Vetum Testamentum Septuaginta Pars C

Aus Kathpedia
Wechseln zu: Navigation, Suche
Vetum Testamentum Septuaginta (LXX)
edidit Alfred Ralphs

Die Einheitsübersetzung und die Vulgata sind beinahe gleich. Die Septuaginta ist gegenüber diesen sehr verändert. Durch folgende Links können die entsprechenden Bücher leicht aufgefunden werden. →

Für wissenschaftliche Arbeiten sind die Texte hilfreich, jedoch durch eine gedruckte Quelle zu verifizieren.

Die Bibel

Altes Testament

5 Bücher Mose
16 Geschichtsbücher
7 Weisheitsbücher
18 Prophetenbücher

Neues Testament

Inhaltsverzeichnis

Liber Macchabæorum primus Μακκαβαίων αʹ

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 1

1 Καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνα, ὃς ἐξῆλϑεν ἐκ γῆς Χεττιιμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ, πρότερον ἐπὶ τὴν Ἑλλάδα. 2 καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσϕαξεν βασιλεῖς τῆς γῆς· 3 καὶ διῆλϑεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήϑους ἐϑνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώϑη, καὶ ἐπήρϑη ἡ καρδία αὐτοῦ. 4 καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σϕόδρα καὶ ἦρξεν χωρῶν ἐϑνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς ϕόρον. 5 καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποϑνῄσκει. 6 καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόϕους αὐτοῦ ἐκ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι αὐτοῦ ζῶντος. 7 καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα καὶ ἀπέϑανεν. 8 καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. 9 καὶ ἐπέϑεντο πάντες διαδήματα μετὰ τὸ ἀποϑανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήϑυναν κακὰ ἐν τῇ γῇ. 10 καὶ ἐξῆλϑεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιϕανὴς υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν Ῥώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων. 11 Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλϑον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευϑῶμεν καὶ διαϑώμεϑα διαϑήκην μετὰ τῶν ἐϑνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀϕ᾽ ἧς ἐχωρίσϑημεν ἀπ᾽ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά. 12 καὶ ἠγαϑύνϑη ὁ λόγος ἐν ὀϕϑαλμοῖς αὐτῶν, 13 καὶ προεϑυμήϑησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύϑησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐϑνῶν. 14 καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐϑνῶν 15 καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαϑήκης ἁγίας καὶ ἐζευγίσϑησαν τοῖς ἔϑνεσιν καὶ ἐπράϑησαν τοῦ ποιῆσαι τὸ πονηρόν. 16 Καὶ ἡτοιμάσϑη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου, καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας. 17 καὶ εἰσῆλϑεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέϕασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ 18 καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔϕυγεν, καὶ ἔπεσον τραυματίαι πολλοί. 19 καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου. 20 καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλῳ βαρεῖ. 21 καὶ εἰσῆλϑεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηϕανίᾳ καὶ ἔλαβεν τὸ ϑυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ ϕωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς 22 καὶ τὴν τράπεζαν τῆς προϑέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς ϕιάλας καὶ τὰς ϑυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεϕάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισεν πάντα· 23 καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιϑυμητὰ καὶ ἔλαβεν τοὺς ϑησαυροὺς τοὺς ἀποκρύϕους, οὓς εὗρεν· 24 καὶ λαβὼν πάντα ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησεν ϕονοκτονίαν καὶ ἐλάλησεν ὑπερηϕανίαν μεγάλην. 25 καὶ ἐγένετο πένϑος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπῳ αὐτῶν. 26 καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρϑένοι καὶ νεανίσκοι ἠσϑένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώϑη. 27 πᾶς νυμϕίος ἀνέλαβεν ϑρῆνον, καὶ καϑημένη ἐν παστῷ ἐπένϑει. 28 καὶ ἐσείσϑη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν, καὶ πᾶς ὁ οἶκος Ιακωβ ἐνεδύσατο αἰσχύνην. 29 Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα ϕορολογίας εἰς τὰς πόλεις Ιουδα, καὶ ἦλϑεν εἰς Ιερουσαλημ ἐν ὄχλῳ βαρεῖ. 30 καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ. 31 καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καϑεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη κύκλῳ. 32 καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν. 33 καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν. 34 καὶ ἔϑηκαν ἐκεῖ ἔϑνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ. 35 καὶ παρέϑεντο ὅπλα καὶ τροϕὴν καὶ συναγαγόντες τὰ σκῦλα Ιερουσαλημ ἀπέϑεντο ἐκεῖ καὶ ἐγένοντο εἰς μεγάλην παγίδα. 36 καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τῷ Ισραηλ διὰ παντός. 37 καὶ ἐξέχεαν αἷμα ἀϑῷον κύκλῳ τοῦ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα. 38 καὶ ἔϕυγον οἱ κάτοικοι Ιερουσαλημ δι᾽ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν. 39 τὸ ἁγίασμα αὐτῆς ἠρημώϑη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράϕησαν εἰς πένϑος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν. 40 κατὰ τὴν δόξαν αὐτῆς ἐπληϑύνϑη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράϕη εἰς πένϑος. 41 Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα 42 καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ. καὶ ἐπεδέξαντο πάντα τὰ ἔϑνη κατὰ τὸν λόγον τοῦ βασιλέως. 43 καὶ πολλοὶ ἀπὸ Ισραηλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔϑυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον. 44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευϑῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς 45 καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ ϑυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς 46 καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους, 47 οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ ϑύειν ὕεια καὶ κτήνη κοινὰ 48 καὶ ἀϕιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαϑάρτῳ καὶ βεβηλώσει 49 ὥστε ἐπιλαϑέσϑαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα· 50 καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸν λόγον τοῦ βασιλέως, ἀποϑανεῖται. 51 κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν Ιουδα ϑυσιάζειν κατὰ πόλιν καὶ πόλιν. 52 καὶ συνηϑροίσϑησαν ἀπὸ τοῦ λαοῦ πολλοὶ πρὸς αὐτούς, πᾶς ὁ ἐγκαταλείπων τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ 53 καὶ ἔϑεντο τὸν Ισραηλ ἐν κρύϕοις ἐν παντὶ ϕυγαδευτηρίῳ αὐτῶν. 54 καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελευ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ ϑυσιαστήριον. καὶ ἐν πόλεσιν Ιουδα κύκλῳ ᾠκοδόμησαν βωμούς· 55 καὶ ἐπὶ τῶν ϑυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐϑυμίων. 56 καὶ τὰ βιβλία τοῦ νόμου, ἃ εὗρον, ἐνεπύρισαν ἐν πυρὶ κατασχίσαντες. 57 καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαϑήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐϑανάτου αὐτόν. 58 ἐν ἰσχύι αὐτῶν ἐποίουν τῷ Ισραηλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν. 59 καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς ϑυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ ϑυσιαστηρίου. 60 καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐϑανάτωσαν κατὰ τὸ πρόσταγμα 61 καὶ ἐκρέμασαν τὰ βρέϕη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν καὶ τοὺς περιτετμηκότας αὐτούς. 62 καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώϑησαν καὶ ὠχυρώϑησαν ἐν αὑτοῖς τοῦ μὴ ϕαγεῖν κοινὰ 63 καὶ ἐπεδέξαντο ἀποϑανεῖν, ἵνα μὴ μιανϑῶσιν τοῖς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαϑήκην ἁγίαν, καὶ ἀπέϑανον. 64 καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ισραηλ σϕόδρα.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 2

1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταϑιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάϑισεν ἐν Μωδειν. 2 καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι, 3 Σιμων ὁ καλούμενος Θασσι, 4 Ιουδας ὁ καλούμενος Μακκαβαῖος, 5 Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναϑης ὁ καλούμενος Απϕους. 6 καὶ εἶδεν τὰς βλασϕημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ 7 καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήϑην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καϑίσαι ἐκεῖ ἐν τῷ δοϑῆναι αὐτὴν ἐν χειρὶ ἐχϑρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων; 8 ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος, 9 τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχϑη, ἀπεκτάνϑη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομϕαίᾳ ἐχϑροῦ. 10 ποῖον ἔϑνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς; 11 πᾶς ὁ κόσμος αὐτῆς ἀϕῃρέϑη, ἀντὶ ἐλευϑέρας ἐγένετο εἰς δούλην. 12 καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώϑη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔϑνη. 13 ἵνα τί ἡμῖν ἔτι ζωή; 14 καὶ διέρρηξεν Ματταϑιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένϑησαν σϕόδρα. 15 Καὶ ἦλϑον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδειν τὴν πόλιν, ἵνα ϑυσιάσωσιν. 16 καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλϑον· καὶ Ματταϑιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχϑησαν. 17 καὶ ἀπεκρίϑησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταϑια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελϕοῖς· 18 νῦν πρόσελϑε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔϑνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειϕϑέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν ϕίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασϑήσεσϑε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς. 19 καὶ ἀπεκρίϑη Ματταϑιας καὶ εἶπεν ϕωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔϑνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, 20 κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελϕοί μου πορευσόμεϑα ἐν διαϑήκῃ πατέρων ἡμῶν· 21 ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· 22 τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεϑα παρελϑεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν. 23 καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλϑεν ἀνὴρ Ιουδαῖος ἐν ὀϕϑαλμοῖς πάντων ϑυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδειν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. 24 καὶ εἶδεν Ματταϑιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεϕροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν ϑυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσϕαξεν αὐτὸν ἐπὶ τὸν βωμόν· 25 καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα ϑύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καϑεῖλεν. 26 καὶ ἐζήλωσεν τῷ νόμῳ, καϑὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ. 27 καὶ ἀνέκραξεν Ματταϑιας ἐν τῇ πόλει ϕωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαϑήκην ἐξελϑέτω ὀπίσω μου. 28 καὶ ἔϕυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει. 29 Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καϑίσαι ἐκεῖ, 30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνϑη ἐπ᾽ αὐτοὺς τὰ κακά. 31 καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύϕους ἐν τῇ ἐρήμῳ. 32 καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ᾽ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων 33 καὶ εἶπον πρὸς αὐτούς Ἕως τοῦ νῦν· ἐξελϑόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσϑε. 34 καὶ εἶπον Οὐκ ἐξελευσόμεϑα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων. 35 καὶ ἐτάχυναν ἐπ᾽ αὐτοὺς πόλεμον. 36 καὶ οὐκ ἀπεκρίϑησαν αὐτοῖς οὐδὲ λίϑον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέϕραξαν τοὺς κρύϕους 37 λέγοντες Ἀποϑάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐϕ᾽ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς. 38 καὶ ἀνέστησαν ἐπ᾽ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέϑανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνϑρώπων. 39 Καὶ ἔγνω Ματταϑιας καὶ οἱ ϕίλοι αὐτοῦ καὶ ἐπένϑησαν ἐπ᾽ αὐτοὺς σϕόδρα. 40 καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελϕοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔϑνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεϑρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς. 41 καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνϑρωπος, ὃς ἐὰν ἔλϑῃ ἐϕ᾽ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποϑάνωμεν πάντες καϑὼς ἀπέϑανον οἱ ἀδελϕοὶ ἡμῶν ἐν τοῖς κρύϕοις. 42 τότε συνήχϑησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ· 43 καὶ πάντες οἱ ϕυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέϑησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα. 44 καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν ϑυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔϕυγον εἰς τὰ ἔϑνη σωϑῆναι. 45 καὶ ἐκύκλωσεν Ματταϑιας καὶ οἱ ϕίλοι αὐτοῦ καὶ καϑεῖλον τοὺς βωμοὺς 46 καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι 47 καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηϕανίας, καὶ κατευοδώϑη τὸ ἔργον ἐν χειρὶ αὐτῶν· 48 καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐϑνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ. 49 Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταϑιου ἀποϑανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσϑη ὑπερηϕανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροϕῆς καὶ ὀργὴ ϑυμοῦ. 50 νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαϑήκης πατέρων ἡμῶν 51 καὶ μνήσϑητε τὰ ἔργα τῶν πατέρων, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασϑε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον. 52 Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέϑη πιστός, καὶ ἐλογίσϑη αὐτῷ εἰς δικαιοσύνην; 53 Ιωσηϕ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐϕύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου. 54 Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαϑήκην ἱερωσύνης αἰωνίας. 55 Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ. 56 Χαλεβ ἐν τῷ μαρτύρασϑαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν. 57 Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν ϑρόνον βασιλείας εἰς αἰῶνας. 58 Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμϕϑη εἰς τὸν οὐρανόν. 59 Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώϑησαν ἐκ ϕλογός. 60 Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσϑη ἐκ στόματος λεόντων. 61 καὶ οὕτως ἐννοήϑητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτὸν οὐκ ἀσϑενήσουσιν. 62 καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ ϕοβηϑῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας· 63 σήμερον ἐπαρϑήσεται καὶ αὔριον οὐ μὴ εὑρεϑῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται. 64 τέκνα, ἀνδρίζεσϑε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασϑήσεσϑε. 65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελϕὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ. 66 καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν. 67 καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν· 68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔϑνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. – 69 καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέϑη πρὸς τοὺς πατέρας αὐτοῦ. 70 καὶ ἀπέϑανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάϕη ἐν τάϕοις πατέρων αὐτοῦ ἐν Μωδειν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 3

1 Καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 2 καὶ ἐβοήϑουν αὐτῷ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήϑησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ᾽ εὐϕροσύνης. 3 καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο ϑώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομϕαίᾳ. 4 καὶ ὡμοιώϑη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς ϑήραν. 5 καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐϕλόγισεν. 6 καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ ϕόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχϑησαν, καὶ εὐοδώϑη σωτηρία ἐν χειρὶ αὐτοῦ. 7 καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔϕρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν. 8 καὶ διῆλϑεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέϑρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ 9 καὶ ὠνομάσϑη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους. 10 Καὶ συνήγαγεν Ἀπολλώνιος ἔϑνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ. 11 καὶ ἔγνω Ιουδας καὶ ἐξῆλϑεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔϕυγον. 12 καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας. 13 καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤϑροισεν Ιουδας ἄϑροισμα καὶ ἐκκλησίαν πιστῶν μετ᾽ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον, 14 καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασϑήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως. 15 καὶ προσέϑετο καὶ ἀνέβη μετ᾽ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηϑῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ. 16 καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιϑωρων, καὶ ἐξῆλϑεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός. 17 ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεϑα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆϑος τοσοῦτο ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεϑα ἀσιτοῦντες σήμερον. 18 καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισϑῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαϕορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· 19 ὅτι οὐκ ἐν πλήϑει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ᾽ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς. 20 αὐτοὶ ἔρχονται ἐϕ᾽ ἡμᾶς ἐν πλήϑει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς, 21 ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν. 22 καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν, ὑμεῖς δὲ μὴ ϕοβεῖσϑε ἀπ᾽ αὐτῶν. 23 ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄϕνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ. 24 καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιϑωρων ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ᾽ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔϕυγον εἰς γῆν Φυλιστιιμ. 25 καὶ ἤρξατο ὁ ϕόβος Ιουδου καὶ τῶν ἀδελϕῶν αὐτοῦ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔϑνη τὰ κύκλῳ αὐτῶν· 26 καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔϑνη. 27 Ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς Ἀντίοχος τοὺς λόγους τούτους, ὠργίσϑη ϑυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σϕόδρα. 28 καὶ ἤνοιξεν τὸ γαζοϕυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν. 29 καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν ϑησαυρῶν καὶ οἱ ϕόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἃ ἦσαν ἀϕ᾽ ἡμερῶν τῶν πρώτων, 30 καὶ εὐλαβήϑη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα, ἃ ἐδίδου ἔμπροσϑεν δαψιλῇ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσϑεν, 31 καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σϕόδρα καὶ ἐβουλεύσατο τοῦ πορευϑῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς ϕόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ. 32 καὶ κατέλιπεν Λυσίαν ἄνϑρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐϕράτου καὶ ἕως ὁρίων Αἰγύπτου 33 καὶ τρέϕειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν· 34 καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέϕαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὧν ἠβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ 35 ἀποστεῖλαι ἐπ᾽ αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου 36 καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν. 37 καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειϕϑείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐϕράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας. 38 Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν ϕίλων τοῦ βασιλέως, 39 καὶ ἀπέστειλεν μετ᾽ αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον τοῦ ἐλϑεῖν εἰς γῆν Ιουδα καὶ καταϕϑεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως. 40 καὶ ἀπῆρεν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλϑον καὶ παρενέβαλον πλησίον Αμμαους ἐν τῇ γῇ τῇ πεδινῇ. 41 καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σϕόδρα καὶ πέδας καὶ ἦλϑον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ισραηλ εἰς παῖδας. καὶ προσετέϑησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοϕύλων. 42 καὶ εἶδεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ὅτι ἐπληϑύνϑη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν, καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως, οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν, 43 καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Ἀναστήσωμεν τὴν καϑαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων. 44 καὶ ἠϑροίσϑη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασϑαι καὶ αἰτῆσαι ἔλεος καὶ οἰκτιρμούς. 45 καὶ Ιερουσαλημ ἦν ἀοίκητος ὡς ἔρημος, οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς, καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔϑνεσιν· καὶ ἐξήρϑη τέρψις ἐξ Ιακωβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα. 46 καὶ συνήχϑησαν καὶ ἤλϑοσαν εἰς Μασσηϕα κατέναντι Ιερουσαλημ, ὅτι τόπος προσευχῆς ἦν ἐν Μασσηϕα τὸ πρότερον τῷ Ισραηλ. 47 καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεϕαλὴν αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 48 καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου περὶ ὧν ἐξηρεύνων τὰ ἔϑνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν. 49 καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας, 50 καὶ ἐβόησαν ϕωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν, 51 καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται καὶ οἱ ἱερεῖς σου ἐν πένϑει καὶ ταπεινώσει; 52 καὶ ἰδοὺ τὰ ἔϑνη συνῆκται ἐϕ᾽ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐϕ᾽ ἡμᾶς. 53 πῶς δυνησόμεϑα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηϑήσῃς ἡμῖν; 54 καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ϕωνῇ μεγάλῃ. 55 καὶ μετὰ τοῦτο κατέστησεν Ιουδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. 56 καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ ϕυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέϕειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον. 57 καὶ ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενέβαλον κατὰ νότον Αμμαους. 58 καὶ εἶπεν Ιουδας Περιζώσασϑε καὶ γίνεσϑε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσϑε ἕτοιμοι εἰς πρωῒ τοῦ πολεμῆσαι ἐν τοῖς ἔϑνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐϕ᾽ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν· 59 ὅτι κρεῖσσον ἡμᾶς ἀποϑανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔϑνους ἡμῶν καὶ τῶν ἁγίων. 60 ὡς δ᾽ ἂν ᾖ ϑέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 4

