦ καὶ οἱ ὀϕϑαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστιν μισϑὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχϑρῶν, 17 μόνιμον τοῖς σοῖς τέκνοις. 18 ἀκοὴν ἤκουσα Εϕραιμ ὀδυρομένου Ἐπαίδευσάς με, καὶ ἐπαιδεύϑην ἐγώ· ὥσπερ μόσχος οὐκ ἐδιδάχϑην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ κύριος ὁ ϑεός μου. 19 ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐϕ᾽ ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. 20 υἱὸς ἀγαπητὸς Εϕραιμ ἐμοί, παιδίον ἐντρυϕῶν, ὅτι ἀνϑ᾽ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησϑήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπ᾽ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, ϕησὶν κύριος. 21 Στῆσον σεαυτήν, Σιων, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ἣν ἐπορεύϑης ἀποστράϕητι, παρϑένος Ισραηλ, ἀποστράϕητι εἰς τὰς πόλεις σου πενϑοῦσα. 22 ἕως πότε ἀποστρέψεις, ϑυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταϕύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνϑρωποι. 23 οὕτως εἶπεν κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον ἐν γῇ Ιουδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ 24 καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ, καὶ ἀρϑήσεται ἐν ποιμνίῳ. 25 ὅτι ἐμέϑυσα πᾶσαν ψυχὴν διψῶσαν καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα. 26 διὰ τοῦτο ἐξηγέρϑην καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήϑη. 27 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ σπερῶ τὸν Ισραηλ καὶ τὸν Ιουδαν σπέρμα ἀνϑρώπου καὶ σπέρμα κτήνους. 28 καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ᾽ αὐτοὺς καϑαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπ᾽ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταϕυτεύειν, ϕησὶν κύριος. 29 ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν Οἱ πατέρες ἔϕαγον ὄμϕακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν· 30 ἀλλ᾽ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποϑανεῖται, καὶ τοῦ ϕαγόντος τὸν ὄμϕακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ. 31 Ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ διαϑήσομαι τῷ οἴκῳ Ισραηλ καὶ τῷ οἴκῳ Ιουδα διαϑήκην καινήν, 32 οὐ κατὰ τὴν διαϑήκην, ἣν διεϑέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαϑήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, ϕησὶν κύριος· 33 ὅτι αὕτη ἡ διαϑήκη, ἣν διαϑήσομαι τῷ οἴκῳ Ισραηλ μετὰ τὰς ἡμέρας ἐκείνας, ϕησὶν κύριος Διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς ϑεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· 34 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ λέγων Γνῶϑι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησϑῶ ἔτι. – 35 ἐὰν ὑψωϑῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, ϕησὶν κύριος, καὶ ἐὰν ταπεινωϑῇ τὸ ἔδαϕος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ισραηλ, ϕησὶν κύριος, περὶ πάντων, ὧν ἐποίησαν. 36 οὕτως εἶπεν κύριος ὁ δοὺς τὸν ἥλιον εἰς ϕῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς ϕῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν ϑαλάσσῃ καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ 37 Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, ϕησὶν κύριος, καὶ τὸ γένος Ισραηλ παύσεται γενέσϑαι ἔϑνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας. – 38 ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ οἰκοδομηϑήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Αναμεηλ ἕως πύλης τῆς γωνίας· 39 καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρηβ καὶ περικυκλωϑήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίϑων· 40 καὶ πάντες ασαρημωϑ ἕως ναχαλ Κεδρων ἕως γωνίας πύλης ἵππων ἀνατολῆς ἁγίασμα τῷ κυρίῳ καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καϑαιρεϑῇ ἕως τοῦ αἰῶνος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 39