1 Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτὸς 2 ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄϕνω· καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί. 3 καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους, 4 ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς. 5 καὶ ἦλϑεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπεν Φεύγουσιν οὗτοι ἀϕ᾽ ἡμῶν. 6 καὶ ἅμα ἡμέρᾳ ὤϕϑη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο. 7 καὶ εἶδον παρεμβολὴν ἐϑνῶν ἰσχυρὰν καὶ τεϑωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου. 8 καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ Μὴ ϕοβεῖσϑε τὸ πλῆϑος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωϑῆτε· 9 μνήσϑητε ὡς ἐσώϑησαν οἱ πατέρες ἡμῶν ἐν ϑαλάσσῃ ἐρυϑρᾷ, ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει· 10 καὶ νῦν βοήσωμεν εἰς οὐρανόν, εἰ ϑελήσει ἡμᾶς καὶ μνησϑήσεται διαϑήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον, 11 καὶ γνώσονται πάντα τὰ ἔϑνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ. 12 καὶ ἦραν οἱ ἀλλόϕυλοι τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας 13 καὶ ἐξῆλϑον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου 14 καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔϑνη καὶ ἔϕυγον εἰς τὸ πεδίον, 15 οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομϕαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. 16 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισϑεν αὐτῶν 17 καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιϑυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν, 18 καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχϑρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας. 19 ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤϕϑη ἐκκύπτον ἐκ τοῦ ὄρους· 20 καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ ϑεωρούμενος ἐνεϕάνιζεν τὸ γεγονός. 21 οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώϑησαν σϕόδρα· συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν 22 ἔϕυγον πάντες εἰς γῆν ἀλλοϕύλων. 23 καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινϑον καὶ πορϕύραν ϑαλασσίαν καὶ πλοῦτον μέγαν. 24 καὶ ἐπιστραϕέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 25 καὶ ἐγενήϑη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26 Ὅσοι δὲ τῶν ἀλλοϕύλων διεσώϑησαν, παραγενηϑέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. 27 ὁ δὲ ἀκούσας συνεχύϑη καὶ ἠϑύμει, ὅτι οὐχ οἷα ἤϑελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη. 28 καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς. 29 καὶ ἦλϑον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιϑσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. 30 καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ, ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοϕύλων εἰς χεῖρας Ιωναϑου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ· 31 οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ, καὶ αἰσχυνϑήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν· 32 δὸς αὐτοῖς δειλίαν καὶ τῆξον ϑράσος ἰσχύος αὐτῶν, καὶ σαλευϑήτωσαν τῇ συντριβῇ αὐτῶν· 33 κατάβαλε αὐτοὺς ῥομϕαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις. 34 καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν. 35 ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως, τῆς δὲ Ιουδου τὸ γεγενημένον ϑάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεϑνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσϑαι εἰς τὴν Ιουδαίαν. 36 Εἶπεν δὲ Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ Ἰδοὺ συνετρίβησαν οἱ ἐχϑροὶ ἡμῶν, ἀναβῶμεν καϑαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι. 37 καὶ συνήχϑη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων. 38 καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ ϑυσιαστήριον βεβηλωμένον καὶ τὰς ϑύρας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς ϕυτὰ πεϕυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοϕόρια καϑῃρημένα. 39 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέϑεντο σποδὸν 40 καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν καὶ ἐβόησαν εἰς οὐρανόν. 41 τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως καϑαρίσῃ τὰ ἅγια. 42 καὶ ἐπελέξατο ἱερεῖς ἀμώμους ϑελητὰς νόμου, 43 καὶ ἐκαϑάρισαν τὰ ἅγια καὶ ἦραν τοὺς λίϑους τοῦ μιασμοῦ εἰς τόπον ἀκάϑαρτον. 44 καὶ ἐβουλεύσαντο περὶ τοῦ ϑυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν· 45 καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαϑὴ καϑελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔϑνη αὐτό· καὶ καϑεῖλον τὸ ϑυσιαστήριον 46 καὶ ἀπέϑεντο τοὺς λίϑους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηϑῆναι προϕήτην τοῦ ἀποκριϑῆναι περὶ αὐτῶν. 47 καὶ ἔλαβον λίϑους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν ϑυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. 48 καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν 49 καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ ϑυσιαστήριον τῶν ϑυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν. 50 καὶ ἐϑυμίασαν ἐπὶ τὸ ϑυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἔϕαινον ἐν τῷ ναῷ. 51 καὶ ἐπέϑηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα. καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἃ ἐποίησαν. 52 καὶ ὤρϑρισαν τὸ πρωῒ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου [οὗτος ὁ μὴν Χασελευ] τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους 53 καὶ ἀνήνεγκαν ϑυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ ϑυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ὃ ἐποίησαν. 54 κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔϑνη, ἐν ἐκείνῃ ἐνεκαινίσϑη ἐν ᾠδαῖς καὶ κιϑάραις καὶ κινύραις καὶ κυμβάλοις. 55 καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς. 56 καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ ϑυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾽ εὐϕροσύνης καὶ ἔϑυσαν ϑυσίαν σωτηρίου καὶ αἰνέσεως. 57 καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεϕάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοϕόρια καὶ ἐϑύρωσαν αὐτά. 58 καὶ ἐγενήϑη εὐϕροσύνη μεγάλη ἐν τῷ λαῷ σϕόδρα, καὶ ἀπεστράϕη ὀνειδισμὸς ἐϑνῶν. 59 καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ ϑυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ᾽ εὐϕροσύνης καὶ χαρᾶς. 60 καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόϑεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μήποτε παραγενηϑέντα τὰ ἔϑνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον. 61 καὶ ἀπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρεῖν τὴν Βαιϑσουραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ιδουμαίας.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 5

1 Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔϑνη κυκλόϑεν ὅτι ᾠκοδομήϑη τὸ ϑυσιαστήριον καὶ ἐνεκαινίσϑη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσϑησαν σϕόδρα 2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ ϑανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν. 3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάϑηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. 4 καὶ ἐμνήσϑη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς· 5 καὶ συνεκλείσϑησαν ὑπ᾽ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ᾽ αὐτοὺς καὶ ἀνεϑεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν. 6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόϑεον ἡγούμενον αὐτῶν· 7 καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς. 8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς ϑυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν. 9 Καὶ ἐπισυνήχϑησαν τὰ ἔϑνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔϕυγον εἰς Δαϑεμα τὸ ὀχύρωμα 10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐϕ᾽ ἡμᾶς τὰ ἔϑνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς 11 καὶ ἑτοιμάζονται ἐλϑεῖν καὶ προκαταλαβέσϑαι τὸ ὀχύρωμα, εἰς ὃ κατεϕύγομεν, καὶ Τιμόϑεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν· 12 νῦν οὖν ἐλϑὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆϑος, 13 καὶ πάντες οἱ ἀδελϕοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεϑανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν. 14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα 15 λέγοντες ἐπισυνῆχϑαι ἐπ᾽ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοϕύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς. 16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχϑη ἐκκλησία μεγάλη βουλεύσασϑαι τί ποιήσωσιν τοῖς ἀδελϕοῖς αὐτῶν τοῖς οὖσιν ἐν ϑλίψει καὶ πολεμουμένοις ὑπ᾽ αὐτῶν. 17 καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελϕῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελϕούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναϑαν ὁ ἀδελϕός μου πορευσόμεϑα εἰς τὴν Γαλααδῖτιν. 18 καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν 19 καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔϑνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς. 20 καὶ ἐμερίσϑησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευϑῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν. 21 καὶ ἐπορεύϑη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔϑνη, καὶ συνετρίβη τὰ ἔϑνη ἀπὸ προσώπου αὐτοῦ, 22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐϑνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. 23 καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ᾽ εὐϕροσύνης μεγάλης. 24 καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναϑαν ὁ ἀδελϕὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύϑησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ. 25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελϕοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι 26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασϕω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι· 27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσϑαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ. 28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄϕνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομϕαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί. 29 καὶ ἀπῆρεν ἐκεῖϑεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα· 30 καὶ ἐγένετο ἑωϑινῇ ἦραν τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριϑμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσϑαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς. 31 καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ, 32 καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελϕῶν ἡμῶν. 33 καὶ ἐξῆλϑεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισϑεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ. 34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοϑέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔϕυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. 35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί. 36 ἐκεῖϑεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασϕω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος. 37 μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόϑεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραϕων ἐκ πέραν τοῦ χειμάρρου. 38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔϑνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σϕόδρα· 39 καὶ Ἄραβας μεμίσϑωνται εἰς βοήϑειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλϑεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύϑη Ιουδας εἰς συνάντησιν αὐτῶν. 40 καὶ εἶπεν Τιμόϑεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεϑα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς· 41 ἐὰν δὲ δειλανϑῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεϑα πρὸς αὐτόν. 42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀϕῆτε πάντα ἄνϑρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσϑωσαν πάντες εἰς τὸν πόλεμον. 43 καὶ διεπέρασεν ἐπ᾽ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισϑεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔϑνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔϕυγον εἰς τὸ τέμενος Καρναιν. 44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώϑη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου. 45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σϕόδρα, ἐλϑεῖν εἰς γῆν Ιουδα. 46 καὶ ἦλϑον ἕως Εϕρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σϕόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ᾽ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾽ ἢ διὰ μέσου αὐτῆς πορεύεσϑαι· 47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέϕραξαν τὰς πύλας λίϑοις. 48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεϑα διὰ τῆς γῆς σου τοῦ ἀπελϑεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεϑα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ. 49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ· 50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόϑη ἡ πόλις ἐν χειρὶ αὐτοῦ. 51 καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομϕαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλϑεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων. 52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιϑσαν. 53 καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλϑεν εἰς γῆν Ιουδα. 54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐϕροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐϑεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ. 55 Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναϑαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελϕὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος, 56 ἤκουσεν Ιωσηϕ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαϑιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, 57 καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευϑῶμεν πολεμῆσαι πρὸς τὰ ἔϑνη τὰ κύκλῳ ἡμῶν. 58 καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾽ αὐτῶν, καὶ ἐπορεύϑησαν ἐπὶ Ιάμνειαν. 59 καὶ ἐξῆλϑεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. 60 καὶ ἐτροπώϑη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχϑησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας. 61 καὶ ἐγενήϑη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελϕῶν αὐτοῦ οἰόμενοι ἀνδραγαϑῆσαι· 62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόϑη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν. 63 Καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἐδοξάσϑησαν σϕόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐϑνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν· 64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐϕημοῦντες. 65 καὶ ἐξῆλϑεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς ϑυγατέρας αὐτῆς καὶ καϑεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόϑεν. 66 καὶ ἀπῆρεν τοῦ πορευϑῆναι εἰς γῆν ἀλλοϕύλων καὶ διεπορεύετο τὴν Μαρισαν. 67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαϑῆσαι ἐν τῷ αὐτοὺς ἐξελϑεῖν εἰς πόλεμον ἀβουλεύτως. 68 καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοϕύλων καὶ καϑεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν ϑεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 6

1 Καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαὶς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ, ἀργυρίῳ καὶ χρυσίῳ· 2 καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σϕόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ ϑώρακες καὶ ὅπλα, ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών, ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς Ἕλλησι. 3 καὶ ἦλϑεν καὶ ἐζήτει καταλαβέσϑαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν, καὶ οὐκ ἠδυνάσϑη, ὅτι ἐγνώσϑη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως, 4 καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔϕυγεν καὶ ἀπῆρεν ἐκεῖϑεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα. 5 καὶ ἦλϑέν τις ἀπαγγέλλων αὐτῷ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευϑεῖσαι εἰς γῆν Ιουδα, 6 καὶ ἐπορεύϑη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς, οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν, ὧν ἐξέκοψαν, 7 καὶ καϑεῖλον τὸ βδέλυγμα, ὃ ᾠκοδόμησεν ἐπὶ τὸ ϑυσιαστήριον τὸ ἐν Ιερουσαλημ, καὶ τὸ ἁγίασμα καϑὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιϑσουραν πόλιν αὐτοῦ. 8 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐϑαμβήϑη καὶ ἐσαλεύϑη σϕόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καϑὼς ἐνεϑυμεῖτο. 9 καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσϑη ἐπ᾽ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποϑνῄσκει. 10 καὶ ἐκάλεσεν πάντας τοὺς ϕίλους αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Ἀϕίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀϕϑαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης, 11 καὶ εἶπα τῇ καρδίᾳ Ἕως τίνος ϑλίψεως ἦλϑα καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου. 12 νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ιουδα διὰ κενῆς. 13 ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ. 14 καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν ϕίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ· 15 καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκϑρέψαι αὐτὸν τοῦ βασιλεύειν. 16 καὶ ἀπέϑανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ. 17 καὶ ἐπέγνω Λυσίας ὅτι τέϑνηκεν ὁ βασιλεύς, καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ, ὃν ἐξέϑρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εὐπάτωρ. 18 Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι᾽ ὅλου καὶ στήριγμα τοῖς ἔϑνεσιν. 19 καὶ ἐλογίσατο Ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαϑίσαι ἐπ᾽ αὐτούς· 20 καὶ συνήχϑησαν ἅμα καὶ περιεκάϑισαν ἐπ᾽ αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς. 21 καὶ ἐξῆλϑον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήϑησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ισραηλ, 22 καὶ ἐπορεύϑησαν πρὸς τὸν βασιλέα καὶ εἶπον Ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελϕοὺς ἡμῶν; 23 ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσϑαι τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις καὶ κατακολουϑεῖν τοῖς προστάγμασιν αὐτοῦ. 24 καὶ περιεκάϑηντο ἐπ᾽ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀϕ᾽ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν, ἐϑανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο. 25 καὶ οὐκ ἐϕ᾽ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν· 26 καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ τοῦ καταλαβέσϑαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιϑσουραν ὠχύρωσαν· 27 καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν. 28 Καὶ ὠργίσϑη ὁ βασιλεύς, ὅτε ἤκουσεν, καὶ συνήγαγεν πάντας τοὺς ϕίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν· 29 καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων ϑαλασσῶν ἦλϑον πρὸς αὐτὸν δυνάμεις μισϑωταί· 30 καὶ ἦν ὁ ἀριϑμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέϕαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον. 31 καὶ ἦλϑον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιϑσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλϑον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς. 32 καὶ ἀπῆρεν Ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιϑζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. 33 καὶ ὤρϑρισεν ὁ βασιλεὺς τὸ πρωῒ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιϑζαχαρια, καὶ διεσκευάσϑησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν. 34 καὶ τοῖς ἐλέϕασιν ἔδειξαν αἷμα σταϕυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον. 35 καὶ διεῖλον τὰ ϑηρία εἰς τὰς ϕάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέϕαντι χιλίους ἄνδρας τεϑωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεϕαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεϕαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ ϑηρίῳ ἐκλελεγμένη· 36 οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ ϑηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀϕίσταντο ἀπ᾽ αὐτοῦ. 37 καὶ πύργοι ξύλινοι ἐπ᾽ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐϕ᾽ ἑκάστου ϑηρίου ἐζωσμένοι ἐπ᾽ αὐτοῦ μηχαναῖς, καὶ ἐϕ᾽ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ᾽ αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ. 38 καὶ τὴν ἐπίλοιπον ἵππον ἔνϑεν καὶ ἔνϑεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταϕρασσόμενοι ἐν ταῖς ϕάλαγξιν. 39 ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπ᾽ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός. 40 καὶ ἐξετάϑη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσϕαλῶς καὶ τεταγμένως. 41 καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες ϕωνῆς πλήϑους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήϑους καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σϕόδρα καὶ ἰσχυρά. 42 καὶ ἤγγισεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες. 43 καὶ εἶδεν Ελεαζαρος ὁ Αυαραν ἓν τῶν ϑηρίων τεϑωρακισμένον ϑώραξιν βασιλικοῖς, καὶ ἦν ὑπεράγον πάντα τὰ ϑηρία, καὶ ᾠήϑη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς· 44 καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον· 45 καὶ ἐπέδραμεν αὐτῷ ϑράσει εἰς μέσον τῆς ϕάλαγγος καὶ ἐϑανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπ᾽ αὐτοῦ ἔνϑα καὶ ἔνϑα· 46 καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέϕαντα καὶ ὑπέϑηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέϑανεν ἐκεῖ. 47 καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ᾽ αὐτῶν. 48 Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων. 49 καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιϑσουρων, καὶ ἐξῆλϑον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροϕὴ τοῦ συγκεκλεῖσϑαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ· 50 καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιϑσουραν καὶ ἀπέταξεν ἐκεῖ ϕρουρὰν τηρεῖν αὐτήν. 51 καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιϑοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσϑαι βέλη καὶ σϕενδόνας. 52 καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς. 53 βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τῶν ἐϑνῶν κατέϕαγον τὸ ὑπόλειμμα τῆς παραϑέσεως. 54 καὶ ὑπελείϕϑησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός, καὶ ἐσκορπίσϑησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 55 Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκϑρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν, 56 ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευϑεῖσαι μετὰ τοῦ βασιλέως μετ᾽ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων. 57 καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελϑεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἐκλείπομεν καϑ᾽ ἡμέραν, καὶ ἡ τροϕὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας· 58 νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνϑρώποις τούτοις καὶ ποιήσωμεν μετ᾽ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔϑνους αὐτῶν 59 καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσϑαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσϑησαν καὶ ἐποίησαν ταῦτα πάντα. 60 καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο. 61 καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλϑον ἐκ τοῦ ὀχυρώματος. 62 καὶ εἰσῆλϑεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠϑέτησεν τὸν ὁρκισμόν, ὃν ὤμοσεν, καὶ ἐνετείλατο καϑελεῖν τὸ τεῖχος κυκλόϑεν. 63 καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 7

1 Ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλϑεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραϑαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ. 2 καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ. 3 καὶ ἐγνώσϑη αὐτῷ τὸ πρᾶγμα, καὶ εἶπεν Μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν. 4 καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάϑισεν Δημήτριος ἐπὶ ϑρόνου βασιλείας αὐτοῦ. 5 καὶ ἦλϑον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ, καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν. 6 καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες Ἀπώλεσεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ πάντας τοὺς ϕίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν· 7 νῦν οὖν ἀπόστειλον ἄνδρα, ᾧ πιστεύεις, καὶ πορευϑεὶς ἰδέτω τὴν ἐξολέϑρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηϑοῦντας αὐτοῖς. 8 καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν ϕίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ 9 καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ. 10 καὶ ἀπῇρον καὶ ἦλϑον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ιουδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ιουδαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου. 11 καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰρ ὅτι ἦλϑαν μετὰ δυνάμεως πολλῆς. 12 καὶ ἐπισυνήχϑησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια, 13 καὶ πρῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισραηλ καὶ ἐπεζήτουν παρ᾽ αὐτῶν εἰρήνην· 14 εἶπον γάρ Ἄνϑρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἦλϑεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς. 15 καὶ ἐλάλησεν μετ᾽ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων Οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς ϕίλοις ὑμῶν. 16 καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψεν αὐτόν 17 Σάρκας ὁσίων σου καὶ αἷμα αὐτῶν ἐξέχεαν κύκλῳ Ιερουσαλημ, καὶ οὐκ ἦν αὐτοῖς ὁ ϑάπτων. 18 καὶ ἐπέπεσεν αὐτῶν ὁ ϕόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν, ὅτι εἶπον Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήϑεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν. 19 καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηϑζαιϑ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ᾽ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔϑυσεν αὐτοὺς εἰς τὸ ϕρέαρ τὸ μέγα. 20 καὶ κατέστησεν τὴν χώραν τῷ Ἀλκίμῳ καὶ ἀϕῆκεν μετ᾽ αὐτοῦ δύναμιν τοῦ βοηϑεῖν αὐτῷ· καὶ ἀπῆλϑεν Βακχίδης πρὸς τὸν βασιλέα. 21 καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης, 22 καὶ συνήχϑησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ισραηλ. 23 καὶ εἶδεν Ιουδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ᾽ αὐτοῦ ἐν υἱοῖς Ισραηλ ὑπὲρ τὰ ἔϑνη, 24 καὶ ἐξῆλϑεν εἰς πάντα τὰ ὅρια τῆς Ιουδαίας κυκλόϑεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν τοῖς αὐτομολήσασιν, καὶ ἀνεστάλησαν τοῦ ἐκπορεύεσϑαι εἰς τὴν χώραν. 25 ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ᾽ αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά. 26 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχϑραίνοντα τῷ Ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν. 27 καὶ ἦλϑεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλῇ, καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων 28 Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετ᾽ εἰρήνης. 29 καὶ ἦλϑεν πρὸς Ιουδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν. 30 καὶ ἐγνώσϑη ὁ λόγος τῷ Ιουδα ὅτι μετὰ δόλου ἦλϑεν ἐπ᾽ αὐτόν, καὶ ἐπτοήϑη ἀπ᾽ αὐτοῦ καὶ οὐκ ἐβουλήϑη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ. 31 καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύϕϑη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλϑεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαϕαρσαλαμα. 32 καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες, καὶ ἔϕυγον εἰς τὴν πόλιν Δαυιδ. 33 Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων. καὶ ἐξῆλϑον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασϑαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσϕερομένην ὑπὲρ τοῦ βασιλέως. 34 καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηϕάνως· 35 καὶ ὤμοσεν μετὰ ϑυμοῦ λέγων Ἐὰν μὴ παραδοϑῇ Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλϑεν μετὰ ϑυμοῦ μεγάλου. 36 καὶ εἰσῆλϑον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ ϑυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον 37 Σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληϑῆναι τὸ ὄνομά σου ἐπ᾽ αὐτοῦ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου· 38 ποίησον ἐκδίκησιν ἐν τῷ ἀνϑρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ῥομϕαίᾳ· μνήσϑητι τῶν δυσϕημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν. 39 καὶ ἐξῆλϑεν Νικάνωρ ἐξ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βαιϑωρων, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας. 40 καὶ Ιουδας παρενέβαλεν ἐν Αδασα ἐν τρισχιλίοις ἀνδράσιν· καὶ προσηύξατο Ιουδας καὶ εἶπεν 41 Οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσϕήμησαν, ἐξῆλϑεν ὁ ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· 42 οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ. 43 καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Αδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ. 44 ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα ἔϕυγον. 45 καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Αδασα ἕως τοῦ ἐλϑεῖν εἰς Γαζηρα καὶ ἐσάλπιζον ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν. 46 καὶ ἐξῆλϑον ἐκ πασῶν τῶν κωμῶν τῆς Ιουδαίας κυκλόϑεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀπέστρεϕον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ῥομϕαίᾳ, καὶ οὐ κατελείϕϑη ἐξ αὐτῶν οὐδὲ εἷς. 47 καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεϕαλὴν Νικάνορος ἀϕεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηϕάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τῇ Ιερουσαλημ. 48 καὶ ηὐϕράνϑη ὁ λαὸς σϕόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐϕροσύνης μεγάλην· 49 καὶ ἔστησαν τοῦ ἄγειν κατ᾽ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Αδαρ. 50 καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἡμέρας ὀλίγας.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 8

1 Καὶ ἤκουσεν Ιουδας τὸ ὄνομα τῶν Ῥωμαίων, ὅτι εἰσὶν δυνατοὶ ἰσχύι καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσιν τοῖς προστιϑεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλϑωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς ϕιλίαν, καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύι. 2 καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαϑίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ ϕόρον, 3 καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Σπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ· 4 καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροϑυμίᾳ, καὶ ὁ τόπος ἦν ἀπέχων μακρὰν ἀπ᾽ αὐτῶν σϕόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελϑόντων ἐπ᾽ αὐτοὺς ἀπ᾽ ἄκρου τῆς γῆς, ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς ϕόρον κατ᾽ ἐνιαυτόν· 5 καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπηρμένους ἐπ᾽ αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν· 6 καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας τὸν πορευϑέντα ἐπ᾽ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέϕαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σϕόδρα, καὶ συνετρίβη ὑπ᾽ αὐτῶν, 7 καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ᾽ αὐτὸν ϕόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν 8 καὶ χώραν τὴν Ἰνδικὴν καὶ Μηδίαν καὶ Λυδίαν ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ᾽ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ· 9 καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλϑεῖν καὶ ἐξᾶραι αὐτούς, 10 καὶ ἐγνώσϑη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ᾽ αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς καὶ καϑεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· 11 καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέϕϑειραν καὶ ἐδούλωσαν αὐτούς, μετὰ δὲ τῶν ϕίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν ϕιλίαν· 12 καὶ κατεκράτησαν τῶν βασιλέων τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐϕοβοῦντο ἀπ᾽ αὐτῶν. 13 οἷς δ᾽ ἂν βούλωνται βοηϑεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δ᾽ ἂν βούλωνται, μεϑιστῶσιν· καὶ ὑψώϑησαν σϕόδρα. 14 καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπέϑεντο αὐτῶν οὐδὲ εἷς διάδημα, οὐδὲ περιεβάλοντο πορϕύραν ὥστε ἁδρυνϑῆναι ἐν αὐτῇ· 15 καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καϑ᾽ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διὰ παντὸς περὶ τοῦ πλήϑους τοῦ εὐκοσμεῖν αὐτούς· 16 καὶ πιστεύουσιν ἑνὶ ἀνϑρώπῳ ἄρχειν αὐτῶν κατ᾽ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσιν τοῦ ἑνός, καὶ οὐκ ἔστιν ϕϑόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς. 17 Καὶ ἐπελέξατο Ιουδας τὸν Εὐπόλεμον υἱὸν Ιωαννου τοῦ Ακκως καὶ Ἰάσονα υἱὸν Ελεαζαρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην στῆσαι ϕιλίαν καὶ συμμαχίαν 18 καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ᾽ αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν Ἑλλήνων καταδουλουμένους τὸν Ισραηλ δουλείᾳ. 19 καὶ ἐπορεύϑησαν εἰς Ῥώμην, καὶ ἡ ὁδὸς πολλὴ σϕόδρα, καὶ εἰσήλϑοσαν εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίϑησαν καὶ εἶπον 20 Ιουδας ὁ καὶ Μακκαβαῖος καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ τὸ πλῆϑος τῶν Ιουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεϑ᾽ ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραϕῆναι ἡμᾶς συμμάχους καὶ ϕίλους ὑμῶν. 21 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν. 22 καὶ τοῦτο τὸ ἀντίγραϕον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ εἶναι παρ᾽ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας 23 Καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔϑνει Ιουδαίων ἐν τῇ ϑαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομϕαία καὶ ἐχϑρὸς μακρυνϑείη ἀπ᾽ αὐτῶν. 24 ἐὰν δὲ ἐνστῇ πόλεμος Ῥώμῃ προτέρᾳ ἢ πᾶσιν τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ τῇ κυριείᾳ αὐτῶν, 25 συμμαχήσει τὸ ἔϑνος τῶν Ιουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογράϕῃ αὐτοῖς, καρδίᾳ πλήρει· 26 καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· καὶ ϕυλάξονται τὰ ϕυλάγματα αὐτῶν οὐϑὲν λαβόντες. 27 κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔϑνει Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράϕῃ; 28 καὶ τοῖς συμμαχοῦσιν οὐ δοϑήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· καὶ ϕυλάξονται τὰ ϕυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου. – 29 κατὰ τοὺς λόγους τούτους οὕτως ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ιουδαίων. 30 ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσϑεῖναι ἢ ἀϕελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἂν προσϑῶσιν ἢ ἀϕέλωσιν, ἔσται κύρια. 31 καὶ περὶ τῶν κακῶν, ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες Διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς ϕίλους ἡμῶν τοὺς συμμάχους Ιουδαίους; 32 ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς ϑαλάσσης καὶ διὰ τῆς ξηρᾶς.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 9

1 Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέϑετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ᾽ αὐτῶν. 2 καὶ ἐπορεύϑησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωϑ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνϑρώπων πολλάς. 3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ· 4 καὶ ἀπῆραν καὶ ἐπορεύϑησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ. 5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ᾽ αὐτοῦ ἐκλεκτοί. 6 καὶ εἶδον τὸ πλῆϑος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐϕοβήϑησαν σϕόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείϕϑησαν ἐξ αὐτῶν ἀλλ᾽ ἢ ὀκτακόσιοι ἄνδρες. 7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔϑλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς, 8 καὶ ἐξελύϑη καὶ εἶπεν τοῖς καταλειϕϑεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεϑα πολεμῆσαι πρὸς αὐτούς. 9 καὶ ἀπέστρεϕον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεϑα, ἀλλ᾽ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελϕοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. 10 καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, ϕυγεῖν ἀπ᾽ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποϑάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελϕῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν. 11 καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσϑη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σϕενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί, Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. 12 καὶ ἤγγισεν ἡ ϕάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐϕώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν· 13 καὶ ἐσαλεύϑη ἡ γῆ ἀπὸ τῆς ϕωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίϑεν ἕως ἑσπέρας. 14 καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλϑον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, 15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ᾽ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους. 16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ᾽ αὐτοῦ ἐκ τῶν ὄπισϑεν. 17 καὶ ἐβαρύνϑη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων, 18 καὶ Ιουδας ἔπεσεν, καὶ οἱ λοιποὶ ἔϕυγον. 19 καὶ ἦρεν Ιωναϑαν καὶ Σιμων Ιουδαν τὸν ἀδελϕὸν αὐτῶν καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδειν. 20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένϑουν ἡμέρας πολλὰς καὶ εἶπον 21 Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ. 22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαϑιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράϕη· πολλὰ γὰρ ἦν σϕόδρα. 23 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. 24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήϑη λιμὸς μέγας σϕόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετ᾽ αὐτῶν. 25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. 26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς ϕίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς. 27 καὶ ἐγένετο ϑλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀϕ᾽ ἧς ἡμέρας οὐκ ὤϕϑη προϕήτης αὐτοῖς. 28 καὶ ἠϑροίσϑησαν πάντες οἱ ϕίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναϑαν 29 Ἀϕ οὗ ὁ ἀδελϕός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελϑεῖν καὶ εἰσελϑεῖν πρὸς τοὺς ἐχϑροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχϑραίνουσιν τοῦ ἔϑνους ἡμῶν· 30 νῦν οὖν σὲ ᾑρετισάμεϑα σήμερον τοῦ εἶναι ἀντ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. 31 καὶ ἐπεδέξατο Ιωναϑαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελϕοῦ αὐτοῦ. 32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. 33 καὶ ἔγνω Ιωναϑαν καὶ Σιμων ὁ ἀδελϕὸς αὐτοῦ καὶ πάντες οἱ μετ᾽ αὐτοῦ καὶ ἔϕυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασϕαρ. 34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλϑεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου. – 35 καὶ ἀπέστειλεν τὸν ἀδελϕὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους ϕίλους αὐτοῦ τοῦ παραϑέσϑαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. 36 καὶ ἐξῆλϑον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλϑον ἔχοντες. 37 μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναϑαν καὶ Σιμωνι τῷ ἀδελϕῷ αὐτοῦ ὅτι Υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμϕην ἀπὸ Ναδαβαϑ, ϑυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν, μετὰ παραπομπῆς μεγάλης. 38 καὶ ἐμνήσϑησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελϕοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. 39 καὶ ἦραν τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ ϑροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμϕίος ἐξῆλϑεν καὶ οἱ ϕίλοι αὐτοῦ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. 40 καὶ ἐξανέστησαν ἐπ᾽ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔϕυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. 41 καὶ μετεστράϕη ὁ γάμος εἰς πένϑος καὶ ϕωνὴ μουσικῶν αὐτῶν εἰς ϑρῆνον. 42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελϕοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου. – 43 καὶ ἤκουσεν Βακχίδης καὶ ἦλϑεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ. 44 καὶ εἶπεν Ιωναϑαν τοῖς παρ᾽ αὐτοῦ Ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχϑὲς καὶ τρίτην ἡμέραν· 45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισϑεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνϑεν καὶ ἔνϑεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι· 46 νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωϑῆτε ἐκ χειρὸς τῶν ἐχϑρῶν ἡμῶν. 47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναϑαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ᾽ αὐτοῦ εἰς τὰ ὀπίσω. 48 καὶ ἐνεπήδησεν Ιωναϑαν καὶ οἱ μετ᾽ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ᾽ αὐτοὺς τὸν Ιορδάνην. 49 ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. 50 καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιϑωρων καὶ τὴν Βαιϑηλ καὶ τὴν Θαμναϑα Φαραϑων καὶ τὴν Τεϕων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· 51 καὶ ἔϑετο ϕρουρὰν ἐν αὐτοῖς τοῦ ἐχϑραίνειν τῷ Ισραηλ. 52 καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιϑσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔϑετο ἐν αὐταῖς δυνάμεις καὶ παραϑέσεις βρωμάτων. 53 καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔϑετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν ϕυλακῇ. 54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καϑαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καϑεῖλεν τὰ ἔργα τῶν προϕητῶν καὶ ἐνήρξατο τοῦ καϑαιρεῖν. 55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσϑη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεϕράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύϑη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασϑαι περὶ τοῦ οἴκου αὐτοῦ. 56 καὶ ἀπέϑανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης. 57 καὶ εἶδεν Βακχίδης ὅτι ἀπέϑανεν Ἄλκιμος, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο. 58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες Ἰδοὺ Ιωναϑαν καὶ οἱ παρ᾽ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιϑότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. 59 καὶ πορευϑέντες συνεβουλεύσαντο αὐτῷ. 60 καὶ ἀπῆρεν τοῦ ἐλϑεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάϑρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναϑαν καὶ τοὺς μετ᾽ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσϑη ἡ βουλὴ αὐτῶν. 61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. 62 καὶ ἐξεχώρησεν Ιωναϑαν καὶ Σιμων καὶ οἱ μετ᾽ αὐτοῦ εἰς Βαιϑβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καϑῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. 63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆϑος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν· 64 καὶ ἐλϑὼν παρενέβαλεν ἐπὶ Βαιϑβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς. 65 καὶ ἀπέλιπεν Ιωναϑαν Σιμωνα τὸν ἀδελϕὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλϑεν εἰς τὴν χώραν καὶ ἦλϑεν ἐν ἀριϑμῷ. 66 καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν. 67 καὶ Σιμων καὶ οἱ μετ᾽ αὐτοῦ ἐξῆλϑον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς· 68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ᾽ αὐτῶν, καὶ ἔϑλιβον αὐτὸν σϕόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔϕοδος αὐτοῦ κενή. 69 καὶ ὠργίσϑη ἐν ϑυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλϑεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελϑεῖν εἰς τὴν γῆν αὐτοῦ. 70 καὶ ἐπέγνω Ιωναϑαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνϑέσϑαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. 71 καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· 72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα, καὶ ἀποστρέψας ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέϑετο ἔτι ἐλϑεῖν εἰς τὰ ὅρια αὐτῶν. 73 καὶ κατέπαυσεν ῥομϕαία ἐξ Ισραηλ· καὶ ᾤκησεν Ιωναϑαν ἐν Μαχμας, καὶ ἤρξατο Ιωναϑαν κρίνειν τὸν λαὸν καὶ ἠϕάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 10

1 Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιϕανὴς καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ. 2 καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σϕόδρα καὶ ἐξῆλϑεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. 3 καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναϑαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν· 4 εἶπεν γάρ Προϕϑάσωμεν τοῦ εἰρήνην ϑεῖναι μετ᾽ αὐτῶν πρὶν ἢ ϑεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καϑ᾽ ἡμῶν· 5 μνησϑήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ εἰς τὸ ἔϑνος. 6 καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ. 7 καὶ ἦλϑεν Ιωναϑαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. 8 καὶ ἐϕοβήϑησαν ϕόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν. 9 καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναϑαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. 10 καὶ ᾤκησεν Ιωναϑαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. 11 καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόϑεν ἐκ λίϑων τετραπόδων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως. 12 καὶ ἔϕυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησεν Βακχίδης, 13 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ· 14 πλὴν ἐν Βαιϑσουροις ὑπελείϕϑησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ εἰς ϕυγαδευτήριον. 15 Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναϑαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαϑίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον, 16 καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν ϕίλον καὶ σύμμαχον ἡμῶν. 17 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων 18 Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελϕῷ Ιωναϑαν χαίρειν. 19 ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν ϕίλος. 20 καὶ νῦν καϑεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔϑνους σου καὶ ϕίλον βασιλέως καλεῖσϑαί σε [καὶ ἀπέστειλεν αὐτῷ πορϕύραν καὶ στέϕανον χρυσοῦν] καὶ ϕρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν ϕιλίας πρὸς ἡμᾶς. 21 Καὶ ἐνεδύσατο Ιωναϑαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά. 22 Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήϑη καὶ εἶπεν 23 Τί τοῦτο ἐποιήσαμεν ὅτι προέϕϑακεν ἡμᾶς Ἀλέξανδρος τοῦ ϕιλίαν καταλαβέσϑαι τοῖς Ιουδαίοις εἰς στήριγμα; 24 γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήϑειαν. 25 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔϑνει τῶν Ιουδαίων χαίρειν. 26 ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνϑήκας καὶ ἐνεμείνατε τῇ ϕιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχϑροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν. 27 καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαϑὰ ἀνϑ᾽ ὧν ποιεῖτε μεϑ᾽ ἡμῶν. 28 καὶ ἀϕήσομεν ὑμῖν ἀϕέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα. 29 καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀϕίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τῶν ϕόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεϕάνων, 30 καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀϕίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ γῆς Ιουδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιϑεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον. 31 καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀϕειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη. 32 ἀϕίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν αὐτὸς ἐκλέξηται, τοῦ ϕυλάσσειν αὐτήν. 33 καὶ πᾶσαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισϑεῖσαν ἀπὸ γῆς Ιουδα εἰς πᾶσαν βασιλείαν μου ἀϕίημι ἐλευϑέραν δωρεάν· καὶ πάντες ἀϕιέτωσαν τοὺς ϕόρους καὶ τῶν κτηνῶν αὐτῶν. 34 καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι ἡμέραι ἀτελείας καὶ ἀϕέσεως πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου, 35 καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος. 36 καὶ προγραϕήτωσαν τῶν Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοϑήσεται αὐτοῖς ξένια, ὡς καϑήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως. 37 καὶ κατασταϑήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταϑήσονται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ᾽ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσϑωσαν τοῖς νόμοις αὐτῶν, καϑὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ιουδα. 38 καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεϑέντας τῇ Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεϑήτω τῇ Ιουδαίᾳ πρὸς τὸ λογισϑῆναι τοῦ γενέσϑαι ὑϕ᾽ ἕνα τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾽ ἢ τοῦ ἀρχιερέως. 39 Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιερουσαλημ εἰς τὴν καϑήκουσαν δαπάνην τοῖς ἁγίοις. 40 κἀγὼ δίδωμι κατ᾽ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων. 41 καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου. 42 καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ᾽ ἐνιαυτόν, καὶ ταῦτα ἀϕίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν. 43 καὶ ὅσοι ἐὰν ϕύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀϕείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσϑωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου. 44 καὶ τοῦ οἰκοδομηϑῆναι καὶ ἐπικαινισϑῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοϑήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως. 45 καὶ τοῦ οἰκοδομηϑῆναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρῶσαι κυκλόϑεν, καὶ ἡ δαπάνη δοϑήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηϑῆναι τὰ τείχη ἐν τῇ Ιουδαίᾳ. 46 Ὡς δὲ ἤκουσεν Ιωναϑαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσϑησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν Ισραηλ καὶ ἔϑλιψεν αὐτοὺς σϕόδρα. 47 καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας. 48 Καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου. 49 καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔϕυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἴσχυσεν ἐπ᾽ αὐτούς· 50 καὶ ἐστερέωσεν τὸν πόλεμον σϕόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 51 Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων 52 Ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάϑισα ἐπὶ ϑρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν 53 καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑϕ᾽ ἡμῶν, καὶ ἐκαϑίσαμεν ἐπὶ ϑρόνου βασιλείας αὐτοῦ· 54 καὶ νῦν στήσωμεν πρὸς αὑτοὺς ϕιλίαν, καὶ νῦν δός μοι τὴν ϑυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου. 55 Καὶ ἀπεκρίϑη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαϑὴ ἡμέρα, ἐν ᾗ ἐπέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάϑισας ἐπὶ ϑρόνου βασιλείας αὐτῶν. 56 καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καϑὼς εἴρηκας. 57 Καὶ ἐξῆλϑεν Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ ϑυγάτηρ αὐτοῦ, καὶ ἦλϑεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. 58 καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν ϑυγατέρα αὐτοῦ καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι καϑὼς οἱ βασιλεῖς ἐν δόξῃ μεγάλῃ. – 59 καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς Ιωναϑη ἐλϑεῖν εἰς συνάντησιν αὐτῷ. 60 καὶ ἐπορεύϑη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς ϕίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν. 61 καὶ ἐπισυνήχϑησαν ἐπ᾽ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ᾽ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς. 62 καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναϑαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορϕύραν, καὶ ἐποίησαν οὕτως. 63 καὶ ἐκάϑισεν αὐτὸν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ Ἐξέλϑατε μετ᾽ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ᾽ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου. 64 καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καϑὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν πορϕύραν, καὶ ἔϕυγον πάντες. 65 καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων ϕίλων καὶ ἔϑετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην. 66 καὶ ἐπέστρεψεν Ιωναϑαν εἰς Ιερουσαλημ μετ᾽ εἰρήνης καὶ εὐϕροσύνης. 67 Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλϑεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ. 68 καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήϑη σϕόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν. 69 καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν· καὶ ἀπέστειλεν πρὸς Ιωναϑαν τὸν ἀρχιερέα λέγων 70 Σὺ μονώτατος ἐπαίρῃ ἐϕ᾽ ἡμᾶς, ἐγὼ δὲ ἐγενήϑην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί σὺ ἐξουσιάζῃ ἐϕ᾽ ἡμᾶς ἐν τοῖς ὄρεσι; 71 νῦν οὖν εἰ πέποιϑας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηϑι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριϑῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ᾽ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων. 72 ἐρώτησον καὶ μάϑε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηϑοῦντες ἡμῖν, καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώϑησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν. 73 καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίϑος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ ϕυγεῖν. 74 Ὡς δὲ ἤκουσεν Ιωναϑαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήϑη τῇ διανοίᾳ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλϑεν ἐξ Ιερουσαλημ, καὶ συνήντησεν αὐτῷ Σιμων ὁ ἀδελϕὸς αὐτοῦ ἐπὶ βοήϑειαν αὐτῷ. 75 καὶ παρενέβαλεν ἐπὶ Ιοππην, καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως, ὅτι ϕρουρὰ Ἀπολλωνίου ἐν Ιοππη· καὶ ἐπολέμησαν αὐτήν, 76 καὶ ϕοβηϑέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ιωναϑαν Ιοππης. 77 καὶ ἤκουσεν Ἀπολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύϑη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆϑος ἵππου καὶ πεποιϑέναι ἐπ᾽ αὐτῇ. 78 καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον. 79 καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισϑεν αὐτῶν. 80 καὶ ἔγνω Ιωναϑαν ὅτι ἔστιν ἔνεδρον κατόπισϑεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίϑεν ἕως δείλης· 81 ὁ δὲ λαὸς εἱστήκει, καϑὼς ἐπέταξεν Ιωναϑαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν. 82 καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν ϕάλαγγα, ἡ γὰρ ἵππος ἐξελύϑη, καὶ συνετρίβησαν ὑπ᾽ αὐτοῦ καὶ ἔϕυγον, 83 καὶ ἡ ἵππος ἐσκορπίσϑη ἐν τῷ πεδίῳ. καὶ ἔϕυγον εἰς Ἄζωτον καὶ εἰσῆλϑον εἰς Βηϑδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωϑῆναι. 84 καὶ ἐνεπύρισεν Ιωναϑαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμϕυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί. 85 καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισϑεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους. 86 καὶ ἀπῆρεν ἐκεῖϑεν Ιωναϑαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκαλῶνα, καὶ ἐξῆλϑον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ. 87 καὶ ἐπέστρεψεν Ιωναϑαν εἰς Ιερουσαλημ σὺν τοῖς παρ᾽ αὐτοῦ ἔχοντες σκῦλα πολλά. 88 καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέϑετο ἔτι δοξάσαι τὸν Ιωναϑαν· 89 καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔϑος ἐστὶν δίδοσϑαι τοῖς συγγενέσιν τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 11