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος, 2 καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ, καὶ Ιερεμιας ἐϕυλάσσετο ἐν αὐλῇ τῆς ϕυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως, 3 ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων Διὰ τί σὺ προϕητεύεις λέγων Οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν, 4 καὶ Σεδεκιας οὐ μὴ σωϑῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοϑήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ὄψονται, 5 καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καϑιεῖται. 6 καὶ λόγος κυρίου ἐγενήϑη πρὸς Ιερεμιαν λέγων 7 Ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελϕοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναϑωϑ, ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν. 8 καὶ ἦλϑεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελϕοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς ϕυλακῆς καὶ εἶπέν μοι Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναϑωϑ, ὅτι σοὶ κρίμα κτήσασϑαι, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν, 9 καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελϕοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου· 10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσϕραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. 11 καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσϕραγισμένον καὶ τὸ ἀνεγνωσμένον 12 καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ᾽ ὀϕϑαλμοὺς Αναμεηλ υἱοῦ ἀδελϕοῦ πατρός μου καὶ κατ᾽ ὀϕϑαλμοὺς τῶν ἑστηκότων καὶ γραϕόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ᾽ ὀϕϑαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς. 13 καὶ συνέταξα τῷ Βαρουχ κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν λέγων 14 Οὕτως εἶπεν κύριος παντοκράτωρ Λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ ϑήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους. 15 ὅτι οὕτως εἶπεν κύριος Ἔτι κτηϑήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. 16 Καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων 17 Ὦ κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐϑέν, 18 ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ᾽ αὐτούς, ὁ ϑεὸς ὁ μέγας καὶ ἰσχυρός, 19 κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ ϑεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος· οἱ ὀϕϑαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνϑρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· 20 ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη 21 καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις 22 καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι· 23 καὶ εἰσήλϑοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς ϕωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύϑησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς, οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα. 24 ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόϑη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο. 25 καὶ σὺ λέγεις πρός με Κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσϕραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόϑη εἰς χεῖρας Χαλδαίων. 26 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 27 Ἐγὼ κύριος ὁ ϑεὸς πάσης σαρκός· μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι; 28 διὰ τοῦτο οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Δοϑεῖσα παραδοϑήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν, 29 καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας, ἐν αἷς ἐϑυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς ϑεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με. 30 ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ᾽ ὀϕϑαλμούς μου ἐκ νεότητος αὐτῶν· 31 ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν ϑυμόν μου ἦν ἡ πόλις αὕτη ἀϕ᾽ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου 32 διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα, ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προϕῆται αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, 33 καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρϑρου καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν· 34 καὶ ἔϑηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήϑη τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, ἐν ἀκαϑαρσίαις αὐτῶν 35 καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν ϕάραγγι υἱοῦ Εννομ τοῦ ἀναϕέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐϕαμαρτεῖν τὸν Ιουδαν. – 36 καὶ νῦν οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις Παραδοϑήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ 37 Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ ϑυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καϑιῶ αὐτοὺς πεποιϑότας, 38 καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν. 39 καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν ϕοβηϑῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαϑὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ᾽ αὐτούς. 40 καὶ διαϑήσομαι αὐτοῖς διαϑήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισϑεν αὐτῶν· καὶ τὸν ϕόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ᾽ ἐμοῦ. 41 καὶ ἐπισκέψομαι τοῦ ἀγαϑῶσαι αὐτοὺς καὶ ϕυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ. 42 ὅτι οὕτως εἶπεν κύριος Καϑὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ᾽ αὐτοὺς πάντα τὰ ἀγαϑά, ἃ ἐλάλησα ἐπ᾽ αὐτούς. 43 καὶ κτηϑήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις Ἄβατός ἐστιν ἀπὸ ἀνϑρώπων καὶ κτήνους καὶ παρεδόϑησαν εἰς χεῖρας Χαλδαίων. 44 καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σϕραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεϕηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 40

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς, λέγων 2 Οὕτως εἶπεν κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορϑῶσαι αὐτήν, κύριος ὄνομα αὐτῷ 3 Κέκραξον πρός με, καὶ ἀποκριϑήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά, ἃ οὐκ ἔγνως αὐτά. 4 ὅτι οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ιουδα τῶν καϑῃρημένων εἰς χάρακας καὶ προμαχῶνας 5 τοῦ μάχεσϑαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνϑρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν ϑυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν 6 Ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ ϕανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν· 7 καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ιουδα καὶ τὴν ἀποικίαν Ισραηλ καὶ οἰκοδομήσω αὐτοὺς καϑὼς τὸ πρότερον· 8 καὶ καϑαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησϑήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ᾽ ἐμοῦ. 9 καὶ ἔσται εἰς εὐϕροσύνην καὶ εἰς αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσονται πάντα τὰ ἀγαϑά, ἃ ἐγὼ ποιήσω, καὶ ϕοβηϑήσονται καὶ πικρανϑήσονται περὶ πάντων τῶν ἀγαϑῶν καὶ περὶ πάσης τῆς εἰρήνης, ἧς ἐγὼ ποιήσω αὐτοῖς. – 10 οὕτως εἶπεν κύριος Ἔτι ἀκουσϑήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε Ἔρημός ἐστιν ἀπὸ ἀνϑρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνϑρωπον καὶ κτήνη 11 ϕωνὴ εὐϕροσύνης καὶ ϕωνὴ χαρμοσύνης, ϕωνὴ νυμϕίου καὶ ϕωνὴ νύμϕης, ϕωνὴ λεγόντων Ἐξομολογεῖσϑε κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον κυρίου· ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπεν κύριος. 12 οὕτως εἶπεν κύριος τῶν δυνάμεων Ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνϑρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα· 13 ἐν πόλεσιν τῆς ὀρεινῆς καὶ ἐν πόλεσιν τῆς Σεϕηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ καὶ ἐν γῇ Βενιαμιν καὶ ἐν ταῖς κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριϑμοῦντος, εἶπεν κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 41