1 Καὶ βασιλεὺς Αἰγύπτου ἤϑροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσϑεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ. 2 καὶ ἐξῆλϑεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενϑερὸν αὐτοῦ εἶναι· 3 ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις ϕρουρὰν ἐν ἑκάστῃ πόλει. 4 ὡς δὲ ἤγγισαν Αζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καϑῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ ϑιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ. 5 καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ιωναϑαν εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς. 6 καὶ συνήντησεν Ιωναϑαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήϑησαν ἐκεῖ. 7 καὶ ἐπορεύϑη Ιωναϑαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευϑέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ. 8 ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραϑαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς. 9 καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων Δεῦρο συνϑώμεϑα πρὸς ἑαυτοὺς διαϑήκην, καὶ δώσω σοι τὴν ϑυγατέρα μου, ἣν εἶχεν Ἀλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου· 10 μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν ϑυγατέρα μου, ἐζήτησεν γὰρ ἀποκτεῖναί με. 11 καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιϑυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ· 12 καὶ ἀϕελόμενος αὐτοῦ τὴν ϑυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώϑη τῷ Ἀλεξάνδρῳ, καὶ ἐϕάνη ἡ ἔχϑρα αὐτῶν. 13 καὶ εἰσῆλϑεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέϑετο τὸ διάδημα τῆς Ἀσίας· καὶ περιέϑετο δύο διαδήματα περὶ τὴν κεϕαλὴν αὐτοῦ, τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας. 14 Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων. 15 καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλϑεν ἐπ᾽ αὐτὸν ἐν πολέμῳ. καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν· 16 καὶ ἔϕυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασϑῆναι αὐτὸν ἐκεῖ, ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώϑη. 17 καὶ ἀϕεῖλεν Ζαβδιηλ ὁ Ἄραψ τὴν κεϕαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ. 18 καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέϑανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν. 19 καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. 20 Ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναϑαν τοὺς ἐκ τῆς Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ᾽ αὐτὴν μηχανὰς πολλάς. 21 καὶ ἐπορεύϑησάν τινες μισοῦντες τὸ ἔϑνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναϑαν περικάϑηται τὴν ἄκραν. 22 καὶ ἀκούσας ὠργίσϑη· ὡς δὲ ἤκουσεν, εὐϑέως ἀναζεύξας ἦλϑεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναϑαν τοῦ μὴ περικαϑῆσϑαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην. 23 ὡς δὲ ἤκουσεν Ιωναϑαν, ἐκέλευσεν περικαϑῆσϑαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ· 24 καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύϑη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ. 25 καὶ ἐνετύγχανον κατ᾽ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔϑνους. 26 καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καϑὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν ϕίλων αὐτοῦ πάντων. 27 καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων ϕίλων ἡγεῖσϑαι. 28 καὶ ἠξίωσεν Ιωναϑαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀϕορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια. 29 καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναϑαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον 30 Βασιλεὺς Δημήτριος Ιωναϑαν τῷ ἀδελϕῷ χαίρειν καὶ ἔϑνει Ιουδαίων. 31 τὸ ἀντίγραϕον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασϑένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράϕαμεν καὶ πρὸς ὑμᾶς, ὅπως εἰδῆτε. 32 Βασιλεὺς Δημήτριος Λασϑένει τῷ πατρὶ χαίρειν. 33 τῷ ἔϑνει τῶν Ιουδαίων ϕίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαϑὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς. 34 ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αϕαιρεμα καὶ Λυδδα καὶ Ραϑαμιν· προσετέϑησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς ϑυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ᾽ αὐτῶν τὸ πρότερον κατ᾽ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων. 35 καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεϕάνους, πάντα ἐπαρκέσομεν αὐτοῖς. 36 καὶ οὐκ ἀϑετηϑήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον. 37 νῦν οὖν ἐπιμέλεσϑε τοῦ ποιῆσαι τούτων ἀντίγραϕον, καὶ δοϑήτω Ιωναϑαν καὶ τεϑήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ. 38 Καὶ εἶδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνϑειστήκει, καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ, ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐϑνῶν· καὶ ἤχϑραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων. 39 Τρύϕων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου, καὶ ἐπορεύϑη πρὸς Ιμαλκουε τὸν Ἄραβα, ὃς ἔτρεϕεν Ἀντίοχον τὸ παιδάριον τὸν τοῦ Ἀλεξάνδρου. 40 καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ· καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν ὁ Δημήτριος καὶ τὴν ἔχϑραν, ἣν ἐχϑραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ, καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς. 41 καὶ ἀπέστειλεν Ιωναϑαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ. 42 καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναϑαν λέγων Οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔϑνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔϑνος σου, ἐὰν εὐκαιρίας τύχω· 43 νῦν οὖν ὀρϑῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας, οἳ συμμαχήσουσίν μοι, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου. 44 καὶ ἀπέστειλεν Ιωναϑαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῷ εἰς Ἀντιόχειαν, καὶ ἦλϑον πρὸς τὸν βασιλέα, καὶ ηὐϕράνϑη ὁ βασιλεὺς ἐπὶ τῇ ἐϕόδῳ αὐτῶν. 45 καὶ ἐπισυνήχϑησαν οἱ ἀπὸ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα. 46 καὶ ἔϕυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν. 47 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήϑειαν, καὶ ἐπισυνήχϑησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει καὶ ἀπέκτειναν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα· 48 καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἔλαβον σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα. 49 καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσϑένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες 50 Δὸς ἡμῖν δεξιὰς καὶ παυσάσϑωσαν οἱ Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν. 51 καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην. καὶ ἐδοξάσϑησαν οἱ Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκῦλα πολλά. 52 καὶ ἐκάϑισεν Δημήτριος ὁ βασιλεὺς ἐπὶ ϑρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ. 53 καὶ ἐψεύσατο πάντα, ὅσα εἶπεν, καὶ ἠλλοτριώϑη τῷ Ιωναϑαν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας, ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔϑλιβεν αὐτὸν σϕόδρα. 54 Μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύϕων καὶ Ἀντίοχος μετ᾽ αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσεν καὶ ἐπέϑετο διάδημα. 55 καὶ ἐπισυνήχϑησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκοράκισεν Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔϕυγεν καὶ ἐτροπώϑη. 56 καὶ ἔλαβεν Τρύϕων τὰ ϑηρία καὶ κατεκράτησεν τῆς Ἀντιοχείας. 57 καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος Ιωναϑη λέγων Ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καϑίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν ϕίλων τοῦ βασιλέως. 58 καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορϕύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν· 59 καὶ Σιμωνα τὸν ἀδελϕὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου. 60 καὶ ἐξῆλϑεν Ιωναϑαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν, καὶ ἠϑροίσϑησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν· καὶ ἦλϑεν εἰς Ἀσκαλῶνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως. 61 καὶ ἀπῆλϑεν ἐκεῖϑεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάϑισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά. 62 καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναϑαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ· καὶ διῆλϑεν τὴν χώραν ἕως Δαμασκοῦ. 63 καὶ ἤκουσεν Ιωναϑαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας. 64 καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελϕὸν αὐτοῦ Σιμωνα κατέλιπεν ἐν τῇ χώρᾳ. 65 καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιϑσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν. 66 καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖϑεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔϑετο ἐπ᾽ αὐτὴν ϕρουράν. 67 καὶ Ιωναϑαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησαρ· καὶ ὤρϑρισαν τὸ πρωῒ εἰς τὸ πεδίον Ασωρ. 68 καὶ ἰδοὺ ἡ παρεμβολὴ ἀλλοϕύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ᾽ αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας. 69 τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον. 70 καὶ ἔϕυγον οἱ παρὰ Ιωναϑου πάντες, οὐδὲ εἷς κατελείϕϑη ἀπ᾽ αὐτῶν πλὴν Ματταϑιας ὁ τοῦ Αψαλωμου καὶ Ιουδας ὁ τοῦ Χαλϕι ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων. 71 καὶ διέρρηξεν Ιωναϑαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέϑετο γῆν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ προσηύξατο. 72 καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔϕυγον. 73 καὶ εἶδον οἱ ϕεύγοντες παρ᾽ αὐτοῦ καὶ ἐπέστρεψαν ἐπ᾽ αὐτὸν καὶ ἐδίωκον μετ᾽ αὐτοῦ ἕως Κεδες ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ. 74 καὶ ἔπεσον ἐκ τῶν ἀλλοϕύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν Ιωναϑαν εἰς Ιερουσαλημ.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 12

1 Καὶ εἶδεν Ιωναϑαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεώσασϑαι τὴν πρὸς αὐτοὺς ϕιλίαν. 2 καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά. 3 καὶ ἐπορεύϑησαν εἰς Ῥώμην καὶ εἰσῆλϑον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναϑαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔϑνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασϑαι τὴν ϕιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον. 4 καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ιουδα μετ᾽ εἰρήνης. 5 Καὶ τοῦτο τὸ ἀντίγραϕον τῶν ἐπιστολῶν, ὧν ἔγραψεν Ιωναϑαν τοῖς Σπαρτιάταις 6 Ιωναϑαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔϑνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελϕοῖς χαίρειν. 7 ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελϕοὶ ἡμῶν, ὡς τὸ ἀντίγραϕον ὑπόκειται. 8 καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς, ἐν αἷς διεσαϕεῖτο περὶ συμμαχίας καὶ ϕιλίας. 9 ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν 10 ἐπειράϑημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελϕότητα καὶ ϕιλίαν ἀνανεώσασϑαι πρὸς τὸ μὴ ἐξαλλοτριωϑῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλϑον ἀϕ᾽ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς. 11 ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καϑηκούσαις ἡμέραις μιμνῃσκόμεϑα ὑμῶν ἐϕ᾽ ὧν προσϕέρομεν ϑυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελϕῶν. 12 εὐϕραινόμεϑα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν. 13 ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ ϑλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν. 14 οὐκ ἠβουλόμεϑα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ ϕίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις· 15 ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήϑειαν βοηϑοῦσαν ἡμῖν καὶ ἐρρύσϑημεν ἀπὸ τῶν ἐχϑρῶν, καὶ ἐταπεινώϑησαν οἱ ἐχϑροὶ ἡμῶν. 16 ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασϑαι τὴν πρὸς αὐτοὺς ϕιλίαν καὶ συμμαχίαν τὴν πρότερον. 17 ἐνετειλάμεϑα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευϑῆναι καὶ ἀσπάσασϑαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ᾽ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελϕότητος ἡμῶν. 18 καὶ νῦν καλῶς ποιήσετε ἀντιϕωνήσαντες ἡμῖν πρὸς ταῦτα. 19 Καὶ τοῦτο τὸ ἀντίγραϕον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν Ονια 20 Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν. 21 εὑρέϑη ἐν γραϕῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελϕοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ. 22 καὶ νῦν ἀϕ᾽ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράϕοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν, 23 καὶ ἡμεῖς δὲ ἀντιγράϕομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν. ἐντελλόμεϑα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα. 24 Καὶ ἤκουσεν Ιωναϑαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν. 25 καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαϑῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ. 26 καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ᾽ αὐτοὺς τὴν νύκτα. 27 ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ιωναϑαν τοῖς παρ᾽ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσϑαι εἰς πόλεμον δι᾽ ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προϕύλακας κύκλῳ τῆς παρεμβολῆς. 28 καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναϑαν καὶ οἱ παρ᾽ αὐτοῦ εἰς πόλεμον, καὶ ἐϕοβήϑησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν. 29 Ιωναϑαν δὲ καὶ οἱ παρ᾽ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί, ἔβλεπον γὰρ τὰ ϕῶτα καιόμενα. 30 καὶ κατεδίωξεν Ιωναϑαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύϑερον ποταμόν. 31 καὶ ἐξέκλινεν Ιωναϑαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. 32 καὶ ἀναζεύξας ἦλϑεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ. 33 καὶ Σιμων ἐξῆλϑεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν· 34 ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου· καὶ ἔϑετο ἐκεῖ ϕρουράν, ὅπως ϕυλάσσωσιν αὐτήν. 35 καὶ ἐπέστρεψεν Ιωναϑαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ᾽ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ 36 καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν. 37 καὶ συνήχϑησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαϕεναϑα. 38 καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεϕηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν ϑύρας καὶ μοχλούς. 39 Καὶ ἐζήτησεν Τρύϕων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιϑέσϑαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ᾽ Ἀντίοχον τὸν βασιλέα. 40 καὶ εὐλαβήϑη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ιωναϑαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει συλλαβεῖν αὐτὸν τοῦ ἀπολέσαι, καὶ ἀπάρας ἦλϑεν εἰς Βαιϑσαν. 41 καὶ ἐξῆλϑεν Ιωναϑαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλϑεν εἰς Βαιϑσαν. 42 καὶ εἶδεν Τρύϕων ὅτι ἦλϑεν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπ᾽ αὐτὸν εὐλαβήϑη. 43 καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς ϕίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξεν τοῖς ϕίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτοῦ ὡς αὑτοῦ. 44 καὶ εἶπεν τῷ Ιωναϑαν Ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν; 45 καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ᾽ ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι. 46 καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καϑὼς εἶπεν, καὶ ἐξαπέστειλεν τὰς δυνάμεις, καὶ ἀπῆλϑον εἰς γῆν Ιουδα. 47 κατέλιπεν δὲ μεϑ᾽ ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀϕῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλϑον αὐτῷ. 48 ὡς δὲ εἰσῆλϑεν Ιωναϑαν εἰς Πτολεμαίδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς συνεισελϑόντας μετ᾽ αὐτοῦ ἀπέκτειναν ἐν ῥομϕαίᾳ. 49 καὶ ἀπέστειλεν Τρύϕων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναϑου. 50 καὶ ἐπέγνωσαν ὅτι συνελήμϕϑη καὶ ἀπόλωλεν καὶ οἱ μετ᾽ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον. 51 καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν, καὶ ἐπέστρεψαν. 52 καὶ ἦλϑον πάντες μετ᾽ εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένϑησαν τὸν Ιωναϑαν καὶ τοὺς μετ᾽ αὐτοῦ καὶ ἐϕοβήϑησαν σϕόδρα· καὶ ἐπένϑησεν πᾶς Ισραηλ πένϑος μέγα. 53 καὶ ἐζήτησαν πάντα τὰ ἔϑνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς· εἶπον γάρ Οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηϑοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνϑρώπων τὸ μνημόσυνον αὐτῶν.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 13

1 Καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύϕων δύναμιν πολλὴν τοῦ ἐλϑεῖν εἰς γῆν Ιουδα καὶ ἐκτρῖψαι αὐτήν. 2 καὶ εἶδεν τὸν λαόν, ὅτι ἔντρομός ἐστιν καὶ ἔκϕοβος, καὶ ἀνέβη εἰς Ιερουσαλημ καὶ ἤϑροισεν τὸν λαὸν 3 καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς Αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελϕοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας, ἃς εἴδομεν. 4 τούτου χάριν ἀπώλοντο οἱ ἀδελϕοί μου πάντες χάριν τοῦ Ισραηλ, καὶ κατελείϕϑην ἐγὼ μόνος. 5 καὶ νῦν μή μοι γένοιτο ϕείσασϑαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ ϑλίψεως· οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελϕῶν μου. 6 πλὴν ἐκδικήσω περὶ τοῦ ἔϑνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν, ὅτι συνήχϑησαν πάντα τὰ ἔϑνη ἐκτρῖψαι ἡμᾶς ἔχϑρας χάριν. 7 καὶ ἀνεζωπύρησεν τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τοῦ ἀκοῦσαι τῶν λόγων τούτων, 8 καὶ ἀπεκρίϑησαν ϕωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναϑου τοῦ ἀδελϕοῦ σου· 9 πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν. 10 καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόϑεν. 11 καὶ ἀπέστειλεν Ιωναϑαν τὸν τοῦ Αψαλωμου καὶ μετ᾽ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην, καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ. 12 Καὶ ἀπῆρεν Τρύϕων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς ἐλϑεῖν εἰς γῆν Ιουδα, καὶ Ιωναϑαν μετ᾽ αὐτοῦ ἐν ϕυλακῇ. 13 Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον τοῦ πεδίου. 14 καὶ ἐπέγνω Τρύϕων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναϑου τοῦ ἀδελϕοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων 15 Περὶ ἀργυρίου, οὗ ὤϕειλεν Ιωναϑαν ὁ ἀδελϕός σου εἰς τὸ βασιλικὸν δι᾽ ἃς εἶχεν χρείας, συνέχομεν αὐτόν· 16 καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀϕεϑεὶς ἀποστατήσῃ ἀϕ᾽ ἡμῶν, καὶ ἀϕήσομεν αὐτόν. 17 καὶ ἔγνω Σιμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν, καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια, μήποτε ἔχϑραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν 18 λέγοντες Ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, ἀπώλετο. 19 καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα, καὶ διεψεύσατο καὶ οὐκ ἀϕῆκεν τὸν Ιωναϑαν. 20 καὶ μετὰ ταῦτα ἦλϑεν Τρύϕων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν, καὶ ἐκύκλωσαν ὁδὸν τὴν εἰς Αδωρα. καὶ Σιμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον, οὗ ἂν ἐπορεύετο. 21 οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύϕωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλϑεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροϕάς. 22 καὶ ἡτοίμασεν Τρύϕων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλϑεῖν, καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἦν χιὼν πολλὴ σϕόδρα, καὶ οὐκ ἦλϑεν διὰ τὴν χιόνα. καὶ ἀπῆρεν καὶ ἦλϑεν εἰς τὴν Γαλααδῖτιν. 23 ὡς δὲ ἤγγισεν τῆς Βασκαμα, ἀπέκτεινεν τὸν Ιωναϑαν, καὶ ἐτάϕη ἐκεῖ. 24 καὶ ἐπέστρεψεν Τρύϕων καὶ ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ. 25 Καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστᾶ Ιωναϑου τοῦ ἀδελϕοῦ αὐτοῦ καὶ ἔϑαψεν αὐτὸν ἐν Μωδειν πόλει τῶν πατέρων αὐτοῦ. 26 καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένϑησαν αὐτὸν ἡμέρας πολλάς. 27 καὶ ᾠκοδόμησεν Σιμων ἐπὶ τὸν τάϕον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελϕῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίϑῳ ξεστῷ ἐκ τῶν ὄπισϑεν καὶ ἔμπροσϑεν. 28 καὶ ἔστησεν ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελϕοῖς. 29 καὶ ταύταις ἐποίησεν μηχανήματα περιϑεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐγγεγλυμμένα εἰς τὸ ϑεωρεῖσϑαι ὑπὸ πάντων τῶν πλεόντων τὴν ϑάλασσαν. 30 οὗτος ὁ τάϕος, ὃν ἐποίησεν ἐν Μωδειν, ἕως τῆς ἡμέρας ταύτης. 31 Ὁ δὲ Τρύϕων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν 32 καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ καὶ περιέϑετο τὸ διάδημα τῆς Ἀσίας καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τῆς γῆς. 33 καὶ ᾠκοδόμησεν Σιμων τὰ ὀχυρώματα τῆς Ιουδαίας καὶ περιετείχισεν πύργοις ὑψηλοῖς καὶ τείχεσιν μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔϑετο βρώματα ἐν τοῖς ὀχυρώμασιν. 34 καὶ ἐπέλεξεν Σιμων ἄνδρας καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄϕεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύϕωνος ἦσαν ἁρπαγαί. 35 καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίϑη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην 36 Βασιλεὺς Δημήτριος Σιμωνι ἀρχιερεῖ καὶ ϕίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔϑνει Ιουδαίων χαίρειν. 37 τὸν στέϕανον τὸν χρυσοῦν καὶ τὴν βαίνην, ἣν ἀπεστείλατε, κεκομίσμεϑα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράϕειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀϕιέναι ὑμῖν τὰ ἀϕέματα. 38 καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς, ἕστηκεν, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδομήσατε, ὑπαρχέτω ὑμῖν. 39 ἀϕίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέϕανον, ὃν ὠϕείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιερουσαλημ, μηκέτι τελωνείσϑω. 40 καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραϕῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραϕέσϑωσαν, καὶ γινέσϑω ἀνὰ μέσον ἡμῶν εἰρήνη. 41 Ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἤρϑη ὁ ζυγὸς τῶν ἐϑνῶν ἀπὸ τοῦ Ισραηλ, 42 καὶ ἤρξατο ὁ λαὸς γράϕειν ἐν ταῖς συγγραϕαῖς καὶ συναλλάγμασιν Ἔτους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ιουδαίων. 43 Ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τῇ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο. 44 καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει. 45 καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν γυναιξὶν καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν ϕωνῇ μεγάλῃ ἀξιοῦντες Σιμωνα δεξιὰς αὐτοῖς δοῦναι 46 καὶ εἶπαν Μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου. 47 καὶ συνελύϑη αὐτοῖς Σιμων καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαϑάρισεν τὰς οἰκίας, ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλϑεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν. 48 καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαϑαρσίαν καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας, οἵτινες τὸν νόμον ποιήσωσιν, καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν. 49 Οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ιερουσαλημ ἐκωλύοντο ἐκπορεύεσϑαι καὶ εἰσπορεύεσϑαι εἰς τὴν χώραν ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σϕόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῷ λιμῷ. 50 καὶ ἐβόησαν πρὸς Σιμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖϑεν καὶ ἐκαϑάρισεν τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων. 51 καὶ εἰσῆλϑον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους πρώτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαίων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχϑρὸς μέγας ἐξ Ισραηλ. 52 καὶ ἔστησεν κατ᾽ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐϕροσύνης. καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν· καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ᾽ αὐτοῦ. 53 καὶ εἶδεν Σιμων τὸν Ιωαννην υἱὸν αὐτοῦ ὅτι ἀνήρ ἐστιν, καὶ ἔϑετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν· καὶ ᾤκει ἐν Γαζαροις.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 14

1 Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύϑη εἰς Μηδίαν τοῦ ἐπισπάσασϑαι βοήϑειαν ἑαυτῷ, ὅπως πολεμήσῃ τὸν Τρύϕωνα. 2 καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλϑεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα. 3 καὶ ἐπορεύϑη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔϑετο αὐτὸν ἐν ϕυλακῇ. 4 Καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος, καὶ ἐζήτησεν ἀγαϑὰ τῷ ἔϑνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας. 5 καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς ϑαλάσσης. 6 καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔϑνει αὐτοῦ καὶ ἐκράτησεν τῆς χώρας. 7 καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιϑσουρων καὶ τῆς ἄκρας· καὶ ἐξῆρεν τὰς ἀκαϑαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ. 8 καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ᾽ εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν. 9 πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάϑηντο, πάντες περὶ ἀγαϑῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου. 10 ταῖς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσϑη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς. 11 ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐϕράνϑη Ισραηλ εὐϕροσύνην μεγάλην. 12 καὶ ἐκάϑισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκϕοβῶν αὐτούς. 13 καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις. 14 καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησεν καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν· 15 τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήϑυνεν τὰ σκεύη τῶν ἁγίων. 16 Καὶ ἠκούσϑη ἐν Ῥώμῃ ὅτι ἀπέϑανεν Ιωναϑαν καὶ ἕως Σπάρτης, καὶ ἐλυπήϑησαν σϕόδρα. 17 ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελϕὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, 18 ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασϑαι πρὸς αὐτὸν ϕιλίαν καὶ συμμαχίαν, ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναϑαν τοὺς ἀδελϕοὺς αὐτοῦ. 19 καὶ ἀνεγνώσϑησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ. 20 καὶ τοῦτο τὸ ἀντίγραϕον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελϕοῖς χαίρειν. 21 οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐϕράνϑημεν ἐπὶ τῇ ἐϕόδῳ αὐτῶν. 22 καὶ ἀνεγράψαμεν τὰ ὑπ᾽ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ιουδαίων ἦλϑον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς ϕιλίαν. 23 καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασϑαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ ϑέσϑαι τὸ ἀντίγραϕον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῷ δήμῳ βιβλίοις τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν. τὸ δὲ ἀντίγραϕον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ. 24 Μετὰ ταῦτα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν. 25 Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν Τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ; 26 ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησεν τοὺς ἐχϑροὺς Ισραηλ ἀπ᾽ αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευϑερίαν. καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔϑεντο ἐν στήλαις ἐν ὄρει Σιων. 27 καὶ τοῦτο τὸ ἀντίγραϕον τῆς γραϕῆς Ὀκτωκαιδεκάτῃ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ – καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ – 28 ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔϑνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν· 29 ἐπεὶ πολλάκις ἐγενήϑησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σιμων δὲ υἱὸς Ματταϑιου ἱερεὺς τῶν υἱῶν Ιωαριβ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἔδωκαν αὑτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔϑνους αὐτῶν, ὅπως σταϑῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔϑνος αὐτῶν. 30 καὶ ἤϑροισεν Ιωναϑαν τὸ ἔϑνος αὐτῶν καὶ ἐγενήϑη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέϑη πρὸς τὸν λαὸν αὐτοῦ, 31 καὶ ἐβουλήϑησαν οἱ ἐχϑροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν· 32 τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ τοῦ ἔϑνους αὐτοῦ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔϑνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια 33 καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ιουδαίας καὶ τὴν Βαιϑσουραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ιουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔϑετο ἐκεῖ ϕρουρὰν ἄνδρας Ιουδαίους. 34 καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τῆς ϑαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τὸ πρότερον, καὶ κατῴκισεν ἐκεῖ Ιουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τῇ τούτων ἐπανορϑώσει, ἔϑετο ἐν αὐτοῖς. 35 καὶ εἶδεν ὁ λαὸς τὴν πίστιν τοῦ Σιμωνος καὶ τὴν δόξαν, ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔϑνει αὐτοῦ, καὶ ἔϑεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν, ἣν συνετήρησεν τῷ ἔϑνει αὐτοῦ, καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ. 36 καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώϑη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρϑῆναι τὰ ἔϑνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ, οἳ ἐποίησαν αὑτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ. 37 καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσϕάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσεν τὰ τείχη τῆς Ιερουσαλημ. 38 καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα 39 καὶ ἐποίησεν αὐτὸν τῶν ϕίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ. 40 ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαῖοι ὑπὸ Ῥωμαίων ϕίλοι καὶ σύμμαχοι καὶ ἀδελϕοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σιμωνος ἐνδόξως, 41 καὶ ὅτι οἱ Ιουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προϕήτην πιστὸν 42 καὶ τοῦ εἶναι ἐπ᾽ αὐτῶν στρατηγόν, καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καϑιστάναι δι᾽ αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων, 43 καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράϕωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραϕαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορϕύραν καὶ χρυσοϕορῇ· 44 καὶ οὐκ ἐξέσται οὐϑενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀϑετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ᾽ αὐτοῦ ῥηϑησομένοις καὶ ἐπισυστρέψαι συστροϕὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσϑαι πορϕύραν καὶ ἐμπορποῦσϑαι πόρπην χρυσῆν· 45 ὃς δ᾽ ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀϑετήσῃ τι τούτων, ἔνοχος ἔσται. 46 καὶ εὐδόκησεν πᾶς ὁ λαὸς ϑέσϑαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους. 47 καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐϑνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων. 48 καὶ τὴν γραϕὴν ταύτην εἶπον ϑέσϑαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ, 49 τὰ δὲ ἀντίγραϕα αὐτῶν ϑέσϑαι ἐν τῷ γαζοϕυλακίῳ, ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 15

1 Καὶ ἀπέστειλεν Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς ϑαλάσσης Σιμωνι ἱερεῖ καὶ ἐϑνάρχῃ τῶν Ιουδαίων καὶ παντὶ τῷ ἔϑνει, 2 καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐϑνάρχῃ καὶ ἔϑνει Ιουδαίων χαίρειν. 3 ἐπεί τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασϑαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον, ἐξενολόγησα δὲ πλῆϑος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά, 4 βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλϑω τοὺς κατεϕϑαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ μου, 5 νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀϕέματα, ἃ ἀϕῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀϕῆκάν σοι. 6 καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον, νόμισμα τῇ χώρᾳ σου, 7 Ιερουσαλημ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύϑερα· καὶ πάντα τὰ ὅπλα, ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι. 8 καὶ πᾶν ὀϕείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀϕιέσϑω σοι· 9 ὡς δ᾽ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε καὶ τὸ ἔϑνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ ὥστε ϕανερὰν γενέσϑαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ. 10 Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλϑεν Ἀντίοχος εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ, καὶ συνῆλϑον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ὥστε ὀλίγους εἶναι σὺν Τρύϕωνι. 11 καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος, καὶ ἦλϑεν εἰς Δωρα ϕεύγων τὴν ἐπὶ ϑαλάσσης· 12 ᾔδει γὰρ ὅτι ἐπισυνῆκται ἐπ᾽ αὐτὸν τὰ κακά, καὶ ἀϕῆκαν αὐτὸν αἱ δυνάμεις. 13 καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρα, καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος. 14 καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ ϑαλάσσης συνῆψαν, καὶ ἔϑλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ τῆς ϑαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσϑαι οὐδὲ εἰσπορεύεσϑαι. 15 Καὶ ἦλϑεν Νουμήνιος καὶ οἱ παρ᾽ αὐτοῦ ἐκ Ῥώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε 16 Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν. 17 οἱ πρεσβευταὶ τῶν Ιουδαίων ἦλϑον πρὸς ἡμᾶς ϕίλοι ἡμῶν καὶ σύμμαχοι ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς ϕιλίαν καὶ συμμαχίαν ἀπεσταλμένοι ἀπὸ Σιμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν Ιουδαίων, 18 ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων. 19 ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὴν χώραν αὐτῶν καὶ ἵνα μὴ συμμαχῶσιν τοῖς πολεμοῦσιν πρὸς αὐτούς. 20 ἔδοξεν δὲ ἡμῖν δέξασϑαι τὴν ἀσπίδα παρ᾽ αὐτῶν. 21 εἴ τινες οὖν λοιμοὶ διαπεϕεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς Σιμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ αὐτοὺς κατὰ τὸν νόμον αὐτῶν. 22 Καὶ ταὐτὰ ἔγραψεν Δημητρίῳ τῷ βασιλεῖ καὶ Ἀττάλῳ καὶ Ἀριαράϑῃ καὶ Ἀρσάκῃ 23 καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμῃ καὶ Σπαρτιάταις καὶ εἰς Δῆλον καὶ εἰς Μύνδον καὶ εἰς Σικυῶνα καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμϕυλίαν καὶ εἰς Λυκίαν καὶ εἰς Ἁλικαρνασσὸν καὶ εἰς Ῥόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς Ἄραδον καὶ Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην. 24 τὸ δὲ ἀντίγραϕον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ. 25 Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρα ἐν τῇ δευτέρᾳ προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισεν τὸν Τρύϕωνα τοῦ ἐκπορεύεσϑαι καὶ εἰσπορεύεσϑαι. 26 καὶ ἀπέστειλεν αὐτῷ Σιμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά. 27 καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασϑαι, ἀλλὰ ἠϑέτησεν πάντα, ὅσα συνέϑετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ. 28 καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀϑηνόβιον ἕνα τῶν ϕίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων Ὑμεῖς κατακρατεῖτε τῆς Ιοππης καὶ Γαζαρων καὶ τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ, πόλεις τῆς βασιλείας μου. 29 τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου. 30 νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσϑε, καὶ τοὺς ϕόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ιουδαίας. 31 εἰ δὲ μή, δότε ἀντ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταϕϑορᾶς, ἧς κατεϕϑάρκατε, καὶ τῶν ϕόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς. 32 καὶ ἦλϑεν Ἀϑηνόβιος ὁ ϕίλος τοῦ βασιλέως εἰς Ιερουσαλημ καὶ εἶδεν τὴν δόξαν Σιμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως. 33 καὶ ἀποκριϑεὶς Σιμων εἶπεν αὐτῷ Οὔτε γῆν ἀλλοτρίαν εἰλήϕαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχϑρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήϑη· 34 ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεϑα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν. 35 περὶ δὲ Ιοππης καὶ Γαζαρων, ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν. 36 καὶ οὐκ ἀπεκρίϑη αὐτῷ λόγον, ἀπέστρεψεν δὲ μετὰ ϑυμοῦ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σιμωνος καὶ πάντα, ὅσα εἶδεν, καὶ ὠργίσϑη ὁ βασιλεὺς ὀργὴν μεγάλην. 37 Τρύϕων δὲ ἐμβὰς εἰς πλοῖον ἔϕυγεν εἰς Ὀρϑωσίαν. 38 καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον ἐπιστράτηγον τῆς παραλίας καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ· 39 καὶ ἐνετείλατο αὐτῷ παρεμβάλλειν κατὰ πρόσωπον τῆς Ιουδαίας καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρων καὶ ὀχυρῶσαι τὰς πύλας καὶ ὅπως πολεμῇ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύϕωνα. 40 καὶ παρεγενήϑη Κενδεβαῖος εἰς Ιάμνειαν καὶ ἤρξατο τοῦ ἐρεϑίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ιουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ ϕονεύειν. 41 καὶ ᾠκοδόμησεν τὴν Κεδρων καὶ ἀπέταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσιν τὰς ὁδοὺς τῆς Ιουδαίας, καϑὰ συνέταξεν αὐτῷ ὁ βασιλεύς.