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου, καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα, λέγων 2 Οὕτως εἶπεν κύριος Βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν κύριος Παραδόσει παραδοϑήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· 3 καὶ σὺ οὐ μὴ σωϑῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημϕϑήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοϑήσῃ, καὶ οἱ ὀϕϑαλμοί σου τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ὄψονται, καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ. 4 ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου, Σεδεκια βασιλεῦ Ιουδα Οὕτως λέγει κύριος 5 Ἐν εἰρήνῃ ἀποϑανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σὲ καὶ Ὦ αδων κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν κύριος. 6 καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ· 7 καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα, ὅτι αὗται κατελείϕϑησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί. 8 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαϑήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄϕεσιν 9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευϑέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα, 10 καὶ ἐπεστράϕησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελϑόντες ἐν τῇ διαϑήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ 11 καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. 12 καὶ ἐγενήϑη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων 13 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Ἐγὼ ἐϑέμην διαϑήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας, λέγων 14 Ὅταν πληρωϑῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελϕόν σου τὸν Εβραῖον, ὃς πραϑήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύϑερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. 15 καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐϑὲς πρὸ ὀϕϑαλμῶν μου τοῦ καλέσαι ἄϕεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαϑήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήϑη τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ. 16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευϑέρους τῇ ψυχῇ αὐτῶν, ὑμῖν εἰς παῖδας καὶ παιδίσκας. 17 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄϕεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄϕεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν ϑάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. 18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυϑότας τὴν διαϑήκην μου τοὺς μὴ στήσαντας τὴν διαϑήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσϑαι αὐτῷ, 19 τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, 20 καὶ δώσω αὐτοὺς τοῖς ἐχϑροῖς αὐτῶν, καὶ ἔσται τὰ ϑνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς. 21 καὶ τὸν Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχϑρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ᾽ αὐτῶν. 22 ἰδοὺ ἐγὼ συντάσσω, ϕησὶν κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ᾽ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 42

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Ιωακιμ βασιλέως Ιουδα λέγων 2 Βάδισον εἰς οἶκον Αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον κυρίου εἰς μίαν τῶν αὐλῶν καὶ ποτιεῖς αὐτοὺς οἶνον. 3 καὶ ἐξήγαγον τὸν Ιεζονιαν υἱὸν Ιερεμιν υἱοῦ Χαβασιν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν Αρχαβιν 4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον κυρίου εἰς τὸ παστοϕόριον υἱῶν Ανανιου υἱοῦ Γοδολιου ἀνϑρώπου τοῦ ϑεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαιου υἱοῦ Σελωμ τοῦ ϕυλάσσοντος τὴν αὐλήν, 5 καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα Πίετε οἶνον. 6 καὶ εἶπαν Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ιωναδαβ υἱὸς Ρηχαβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων Οὐ μὴ πίητε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος, 7 καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐϕ᾽ ἧς διατρίβετε ὑμεῖς ἐπ᾽ αὐτῆς. 8 καὶ ἠκούσαμεν τῆς ϕωνῆς Ιωναδαβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ ϑυγατέρες ἡμῶν, 9 καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν, 10 καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα, ἃ ἐνετείλατο ἡμῖν Ιωναδαβ ὁ πατὴρ ἡμῶν. 11 καὶ ἐγενήϑη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν Εἰσέλϑατε καὶ εἰσέλϑωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ. – 12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 13 Οὕτως λέγει κύριος Πορεύου καὶ εἰπὸν ἀνϑρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου; 14 ἔστησαν ῥῆμα υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρϑρου καὶ ἐλάλησα, καὶ οὐκ ἠκούσατε. 15 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προϕήτας λέγων Ἀποστράϕητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσϑε ὀπίσω ϑεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε. 16 καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου. 17 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ϕέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πάντα τὰ κακά, ἃ ἐλάλησα ἐπ᾽ αὐτούς. 18 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καϑότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, 19 οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν Ιωναδαβ υἱοῦ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 43

1 Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήϑη λόγος κυρίου πρός με λέγων 2 Λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ᾽ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔϑνη ἀϕ᾽ ἧς ἡμέρας λαλήσαντός μου πρός σε, ἀϕ᾽ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης· 3 ἴσω