Liber Macchabæorum primus Μακκαβαίων αʹ caput 16

1 Καὶ ἀνέβη Ιωαννης ἐκ Γαζαρων καὶ ἀπήγγειλεν Σιμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλεσεν Κενδεβαῖος. 2 καὶ ἐκάλεσεν Σιμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ιουδαν καὶ Ιωαννην καὶ εἶπεν αὐτοῖς Ἐγὼ καὶ οἱ ἀδελϕοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ισραηλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐοδώϑη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασϑαι τὸν Ισραηλ πλεονάκις· 3 νυνὶ δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν· γίνεσϑε ἀντ ἐμοῦ καὶ τοῦ ἀδελϕοῦ μου καὶ ἐξελϑόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔϑνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήϑεια ἔστω μεϑ᾽ ὑμῶν. 4 καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύϑησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήϑησαν ἐν Μωδειν. 5 καὶ ἀναστάντες τὸ πρωῒ ἐπορεύϑησαν εἰς τὸ πεδίον, καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικὴ καὶ ἱππεῖς, καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν. 6 καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ. καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισϑεν αὐτοῦ. 7 καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σϕόδρα. 8 καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώϑη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειϕϑέντες ἔϕυγον εἰς τὸ ὀχύρωμα. 9 τότε ἐτραυματίσϑη Ιουδας ὁ ἀδελϕὸς Ιωαννου· Ιωαννης δὲ κατεδίωξεν αὐτούς, ἕως ἦλϑεν εἰς Κεδρων, ἣν ᾠκοδόμησεν. 10 καὶ ἔϕυγον εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους. καὶ ἀπέστρεψεν εἰς τὴν Ιουδαίαν μετὰ εἰρήνης. 11 Καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καϑεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ιεριχω καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ· 12 ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως. 13 καὶ ὑψώϑη ἡ καρδία αὐτοῦ, καὶ ἐβουλήϑη κατακρατῆσαι τῆς χώρας καὶ ἐβουλεύετο δόλῳ κατὰ Σιμωνος καὶ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς. 14 Σιμων δὲ ἦν ἐϕοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ ϕροντίζων τῆς ἐπιμελείας αὐτῶν· καὶ κατέβη εἰς Ιεριχω αὐτὸς καὶ Ματταϑιας καὶ Ιουδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ [οὗτος ὁ μὴν Σαβατ]. 15 καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ Ἀβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δωκ μετὰ δόλου, ὃ ᾠκοδόμησεν, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας. 16 καὶ ὅτε ἐμεϑύσϑη Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ᾽ αὐτοῦ καὶ ἔλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπεισῆλϑον τῷ Σιμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ. 17 καὶ ἐποίησεν ἀϑεσίαν μεγάλην καὶ ἀπέδωκεν κακὰ ἀντὶ ἀγαϑῶν. 18 καὶ ἔγραψεν ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλεν τῷ βασιλεῖ, ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήϑειαν καὶ παραδῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις. 19 καὶ ἀπέστειλεν ἑτέρους εἰς Γαζαρα ἆραι τὸν Ιωαννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσϑαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα, 20 καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσϑαι τὴν Ιερουσαλημ καὶ τὸ ὄρος τοῦ ἱεροῦ. 21 καὶ προδραμών τις ἀπήγγειλεν Ιωαννη εἰς Γαζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, καὶ ὅτι Ἀπέσταλκεν καὶ σὲ ἀποκτεῖναι. 22 καὶ ἀκούσας ἐξέστη σϕόδρα καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλϑόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς· ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι. 23 Καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαϑιῶν αὐτοῦ, ὧν ἠνδραγάϑησεν, καὶ τῆς οἰκοδομῆς τῶν τειχῶν, ὧν ᾠκοδόμησεν, καὶ τῶν πράξεων αὐτοῦ, 24 ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀϕ᾽ οὗ ἐγενήϑη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ.

Liber Macchabæorum alter Μακκαβαίων βʹ

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 1

1 Τοῖς ἀδελϕοῖς τοῖς κατ᾽ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελϕοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαϑήν· 2 καὶ ἀγαϑοποιήσαι ὑμῖν ὁ ϑεὸς καὶ μνησϑείη τῆς διαϑήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν· 3 καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσϑαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ ϑελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ· 4 καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι 5 καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ. 6 καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν. 7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράϕαμεν ὑμῖν ἐν τῇ ϑλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελϑούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀϕ᾽ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ᾽ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας 8 καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀϑῶον· καὶ ἐδεήϑημεν τοῦ κυρίου καὶ εἰσηκούσϑημεν καὶ προσηνέγκαμεν ϑυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεϑήκαμεν τοὺς ἄρτους. 9 καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου. 10 Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν. 11 ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ ϑεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι· 12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει. 13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων. 14 ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ ϕίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς ϕερνῆς λόγον 15 καὶ προϑέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελϑόντος μετ᾽ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλϑεν Ἀντίοχος, 16 ἀνοίξαντες τὴν τοῦ ϕατνώματος κρυπτὴν ϑύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεϕαλὰς ἀϕελόντες τοῖς ἔξω παρέρριψαν. 17 κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ ϑεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας. 18 μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καϑαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεϑα διασαϕῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ ϑυσιαστήριον ἀνήνεγκεν ϑυσίας. 19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ ϑυσιαστηρίου λαϑραίως κατέκρυψαν ἐν κοιλώματι ϕρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησϕαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον. 20 διελϑόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ ϑεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάϕησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας ϕέρειν. 21 ὡς δὲ ἀνηνέχϑη τὰ τῶν ϑυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα. 22 ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλϑεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεϕὴς ὤν, ἀνήϕϑη πυρὰ μεγάλη ὥστε ϑαυμάσαι πάντας. 23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς ϑυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναϑου, τῶν δὲ λοιπῶν ἐπιϕωνούντων ὡς Νεεμιου· 24 ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ ϑεός, ὁ πάντων κτίστης, ὁ ϕοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός, 25 ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς, 26 πρόσδεξαι τὴν ϑυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαϕύλαξον τὴν μερίδα σου καὶ καϑαγίασον. 27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευϑέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔϑνεσιν, τοὺς ἐξουϑενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔϑνη ὅτι σὺ εἶ ὁ ϑεὸς ἡμῶν. 28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηϕανίᾳ. 29 καταϕύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καϑὼς εἶπεν Μωϋσῆς. 30 Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους. 31 καϑὼς δὲ ἀνηλώϑη τὰ τῆς ϑυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίϑους μείζονας καταχεῖν. 32 ὡς δὲ τοῦτο ἐγενήϑη, ϕλὸξ ἀνήϕϑη· τοῦ δὲ ἀπὸ τοῦ ϑυσιαστηρίου ἀντιλάμψαντος ϕωτὸς ἐδαπανήϑη. 33 ὡς δὲ ϕανερὸν ἐγενήϑη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχϑέντες ἱερεῖς, τὸ ὕδωρ ἐϕάνη, ἀϕ᾽ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς ϑυσίας, 34 περιϕράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα. 35 καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάϕορα ἐλάμβανεν καὶ μετεδίδου. 36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεϕϑαρ, ὃ διερμηνεύεται καϑαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεϕϑαι.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 2

1 Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραϕαῖς Ιερεμιας ὁ προϕήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται, 2 καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προϕήτης δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάϑωνται τῶν προσταγμάτων τοῦ κυρίου, καὶ ἵνα μὴ ἀποπλανηϑῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον· 3 καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν. 4 ἦν δὲ ἐν τῇ γραϕῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προϕήτης χρηματισμοῦ γενηϑέντος αὐτῷ συνακολουϑεῖν· ὡς δὲ ἐξῆλϑεν εἰς τὸ ὄρος, οὗ ὁ Μωϋσῆς ἀναβὰς ἐϑεάσατο τὴν τοῦ ϑεοῦ κληρονομίαν. 5 καὶ ἐλϑὼν ὁ Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ ϑυσιαστήριον τοῦ ϑυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν ϑύραν ἐνέϕραξεν. 6 καὶ προσελϑόντες τινὲς τῶν συνακολουϑούντων ὥστε ἐπισημάνασϑαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήϑησαν εὑρεῖν. 7 ὡς δὲ ὁ Ιερεμιας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ ϑεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· 8 καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀϕϑήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεϕέλη, ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καϑαγιασϑῇ μεγάλως. 9 διεσαϕεῖτο δὲ καὶ ὡς σοϕίαν ἔχων ἀνήνεγκεν ϑυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ. 10 καϑὼς καὶ Μωϋσῆς προσηύξατο πρὸς κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς ϑυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλωμων προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα. 11 καὶ εἶπεν Μωϋσῆς Διὰ τὸ μὴ βεβρῶσϑαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώϑη. 12 ὡσαύτως καὶ ὁ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν. 13 ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραϕαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοϑήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων βιβλία καὶ προϕητῶν καὶ τὰ τοῦ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναϑεμάτων. 14 ὡσαύτως δὲ καὶ Ιουδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν πάντα, καὶ ἔστιν παρ᾽ ἡμῖν· 15 ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε. 16 Μέλλοντες οὖν ἄγειν τὸν καϑαρισμὸν ἐγράψαμεν ὑμῖν· καλώς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας. 17 ὁ δὲ ϑεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν, 18 καϑὼς ἐπηγγείλατο διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ ϑεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν καὶ τὸν τόπον ἐκαϑάρισεν. 19 Τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελϕοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καϑαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν 20 ἔτι τε τοὺς πρὸς Ἀντίοχον τὸν Ἐπιϕανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους 21 καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιϕανείας τοῖς ὑπὲρ τοῦ Ιουδαισμοῦ ϕιλοτίμως ἀνδραγαϑήσασιν, ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήϑη διώκειν, 22 καὶ τὸ περιβόητον καϑ᾽ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασϑαι καὶ τὴν πόλιν ἐλευϑερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσϑαι νόμους ἐπανορϑῶσαι, τοῦ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς, 23 ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων πειρασόμεϑα δι᾽ ἑνὸς συντάγματος ἐπιτεμεῖν. 24 συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριϑμῶν καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς ϑέλουσιν εἰσκυκλεῖσϑαι τοῖς τῆς ἱστορίας διηγήμασιν διὰ τὸ πλῆϑος τῆς ὕλης 25 ἐϕροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ ϕιλοϕρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὠϕέλειαν. 26 καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάϑειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα, 27 καϑάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάϑειαν ὑποίσομεν 28 τὸ μὲν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραϕεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσϑαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες. 29 καϑάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς ϕροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ Ζωγραϕεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτως δοκῶ καὶ ἐπὶ ἡμῶν. 30 τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιεῖσϑαι λόγων καὶ πολυπραγμονεῖν ἐν τοῖς κατὰ μέρος τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καϑήκει· 31 τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσϑαι τῷ τὴν μετάϕρασιν ποιουμένῳ συγχωρητέον. 32 ἐντεῦϑεν οὖν ἀρξώμεϑα τῆς διηγήσεως τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηϑες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 3

1 Τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν 2 συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν 3 ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν ϑυσιῶν ἐπιβάλλοντα δαπανήματα. 4 Σιμων δέ τις ἐκ τῆς Βενιαμιν ϕυλῆς προστάτης τοῦ ἱεροῦ καϑεσταμένος διηνέχϑη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας· 5 καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλϑεν πρὸς Ἀπολλώνιον Θαρσεου τὸν κατ᾽ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν 6 καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυϑήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοϕυλάκιον ὥστε τὸ πλῆϑος τῶν διαϕόρων ἀναρίϑμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν ϑυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα. 7 συμμείξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυϑέντων αὐτῷ χρημάτων ἐνεϕάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασϑαι. 8 εὐϑέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμϕάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐϕοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόϑεσιν ἐπιτελεῖν. 9 παραγενηϑεὶς δὲ εἰς Ιεροσόλυμα καὶ ϕιλοϕρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχϑεὶς ἀνέϑετο περὶ τοῦ γεγονότος ἐμϕανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσάϕησεν· ἐπυνϑάνετο δὲ εἰ ταῖς ἀληϑείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει. 10 τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταϑήκας εἶναι χηρῶν τε καὶ ὀρϕανῶν, 11 τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σϕόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου – οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων – , τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· 12 ἀδικηϑῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. 13 ὁ δὲ Ἡλιόδωρος, δι᾽ ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι. 14 ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καϑ᾽ ὅλην τὴν πόλιν ἀγωνία. 15 οἱ δὲ ἱερεῖς πρὸ τοῦ ϑυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταϑήκης νομοϑετήσαντα τοῖς παρακαταϑεμένοις ταῦτα σῶα διαϕυλάξαι. 16 ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσϑαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέϕαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν· 17 περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ ϕρικασμὸς σώματος, δι᾽ ὧν πρόδηλον ἐγίνετο τοῖς ϑεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. 18 ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταϕρόνησιν ἔρχεσϑαι τὸν τόπον. 19 ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήϑυνον· αἱ δὲ κατάκλειστοι τῶν παρϑένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν ϑυρίδων διεξέκυπτον· 20 πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· 21 ἐλεεῖν δ᾽ ἦν τὴν τοῦ πλήϑους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν. 22 οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαϕυλάσσειν μετὰ πάσης ἀσϕαλείας. 23 ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. 24 αὐτόϑι δὲ αὐτοῦ σὺν τοῖς δορυϕόροις κατὰ τὸ γαζοϕυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιϕάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελϑεῖν καταπλαγέντας τὴν τοῦ ϑεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι· 25 ὤϕϑη γάρ τις ἵππος αὐτοῖς ϕοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, ϕερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσϑίους ὁπλάς· ὁ δὲ ἐπικαϑήμενος ἐϕαίνετο χρυσῆν πανοπλίαν ἔχων. 26 ἕτεροι δὲ δύο προσεϕάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν δόξαν, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. 27 ἄϕνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυϑέντα συναρπάσαντες καὶ εἰς ϕορεῖον ἐνϑέντες 28 τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυϕορίας εἰς τὸ προειρημένον εἰσελϑόντα γαζοϕυλάκιον ἔϕερον ἀβοήϑητον ἑαυτῷ καϑεστῶτα ϕανερῶς τὴν τοῦ ϑεοῦ δυναστείαν ἐπεγνωκότες. 29 καὶ ὁ μὲν διὰ τὴν ϑείαν ἐνέργειαν ἄϕωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο, 30 οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιϕανέντος κυρίου χαρᾶς καὶ εὐϕροσύνης ἐπεπλήρωτο. 31 ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήϑων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασϑαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασϑαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. 32 ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσϑαι προσήγαγεν ϑυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. 33 ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐϕάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσϑήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον Πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος· 34 σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ ϑεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀϕανεῖς ἐγένοντο. 35 ὁ δὲ Ἡλιόδωρος ϑυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα. 36 ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ᾽ ὄψιν τεϑεαμένος ἔργα τοῦ μεγίστου ϑεοῦ. 37 τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμϕϑῆναι εἰς Ιεροσόλυμα, ἔϕησεν 38 Εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωϑῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληϑῶς εἶναί τινα ϑεοῦ δύναμιν· 39 αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηϑὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει. 40 καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοϕυλακίου τήρησιν οὕτως ἐχώρησεν.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 4

1 Ὁ δὲ προειρημένος Σιμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καϑεστηκώς, 2 καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεϑνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν. 3 τῆς δὲ ἔχϑρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων ϕόνους συντελεῖσϑαι, 4 συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς ϕιλονεικίας καὶ Ἀπολλώνιον Μενεσϑέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος, 5 πρὸς τὸν βασιλέα διεκομίσϑη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμϕορον κοινῇ καὶ κατ᾽ ἰδίαν παντὶ τῷ πλήϑει σκοπῶν· 6 ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας. 7 Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευϑέντος Ἐπιϕανοῦς ὑπενόϑευσεν Ἰάσων ὁ ἀδελϕὸς Ονιου τὴν ἀρχιερωσύνην 8 ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾽ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα. 9 πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράϕειν πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν ἐπιχωρηϑῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐϕηβεῖον αὐτῷ συστήσασϑαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι. 10 ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐϑέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοϕύλους μετέστησε. 11 καὶ τὰ κείμενα τοῖς Ιουδαίοις ϕιλάνϑρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ ϕιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐϑισμοὺς ἐκαίνιζεν. 12 ἀσμένως γὰρ ὑπ᾽ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καϑίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐϕήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν. 13 ἦν δ᾽ οὕτως ἀκμή τις Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοϕυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν 14 ὥστε μηκέτι περὶ τὰς τοῦ ϑυσιαστηρίου λειτουργίας προϑύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν νεὼ καταϕρονοῦντες καὶ τῶν ϑυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν, 15 καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιϑέμενοι, τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι. 16 ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καϑ᾽ ἅπαν ἤϑελον ἐξομοιοῦσϑαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον· 17 ἀσεβεῖν γὰρ εἰς τοὺς ϑείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουϑος καιρὸς δηλώσει. 18 Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος 19 ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς ϑεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους ϑυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσϑαι εἰς ϑυσίαν διὰ τὸ μὴ καϑήκειν, εἰς ἑτέραν δὲ καταϑέσϑαι δαπάνην. 20 ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους ϑυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς. 21 Ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσϑέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καϑ᾽ αὑτὸν ἀσϕαλείας ἐϕρόντιζεν· ὅϑεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα. 22 μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως ἀποδεχϑεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχϑη, εἶϑ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν. 23 Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελϕὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα. 24 ὁ δὲ συσταϑεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια. 25 λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον ϕέρων, ϑυμοὺς δὲ ὠμοῦ τυράννου καὶ ϑηρὸς βαρβάρου ὀργὰς ἔχων. 26 καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελϕὸν ὑπονοϑεύσας ὑπονοϑευϑεὶς ὑϕ᾽ ἑτέρου ϕυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο. 27 ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει· 28 ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου, πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαϕόρων πρᾶξις· δι᾽ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήϑησαν, 29 καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελϕόν, Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων. 30 Τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσϑαι. 31 ϑᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον τῶν ἐν ἀξιώματι κειμένων. 32 νομίσας δὲ ὁ Μενέλαος εἰληϕέναι καιρὸν εὐϕυῆ χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσϕισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις. 33 ἃ καὶ σαϕῶς ἐπεγνωκὼς ὁ Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάϕνης τῆς πρὸς Ἀντιόχειαν κειμένης. 34 ὅϑεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον παρεκάλει χειρώσασϑαι τὸν Ονιαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισϑεὶς ἐπὶ δόλῳ καὶ δεξιασϑεὶς μεϑ᾽ ὅρκων δοὺς δεξιάν, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελϑεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσϑεὶς τὸ δίκαιον. 35 δι᾽ ἣν αἰτίαν οὐ μόνον Ιουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐϑνῶν ἐδείναζον καὶ ἐδυσϕόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ ϕόνῳ. 36 τοῦ δὲ βασιλέως ἐπανελϑόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαῖοι συμμισοπονηρούντων καὶ τῶν Ἑλλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονῆσϑαι. 37 ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηϑεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωϕροσύνην καὶ πολλὴν εὐταξίαν 38 καὶ πυρωϑεὶς τοῖς ϑυμοῖς παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορϕύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας περιαγαγὼν καϑ᾽ ὅλην τὴν πόλιν ἐπ᾽ αὐτὸν τὸν τόπον, οὗπερ τὸν Ονιαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιϕόνον ἀπεκόσμησεν τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος. 39 Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης καὶ διαδοϑείσης ἔξω τῆς ϕήμης ἐπισυνήχϑη τὸ πλῆϑος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων. 40 ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων καϑοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρῶν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν· 41 συνιδόντες δὲ καὶ τὴν ἐπίϑεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι ϕύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον· 42 δι᾽ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς ϕυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοϕυλάκιον ἐχειρώσαντο. 43 περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον. 44 καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον ἐπ᾽ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμϕϑέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας. 45 ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα. 46 ὅϑεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέϑηκεν, 47 καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες, εἰ καὶ ἐπὶ Σκυϑῶν ἔλεγον, ἀπελύϑησαν ἀκατάγνωστοι, τούτοις ϑάνατον ἐπέκρινεν. 48 ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες. 49 δι᾽ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν. 50 ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ ἐπιϕυόμενος τῇ κακίᾳ μέγας τῶν πολιτῶν ἐπίβουλος καϑεστώς.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 5

1 Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔϕοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο. 2 συνέβη δὲ καϑ᾽ ὅλην τὴν πόλιν σχεδὸν ἐϕ᾽ ἡμέρας τεσσαράκοντα ϕαίνεσϑαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους καὶ μαχαιρῶν σπασμοὺς 3 καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήϑη καὶ βελῶν βολὰς καὶ χρυσέων κόσμων ἐκλάμψεις καὶ παντοίους ϑωρακισμούς. 4 διὸ πάντες ἠξίουν ἐπ᾽ ἀγαϑῷ τὴν ἐπιϕάνειαν γεγενῆσϑαι. 5 γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων αἰϕνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίϑεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασϑέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐϕυγάδευσεν. 6 ὁ δὲ Ἰάσων ἐποιεῖτο σϕαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀϕειδῶς οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεϑνῶν τρόπαια καταβάλλεσϑαι. 7 τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβὼν ϕυγὰς πάλιν εἰς τὴν Αμμανῖτιν ἀπῆλϑεν. 8 πέρας οὖν κακῆς καταστροϕῆς ἔτυχεν. ἐγκληϑεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον πόλιν ἐκ πόλεως ϕεύγων διωκόμενος ὑπὸ πάντων στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος εἰς Αἴγυπτον ἐξεβράσϑη, 9 καὶ ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχϑεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης. 10 καὶ ὁ πλῆϑος ἀτάϕων ἐκρίψας ἀπένϑητος ἐγενήϑη καὶ κηδείας οὐδ᾽ ἡστινοσοῦν οὔτε πατρῴου τάϕου μετέσχεν. 11 Προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων διέλαβεν ἀποστατεῖν τὴν Ιουδαίαν· ὅϑεν ἀναζεύξας ἐξ Αἰγύπτου τεϑηριωμένος τῇ ψυχῇ ἔλαβεν τὴν μὲν πόλιν δοριάλωτον 12 καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀϕειδῶς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασϕάζειν. 13 ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀϕανισμός, παρϑένων τε καὶ νηπίων σϕαγαί. 14 ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεϕϑάρησαν, τέσσαρες μὲν ἐν χειρῶν νομαῖς, οὐχ ἧττον δὲ τῶν ἐσϕαγμένων ἐπράϑησαν. 15 οὐκ ἀρκεσϑεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελϑεῖν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα 16 καὶ ταῖς μιαραῖς χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ᾽ ἄλλων βασιλέων ἀνατεϑέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμὴν ταῖς βεβήλοις χερσὶν συσσύρων. 17 καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις. 18 εἰ δὲ μὴ συνέβη προσενέχεσϑαι πολλοῖς ἁμαρτήμασιν, καϑάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμϕϑεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοϕυλακίου, οὗτος προαχϑεὶς παραχρῆμα μαστιγωϑεὶς ἀνετράπη τοῦ ϑράσους. 19 ἀλλ᾽ οὐ διὰ τὸν τόπον τὸ ἔϑνος, ἀλλὰ διὰ τὸ ἔϑνος τὸν τόπον ὁ κύριος ἐξελέξατο. 20 διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τῶν τοῦ ἔϑνους δυσπετημάτων γενομένων ὕστερον εὐεργετημάτων ἐκοινώνησεν, καὶ ὁ καταλειϕϑεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρϑώϑη. 21 Ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα ϑᾶττον εἰς τὴν Ἀντιόχειαν ἐχωρίσϑη οἰόμενος ἀπὸ τῆς ὑπερηϕανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν ϑέσϑαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας. 22 κατέλιπεν δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν Ιεροσολύμοις Φίλιππον, τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος, 23 ἐν δὲ Γαριζιν Ἀνδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχϑῆ δὲ πρὸς τοὺς πολίτας Ιουδαίους ἔχων διάϑεσιν. 24 ἔπεμψεν δὲ τὸν Μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασϕάξαι, τὰς δὲ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν. 25 οὗτος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριϑεὶς ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς Ιουδαίους τοῖς ὑϕ᾽ ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν 26 καὶ τοὺς ἐξελϑόντας πάντας ἐπὶ τὴν ϑεωρίαν συνεξεκέντησεν καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσεν πλήϑη. 27 Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος δέκατός που γενηϑεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον ϑηρίων τρόπον ἐν τοῖς ὄρεσιν διέζη σὺν τοῖς μετ᾽ αὐτοῦ, καὶ τὴν χορτώδη τροϕὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 6

1 Μετ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα Ἀϑηναῖον ἀναγκάζειν τοὺς Ιουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων καὶ τοῖς τοῦ ϑεοῦ νόμοις μὴ πολιτεύεσϑαι, 2 μολῦναι δὲ καὶ τὸν ἐν Ιεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς Ὀλυμπίου καὶ τὸν ἐν Γαριζιν, καϑὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου. 3 χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν δυσχερὴς ἡ ἐπίτασις τῆς κακίας. 4 τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τῶν ἐϑνῶν ἐπεπληροῦτο ῥᾳϑυμούντων μεϑ᾽ ἑταιρῶν καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καϑήκοντα ἔνδον εἰσϕερόντων. 5 τὸ δὲ ϑυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀϑεμίτοις ἐπεπλήρωτο. 6 ἦν δ᾽ οὔτε σαββατίζειν οὔτε πατρῴους ἑορτὰς διαϕυλάττειν οὔτε ἁπλῶς Ιουδαῖον ὁμολογεῖν εἶναι, 7 ἤγοντο δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέϑλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν, γενομένης δὲ Διονυσίων ἑορτῆς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ. 8 ψήϕισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις Πτολεμαίου ὑποϑεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ιουδαίων ἄγειν καὶ σπλαγχνίζειν, 9 τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ κατασϕάζειν. παρῆν οὖν ὁρᾶν τὴν ἐνεστῶσαν ταλαιπωρίαν. 10 δύο γὰρ γυναῖκες ἀνήχϑησαν περιτετμηκυῖαι τὰ τέκνα· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέϕη καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ τοῦ τείχους ἐκρήμνισαν. 11 ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληϑότως ἄγειν τὴν ἑβδομάδα μηνυϑέντες τῷ Φιλίππῳ συνεϕλογίσϑησαν διὰ τὸ εὐλαβῶς ἔχειν βοηϑῆσαι ἑαυτοῖς κατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέρας. 12 Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσϑαι διὰ τὰς συμϕοράς, λογίζεσϑαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεϑρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· 13 καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσϑαι τοὺς δυσσεβοῦντας, ἀλλ᾽ εὐϑέως περιπίπτειν ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν. 14 οὐ γὰρ καϑάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐϑνῶν ἀναμένει μακροϑυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσαι, οὕτως καὶ ἐϕ᾽ ἡμῶν ἔκρινεν εἶναι, 15 ἵνα μὴ πρὸς τέλος ἀϕικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ. 16 διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀϕ᾽ ἡμῶν ἀϕίστησιν, παιδεύων δὲ μετὰ συμϕορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. 17 πλὴν ἕως ὑπομνήσεως ταῦϑ ἡμῖν εἰρήσϑω· δι᾽ ὀλίγων δ᾽ ἐλευστέον ἐπὶ τὴν διήγησιν. 18 Ελεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχανὼν ἠναγκάζετο ϕαγεῖν ὕειον κρέας. 19 ὁ δὲ τὸν μετ᾽ εὐκλείας ϑάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐϑαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν, 20 προπτύσας δὲ καϑ᾽ ὃν ἔδει τρόπον προσέρχεσϑαι τοὺς ὑπομένοντας ἀμύνασϑαι ὧν οὐ ϑέμις γεύσασϑαι διὰ τὴν πρὸς τὸ ζῆν ϕιλοστοργίαν. 21 οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ᾽ ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα, οἷς καϑῆκον αὐτῷ χρᾶσϑαι, δι᾽ αὐτοῦ παρασκευασϑέντα, ὑποκριϑῆναι δὲ ὡς ἐσϑίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς ϑυσίας κρεῶν, 22 ἵνα τοῦτο πράξας ἀπολυϑῇ τοῦ ϑανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς ϕιλίαν τύχῃ ϕιλανϑρωπίας. 23 ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιϕανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροϕῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ ϑεοκτίστου νομοϑεσίας ἀκολούϑως ἀπεϕήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην. 24 Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριϑῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ελεαζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοϕυλισμὸν 25 καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηϑῶσιν δι᾽ ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι. 26 εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνϑρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποϑανὼν ἐκϕεύξομαι. 27 διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος ϕανήσομαι, 28 τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προϑύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευϑανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐϑέως ἦλϑεν. 29 τῶν δὲ ἀγόντων πρὸς αὐτὸν τὴν μικρῷ πρότερον εὐμένειαν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους, ὡς αὐτοὶ διελάμβανον, ἀπόνοιαν εἶναι, 30 μέλλων δὲ ταῖς πληγαῖς τελευτᾶν ἀναστενάξας εἶπεν Τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι ϕανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυϑῆναι τοῦ ϑανάτου σκληρὰς ὑποϕέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ ϕόβον ταῦτα πάσχω. 31 καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔϑνους τὸν ἑαυτοῦ ϑάνατον ὑπόδειγμα γενναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλιπών.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 7

1 Συνέβη δὲ καὶ ἑπτὰ ἀδελϕοὺς μετὰ τῆς μητρὸς συλλημϕϑέντας ἀναγκάζεσϑαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀϑεμίτων ὑείων κρεῶν ἐϕάπτεσϑαι μάστιξιν καὶ νευραῖς αἰκιζομένους. 2 εἷς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔϕη Τί μέλλεις ἐρωτᾶν καὶ μανϑάνειν ἡμῶν; ἕτοιμοι γὰρ ἀποϑνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους. 3 ἔκϑυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυροῦν. 4 τῶν δὲ παραχρῆμα ἐκπυρωϑέντων τὸν γενόμενον αὐτῶν προήγορον προσέταξεν γλωσσοτομεῖν καὶ περισκυϑίσαντας ἀκρωτηριάζειν τῶν λοιπῶν ἀδελϕῶν καὶ τῆς μητρὸς συνορώντων. 5 ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσεν τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐϕ᾽ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως 6 Ὁ κύριος ὁ ϑεὸς ἐϕορᾷ καὶ ταῖς ἀληϑείαις ἐϕ᾽ ἡμῖν παρακαλεῖται, καϑάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάϕησεν Μωϋσῆς λέγων Καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληϑήσεται. 7 Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεϕαλῆς δέρμα σὺν ταῖς ϑριξὶν περισύραντες ἐπηρώτων Εἰ ϕάγεσαι πρὸ τοῦ τιμωρηϑῆναι τὸ σῶμα κατὰ μέλος; 8 ὁ δὲ ἀποκριϑεὶς τῇ πατρίῳ ϕωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς ὁ πρῶτος. 9 ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπεν Σὺ μέν, ἀλάστωρ, ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποϑανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει. 10 Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηϑεὶς ταχέως προέβαλεν καὶ τὰς χεῖρας εὐϑαρσῶς προέτεινεν 11 καὶ γενναίως εἶπεν Ἐξ οὐρανοῦ ταῦτα κέκτημαι καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα καὶ παρ᾽ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασϑαι· 12 ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσϑαι τὴν τοῦ νεανίσκου ψυχήν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίϑετο. 13 Καὶ τούτου δὲ μεταλλάξαντος τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι. 14 καὶ γενόμενος πρὸς τὸ τελευτᾶν οὕτως ἔϕη Αἱρετὸν μεταλλάσσοντας ὑπ᾽ ἀνϑρώπων τὰς ὑπὸ τοῦ ϑεοῦ προσδοκᾶν ἐλπίδας πάλιν ἀναστήσεσϑαι ὑπ᾽ αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται. 15 Ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο. 16 ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἶπεν Ἐξουσίαν ἐν ἀνϑρώποις ἔχων ϕϑαρτὸς ὢν ὃ ϑέλεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ ϑεοῦ καταλελεῖϕϑαι· 17 σὺ δὲ καρτέρει καὶ ϑεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανιεῖ. 18 Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποϑνῄσκειν ἔϕη Μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ δι᾽ ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτόντες εἰς τὸν ἑαυτῶν ϑεόν, ἄξια ϑαυμασμοῦ γέγονεν· 19 σὺ δὲ μὴ νομίσῃς ἀϑῷος ἔσεσϑαι ϑεομαχεῖν ἐπιχειρήσας. 20 Ὑπεραγόντως δὲ ἡ μήτηρ ϑαυμαστὴ καὶ μνήμης ἀγαϑῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔϕερεν διὰ τὰς ἐπὶ κύριον ἐλπίδας. 21 ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ ϕωνῇ γενναίῳ πεπληρωμένη ϕρονήματι καὶ τὸν ϑῆλυν λογισμὸν ἄρσενι ϑυμῷ διεγείρασα λέγουσα πρὸς αὐτούς 22 Οὐκ οἶδ ὅπως εἰς τὴν ἐμὴν ἐϕάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύϑμισα· 23 τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης ὁ πλάσας ἀνϑρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδίδωσιν μετ᾽ ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους. 24 Ὁ δὲ Ἀντίοχος οἰόμενος καταϕρονεῖσϑαι καὶ τὴν ὀνειδίζουσαν ὑϕορώμενος ϕωνὴν ἔτι τοῦ νεωτέρου περιόντος οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ δι᾽ ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταϑέμενον ἀπὸ τῶν πατρίων καὶ ϕίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν. 25 τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει γενέσϑαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ. 26 πολλὰ δὲ αὐτοῦ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν· 27 προσκύψασα δὲ αὐτῷ χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔϕησεν τῇ πατρίῳ ϕωνῇ Υἱέ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα καὶ ϑηλάσασάν σε ἔτη τρία καὶ ἐκϑρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροϕοϕορήσασαν. 28 ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα γνῶναι ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ ϑεός, καὶ τὸ τῶν ἀνϑρώπων γένος οὕτω γίνεται. 29 μὴ ϕοβηϑῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελϕῶν ἄξιος γενόμενος ἐπίδεξαι τὸν ϑάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελϕοῖς σου κομίσωμαί σε. 30 Ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἶπεν Τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως, τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοϑέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως. 31 σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαϕύγῃς τὰς χεῖρας τοῦ ϑεοῦ. 32 ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν. 33 εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις. 34 σὺ δέ, ὦ ἀνόσιε καὶ πάντων ἀνϑρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου ϕρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παῖδας ἐπαιρόμενος χεῖρα· 35 οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου ϑεοῦ κρίσιν ἐκπέϕευγας. 36 οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελϕοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαϑήκην ϑεοῦ πεπτώκασιν· σὺ δὲ τῇ τοῦ ϑεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηϕανίας ἀποίσῃ. 37 ἐγὼ δέ, καϑάπερ οἱ ἀδελϕοί, καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων ἐπικαλούμενος τὸν ϑεὸν ἵλεως ταχὺ τῷ ἔϑνει γενέσϑαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασϑαι διότι μόνος αὐτὸς ϑεός ἐστιν, 38 ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελϕοῖς μου στῆσαι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην. 39 Ἔκϑυμος δὲ γενόμενος ὁ βασιλεὺς τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησεν πικρῶς ϕέρων ἐπὶ τῷ μυκτηρισμῷ. 40 καὶ οὗτος οὖν καϑαρὸς μετήλλαξεν παντελῶς ἐπὶ τῷ κυρίῳ πεποιϑώς. 41 Ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησεν. 42 Τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσϑω.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 8

1 Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληϑότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ Ιουδαισμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους. 2 καὶ ἐπεκαλοῦντο τὸν κύριον ἐπιδεῖν τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνϑρώπων βεβηλωϑέντα, 3 ἐλεῆσαι δὲ καὶ τὴν καταϕϑειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσϑαι καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι, 4 μνησϑῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασϕημιῶν καὶ μισοπονηρῆσαι. 5 γενόμενος δὲ ὁ Μακκαβαῖος ἐν συστέματι ἀνυπόστατος ἤδη τοῖς ἔϑνεσιν ἐγίνετο τῆς ὀργῆς τοῦ κυρίου εἰς ἔλεον τραπείσης. 6 πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος 7 μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν. καὶ λαλιὰ τῆς εὐανδρίας αὐτοῦ διηχεῖτο πανταχῆ. 8 Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηϑεῖν τοῖς τοῦ βασιλέως πράγμασιν. 9 ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων ϕίλων ἀπέστειλεν ὑποτάξας παμϕύλων ἔϑνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῆς Ιουδαίας ἐξᾶραι γένος· συνέστησεν δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα. 10 διεστήσατο δὲ ὁ Νικάνωρ τὸν ϕόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. 11 εὐϑέως δὲ εἰς τὰς παραϑαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ᾽ ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουϑήσειν ἐπ᾽ αὐτῷ δίκην. 12 τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐϕόδου, καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου 13 οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ ϑεοῦ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον. 14 οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασϑαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους· 15 καὶ εἰ μὴ δι᾽ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαϑήκας καὶ ἕνεκα τῆς ἐπ᾽ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ. 16 συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριϑμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσϑαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ᾽ αὐτοὺς ἐϑνῶν πολυπλήϑειαν, ἀγωνίσασϑαι δὲ γενναίως 17 πρὸ ὀϕϑαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ᾽ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν. 18 οἱ μὲν γὰρ ὅπλοις πεποίϑασιν ἅμα καὶ τόλμαις, ἔϕησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι ϑεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐϕ᾽ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλεῖν, πεποίϑαμεν. 19 προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις καὶ τὴν ἐπὶ Σενναχηριμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο, 20 καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλϑον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοῖς ἀπ᾽ οὐρανοῦ βοήϑειαν καὶ ὠϕέλειαν πολλὴν ἔλαβον. 21 ἐϕ᾽ οἷς εὐϑαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποϑνῄσκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν. 22 τάξας καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σιμωνα καὶ Ιωσηπον καὶ Ιωναϑην, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις, 23 ἔτι δὲ καὶ Ελεαζαρον, παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνϑημα ϑεοῦ βοηϑείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι. 24 γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσϕαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπείρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ ϕυγεῖν ἠνάγκασαν. 25 τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐϕ᾽ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι· 26 ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, δι᾽ ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς. 27 ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς. 28 μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρϕανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο. 29 ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις. 30 Καὶ τοῖς περὶ Τιμόϑεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάϕυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοῖς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρϕανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες. 31 ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελῶς πάντα συνέϑηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα. 32 τὸν δὲ ϕυλάρχην τῶν περὶ Τιμόϑεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα. 33 ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισϑένην ὑϕῆψαν εἰς ἓν οἰκίδιον πεϕευγότα, καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισϑόν. 34 ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν 35 ταπεινωϑεὶς ὑπὸ τῶν κατ᾽ αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηϑείᾳ τὴν δοξικὴν ἀποϑέμενος ἐσϑῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς Ἀντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαϕϑορᾷ. 36 καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος ϕόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορϑώσασϑαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουϑεῖν τοῖς ὑπ᾽ αὐτοῦ προτεταγμένοις νόμοις.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 9

1 Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων. 2 εἰσεληλύϑει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληϑῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήϑειαν ἐτράπησαν, καὶ συνέβη τροπωϑέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασϑαι. 3 ὄντι δὲ αὐτῷ κατ᾽ Ἐκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόϑεον γεγονότα. 4 ἐπαρϑεὶς δὲ τῷ ϑυμῷ ᾤετο καὶ τὴν τῶν πεϕυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασϑαι, διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηϕάνως εἶπεν Πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ. 5 ὁ δὲ παντεπόπτης κύριος ὁ ϑεὸς τοῦ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι 6 πάνυ δικαίως τὸν πολλαῖς καὶ ξενιζούσαις συμϕοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα. 7 ὁ δ᾽ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηϕανίας ἐπεπλήρωτο πῦρ πνέων τοῖς ϑυμοῖς ἐπὶ τοὺς Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν. συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος ϕερομένου ῥοίζῳ καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσϑαι. 8 ὁ δ᾽ ἄρτι δοκῶν τοῖς τῆς ϑαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνϑρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γῆν γενόμενος ἐν ϕορείῳ παρεκομίζετο ϕανερὰν τοῦ ϑεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος, 9 ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσϑαι τὴν σαπρίαν. 10 καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσϑαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀϕόρητον βάρος. 11 ἐνταῦϑα οὖν ἤρξατο τὸ πολὺ τῆς ὑπερηϕανίας λήγειν τεϑραυσμένος καὶ εἰς ἐπίγνωσιν ἔρχεσϑαι ϑείᾳ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσιν. 12 καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσϑαι ταῦτ ἔϕη Δίκαιον ὑποτάσσεσϑαι τῷ ϑεῷ καὶ μὴ ϑνητὸν ὄντα ἰσόϑεα ϕρονεῖν. 13 ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην οὕτως λέγων 14 τὴν μὲν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευϑέραν ἀναδεῖξαι, 15 τοὺς δὲ Ιουδαίους, οὓς διεγνώκει μηδὲ ταϕῆς ἀξιῶσαι, οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν ϑηρίοις, πάντας αὐτοὺς ἴσους Ἀϑηναίοις ποιήσειν· 16 ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναϑήμασιν κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς ϑυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν· 17 πρὸς δὲ τούτοις καὶ Ιουδαῖον ἔσεσϑαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσϑαι καταγγέλλοντα τὸ τοῦ ϑεοῦ κράτος. 18 οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύϑει γὰρ ἐπ᾽ αὐτὸν δικαία ἡ τοῦ ϑεοῦ κρίσις, τὰ κατ᾽ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολὴν ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως 19 Τοῖς χρηστοῖς Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς Ἀντίοχος. 20 εἰ ἔρρωσϑε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμῖν· εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων 21 ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον ϕιλοστόργως. ἐπανάγων ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσϑενείᾳ δυσχέρειαν ἐχούσῃ ἀναγκαῖον ἡγησάμην ϕροντίσαι τῆς κοινῆς πάντων ἀσϕαλείας. 22 οὐκ ἀπογινώσκων τὰ κατ᾽ ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκϕεύξεσϑαι τὴν ἀσϑένειαν, 23 ϑεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καϑ᾽ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον, 24 ὅπως, ἐάν τι παράδοξον ἀποβαίνῃ ἢ καὶ προσαγγελϑῇ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾧ καταλέλειπται τὰ πράγματα μὴ ἐπιταράσσωνται· 25 πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιϑέμην καὶ συνίστων· γέγραϕα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα. 26 παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατ᾽ ἰδίαν ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν· 27 πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ ϕιλανϑρώπως παρακολουϑοῦντα τῇ ἐμῇ προαιρέσει συμπεριενεχϑήσεσϑαι ὑμῖν. 28 Ὁ μὲν οὖν ἀνδροϕόνος καὶ βλάσϕημος τὰ χείριστα παϑών, ὡς ἑτέρους διέϑηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν τὸν βίον. 29 παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροϕος αὐτοῦ, ὃς καὶ διευλαβηϑεὶς τὸν υἱὸν Ἀντιόχου πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσϑη.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 10

1 Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν, 2 τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοϕύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καϑεῖλαν 3 καὶ τὸν νεὼ καϑαρίσαντες ἕτερον ϑυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίϑους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν ϑυσίας μετὰ διετῆ χρόνον καὶ ϑυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόϑεσιν ἐποιήσαντο. 4 ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ᾽ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ᾽ αὐτοῦ μετὰ ἐπιεικείας παιδεύεσϑαι καὶ μὴ βλασϕήμοις καὶ βαρβάροις ἔϑνεσιν παραδίδοσϑαι. 5 ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοϕύλων ἐβεβηλώϑη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καϑαρισμὸν γενέσϑαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστιν Χασελευ. 6 καὶ μετ᾽ εὐϕροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις ϑηρίων τρόπον ἦσαν νεμόμενοι. 7 διὸ ϑύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ καὶ ϕοίνικας ἔχοντες ὕμνους ἀνέϕερον τῷ εὐοδώσαντι καϑαρισϑῆναι τὸν ἑαυτοῦ τόπον. 8 ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηϕίσματος παντὶ τῷ τῶν Ιουδαίων ἔϑνει κατ᾽ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας. 9 καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευϑέντος Ἐπιϕανοῦς τελευτῆς οὕτως εἶχεν. 10 Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν πολέμων κακά. 11 οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον. 12 Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν· 13 ὅϑεν κατηγορούμενος ὑπὸ τῶν ϕίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ᾽ ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευϑέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιϕανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας ϕαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον. 14 Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόϕει καὶ παρ᾽ ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόϕει. 15 ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς ϕυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροϕεῖν ἐπεχείρουν. 16 οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν ϑεὸν σύμμαχον αὐτοῖς γενέσϑαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν, 17 οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσϕαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων. 18 συμϕυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας 19 ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσϑη. 20 οἱ δὲ περὶ τὸν Σιμωνα ϕιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσϑησαν ἀργυρίῳ, ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι. 21 προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελϕοὺς τοὺς πολεμίους κατ᾽ αὐτῶν ἀπολύσαντες. 22 τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινεν, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο. 23 τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων. 24 Τιμόϑεος δὲ ὁ πρότερον ἡττηϑεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληϑεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναϑροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν. 25 οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ ϑεοῦ γῇ τὰς κεϕαλὰς καταπάσαντες καὶ τὰς ὀσϕύας σάκκοις ζώσαντες 26 ἐπὶ τὴν ἀπέναντι τοῦ ϑυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχϑρεῦσαι τοῖς ἐχϑροῖς αὐτῶν καὶ ἀντικεῖσϑαι τοῖς ἀντικειμένοις, καϑὼς ὁ νόμος διασαϕεῖ. 27 γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐϕ᾽ ἑαυτῶν ἦσαν. 28 ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταϕυγήν, οἱ δὲ καϑηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν ϑυμόν. 29 γενομένης δὲ καρτερᾶς μάχης ἐϕάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐϕ᾽ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀϕηγούμενοι τῶν Ιουδαίων, 30 οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεϕύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυϑέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι. 31 κατεσϕάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι. 32 αὐτὸς δὲ ὁ Τιμόϑεος συνέϕυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα ϕρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρεου. 33 οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάϑισαν τὸ ϕρούριον ἡμέρας τέσσαρας. 34 οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιϑότες ὑπεράγαν ἐβλασϕήμουν καὶ λόγους ἀϑεμίτους προίεντο. 35 ὑποϕαινούσης δὲ τῆς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωϑέντες τοῖς ϑυμοῖς διὰ τὰς βλασϕημίας προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ ϑηριώδει ϑυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον· 36 ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασϕήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν. 37 καὶ τὸν Τιμόϑεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσϕαξαν καὶ τὸν τούτου ἀδελϕὸν Χαιρέαν καὶ τὸν Ἀπολλοϕάνην. 38 ταῦτα δὲ διαπραξάμενοι μεϑ᾽ ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ισραηλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 11

1 Μετ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως ϕέρων ἐπὶ τοῖς γεγονόσι 2 συναϑροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν, 3 τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καϑὼς τὰ λοιπὰ τῶν ἐϑνῶν τεμένη, πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν, 4 οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ ϑεοῦ κράτος, πεϕρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέϕασιν τοῖς ὀγδοήκοντα. 5 εἰσελϑὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιϑσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ, Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔϑλιβεν. 6 ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαϑὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ. 7 αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηϑεῖν τοῖς ἀδελϕοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προϑύμως ἐξώρμησαν. 8 αὐτόϑι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐϕάνη προηγούμενος αὐτῶν ἔϕιππος ἐν λευκῇ ἐσϑῆτι πανοπλίαν χρυσῆν κραδαίνων. 9 ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα ϑεὸν καὶ ἐπερρώσϑησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνϑρώπους, ϑῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι. 10 προῆγον ἐν διασκευῇ τὸν ἀπ᾽ οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου. 11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν ϕεύγειν. 12 οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώϑησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς ϕεύγων διεσώϑη. 13 οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου ϑεοῦ συμμαχοῦντος αὐτοῖς 14 προσαποστείλας ἔπεισεν συλλύεσϑαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσει ϕίλον αὐτοῖς ἀναγκάζων γενέσϑαι. 15 ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν, οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμϕέροντος ϕροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων, συνεχώρησεν ὁ βασιλεύς. 16 Ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήϑει τῶν Ιουδαίων χαίρειν. 17 Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμϕϑέντες παρ᾽ ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δι᾽ αὐτοῦ σημαινομένων. 18 ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχϑῆναι, διεσάϕησα· ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν. 19 ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαϑῶν γενέσϑαι. 20 ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ᾽ ἐμοῦ διαλεχϑῆναι ὑμῖν. 21 ἔρρωσϑε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διὸς Κορινϑίου τετράδι καὶ εἰκάδι. 22 Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως Βασιλεὺς Ἀντίοχος τῷ ἀδελϕῷ Λυσίᾳ χαίρειν. 23 τοῦ πατρὸς ἡμῶν εἰς ϑεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσϑαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν 24 ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταϑέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηϑῆναι αὐτοῖς τὰ νόμιμα, 25 αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔϑνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταϑῆναι αὐτοῖς καὶ πολιτεύεσϑαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔϑη. 26 εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔϑυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει. 27 Πρὸς δὲ τὸ ἔϑνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν Βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ιουδαίων καὶ τοῖς ἄλλοις Ιουδαίοις χαίρειν. 28 εἰ ἔρρωσϑε, εἴη ἂν ὡς βουλόμεϑα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. 29 ἐνεϕάνισεν ἡμῖν Μενέλαος βούλεσϑαι κατελϑόντας ὑμᾶς γίνεσϑαι πρὸς τοῖς ἰδίοις. 30 τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανϑικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας 31 χρῆσϑαι τοὺς Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις, καϑὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατ᾽ οὐδένα τρόπον παρενοχληϑήσεται περὶ τῶν ἠγνοημένων. 32 πέπομϕα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς. 33 ἔρρωσϑε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανϑικοῦ πεντεκαιδεκάτῃ. 34 Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος, Τίτος Μάνιος, πρεσβῦται Ῥωμαίων, τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν. 35 ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν. 36 ἃ δὲ ἔκρινεν προσανενεχϑῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκϑῶμεν ὡς καϑήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν. 37 διὸ σπεύσατε καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης. 38 ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανϑικοῦ πεντεκαιδεκάτῃ.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 12

1 Γενομένων δὲ τῶν συνϑηκῶν τούτων ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο. 2 τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόϑεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοϕών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταϑεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν. 3 Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταϑέντα ὑπ᾽ αὐτῶν σκάϕη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας, 4 κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήϕισμα· καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν ϑελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχϑέντας αὐτοὺς ἐβύϑισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων. 5 μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεϑνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν 6 καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν ϑεὸν παρεγένετο ἐπὶ τοὺς μιαιϕόνους τῶν ἀδελϕῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάϕη κατέϕλεξεν, τοὺς δὲ ἐκεῖ συμϕυγόντας ἐξεκέντησεν. 7 τοῦ δὲ χωρίου συγκλεισϑέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα. 8 μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις, 9 καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑϕῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε ϕαίνεσϑαι τὰς αὐγὰς τοῦ ϕέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα. 10 Ἐκεῖϑεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόϑεον, προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. 11 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ ϑεοῦ βοήϑειαν εὐημερησάντων ἐλαττονωϑέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠϕελήσειν αὐτούς. 12 Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληϑῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσϑησαν. 13 Ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεϕύραις ὀχυρὰν καὶ τείχεσιν περιπεϕραγμένην καὶ παμμειγέσιν ἔϑνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπιν. 14 οἱ δὲ ἔνδον πεποιϑότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραϑέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασϕημοῦντες καὶ λαλοῦντες ἃ μὴ ϑέμις. 15 οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν ϑηριωδῶς τῷ τείχει. 16 καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ ϑεοῦ ϑελήσει ἀμυϑήτους ἐποιήσαντο σϕαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην ϕαίνεσϑαι. 17 Ἐκεῖϑεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους. 18 καὶ Τιμόϑεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ ϕρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. 19 Δοσίϑεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοϑέου καταλειϕϑέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. 20 ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόϑεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις. 21 τὴν δὲ ἔϕοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόϑεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα. 22 ἐπιϕανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους ϕόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐϕορῶντος ἐπιϕανείας γενομένης ἐπ᾽ αὐτοὺς εἰς ϕυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ ϕερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσϑαι καὶ ταῖς τῶν ξιϕῶν ἀκμαῖς ἀναπείρεσϑαι. 23 ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέϕϑειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. 24 αὐτὸς δὲ ὁ Τιμόϑεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίϑεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαϕεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελϕοὺς ἔχειν καὶ τούτους ἀλογηϑῆναι συμβήσεται. 25 πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελϕῶν σωτηρίας. 26 Ἐξελϑὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσϕαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους. 27 μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εϕρων πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμϕυλα πλήϑη, νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καϑεστῶτες εὐρώστως ἀπεμάχοντο, ἔνϑα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραϑέσεις ὑπῆρχον. 28 ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους. 29 ἀναζεύξαντες δὲ ἐκεῖϑεν ὥρμησαν ἐπὶ Σκυϑῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους. 30 ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καϑεστώτων Ιουδαίων, ἣν οἱ Σκυϑοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν, 31 εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήϑησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου. 32 Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν. 33 ἐξῆλϑεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων. 34 παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων. 35 Δοσίϑεος δέ τις τῶν τοῦ Βακήνορος, ἔϕιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχϑέντος αὐτῷ καὶ τὸν ὦμον καϑελόντος διέϕυγεν ὁ Γοργίας εἰς Μαρισα. 36 τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον ϕανῆναι καὶ προοδηγὸν τοῦ πολέμου· 37 καταρξάμενος τῇ πατρίῳ ϕωνῇ τὴν μεϑ᾽ ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο. 38 Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐϑισμὸν ἁγνισϑέντες αὐτόϑι τὸ σάββατον διήγαγον. 39 τῇ δὲ ἐχομένῃ ἦλϑον οἱ περὶ τὸν Ιουδαν καϑ᾽ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασϑαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάϕους. 40 εὗρον δὲ ἑκάστου τῶν τεϑνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων, ἀϕ᾽ ὧν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους· τοῖς δὲ πᾶσι σαϕὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι. 41 πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα ϕανερὰ ποιοῦντος 42 εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειϕϑῆναι. ὁ δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆϑος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ᾽ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν. 43 ποιησάμενός τε κατ᾽ ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας ϑυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος· 44 εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσϑαι· 45 εἶτε ἐμβλέπων τοῖς μετ᾽ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅϑεν περὶ τῶν τεϑνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυϑῆναι.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 13

1 Τῷ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσϑαι σὺν πλήϑεσιν ἐπὶ τὴν Ιουδαίαν 2 καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέϕαντας εἴκοσι δύο, ἅρματα δὲ δρεπανηϕόρα τριακόσια. 3 συνέμειξεν δὲ αὐτοῖς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταϑήσεσϑαι. 4 ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν ϑυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔϑος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν. 5 ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχεν περιϕερὲς πάντοϑεν ἀπόκρημνον εἰς τὴν σποδόν. 6 ἐνταῦϑα τὸν ἱεροσυλίας ἔνοχον ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωϑοῦσιν εἰς ὄλεϑρον. 7 τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη ϑανεῖν μηδὲ τῆς γῆς τυχόντα Μενέλαον· 8 πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν ϑάνατον ἐκομίσατο. 9 Τοῖς δὲ ϕρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ιουδαίοις. 10 μεταλαβὼν δὲ Ιουδας ταῦτα παρήγγειλεν τῷ πλήϑει δι᾽ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσϑαι τὸν κύριον, εἴ ποτε καὶ ἄλλοτε, καὶ νῦν ἐπιβοηϑεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσϑαι μέλλουσιν 11 καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσϕήμοις ἔϑνεσιν ὑποχειρίους γενέσϑαι. 12 πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυϑμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως παρακαλέσας αὐτοὺς ὁ Ιουδας ἐκέλευσεν παραγίνεσϑαι. 13 καϑ᾽ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσϑαι τῆς πόλεως ἐγκρατεῖς ἐξελϑόντας κρῖναι τὰ πράγματα τῇ τοῦ ϑεοῦ βοηϑείᾳ. 14 δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασϑαι μέχρι ϑανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας· περὶ δὲ Μωδειν ἐποιήσατο τὴν στρατοπεδείαν. 15 ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνϑημα ϡϑεοῦ νίκηνϡ μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεϕάντων σὺν τῷ κατ᾽ οἰκίαν ὄντι συνεκέντησεν 16 καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες· 17 ὑποϕαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην. 18 Ὁ δὲ βασιλεὺς εἰληϕὼς γεῦμα τῆς τῶν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεϑόδων τοὺς τόπους. 19 καὶ ἐπὶ Βαιϑσουρα ϕρούριον ὀχυρὸν τῶν Ιουδαίων προσῆγεν, ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο· 20 τοῖς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν. 21 προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ροδοκος ἐκ τῆς Ιουδαικῆς τάξεως· ἀνεζητήϑη καὶ κατελήμϕϑη καὶ κατεκλείσϑη. 22 ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιϑσουροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει, προσέβαλεν τοῖς περὶ τὸν Ιουδαν, ἥττων ἐγένετο, 23 μετέλαβεν ἀπονενοῆσϑαι τὸν Φίλιππον ἐν Ἀντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύϑη, τοὺς Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύϑη καὶ ϑυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον ἐϕιλανϑρώπησεν· 24 καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο, κατέλιπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γερρηνῶν Ἡγεμονίδην. 25 ἦλϑεν εἰς Πτολεμαίδα· ἐδυσϕόρουν περὶ τῶν συνϑηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠϑέλησαν ἀϑετεῖν τὰς διαστάλσεις. 26 προσῆλϑεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισεν, κατεπράυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς Ἀντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐϕόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησεν.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 14

1 Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήϑους ἰσχυροῦ καὶ στόλου 2 κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. 3 Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καϑ᾽ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον ϑυσιαστήριον ἔτι πρόσοδος, 4 ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέϕανον χρυσοῦν καὶ ϕοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων ϑαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν. 5 καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληϑεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηϑείς, ἐν τίνι διαϑέσει καὶ βουλῇ καϑέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔϕη 6 Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀϕηγεῖται Ιουδας ὁ Μακκαβαῖος, πολεμοτροϕοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταϑείας τυχεῖν. 7 ὅϑεν ἀϕελόμενος τὴν προγονικὴν δόξαν [λέγω δὴ τὴν ἀρχιερωσύνην] δεῦρο νῦν ἐλήλυϑα 8 πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως ϕρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. 9 ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήϑητι καϑ᾽ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον ϕιλανϑρωπίαν. 10 ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. 11 τοιούτων δὲ ῥηϑέντων ὑπὸ τούτου ϑᾶττον οἱ λοιποὶ ϕίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον. 12 προχειρισάμενος δὲ εὐϑέως Νικάνορα τὸν γενόμενον ἐλεϕαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν 13 δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσϑαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. 14 οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεϕυγαδευκότες τὸν Ιουδαν ἔϑνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμϕορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσϑαι. 15 Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔϕοδον καὶ τὴν ἐπίϑεσιν τῶν ἐϑνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ᾽ ἐπιϕανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. 16 προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖϑεν εὐϑέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου. 17 Σιμων δὲ ὁ ἀδελϕὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰϕνίδιον τῶν ἀντιπάλων ἀϕασίαν ἐπταικώς· 18 ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαϑίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾽ αἱμάτων ποιήσασϑαι. 19 διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταϑιαν δοῦναι καὶ λαβεῖν δεξιάς. 20 πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήϑεσιν ἀνακοινωσαμένου καὶ ϕανείσης ὁμοψήϕου γνώμης ἐπένευσαν ταῖς συνϑήκαις. 21 ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ᾽ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλϑεν παρ᾽ ἑκάστου δίϕραξ, ἔϑεσαν δίϕρους. 22 διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰϕνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. 23 διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐϑὲν ἄτοπον, τοὺς δὲ συναχϑέντας ἀγελαίους ὄχλους ἀπέλυσεν. 24 καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο. 25 παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασϑαι· ἐγάμησεν, εὐστάϑησεν, ἐκοινώνησεν βίου. 26 Ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνϑήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια ϕρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι. 27 ὁ δὲ βασιλεὺς ἔκϑυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεϑισϑεὶς ἔγραψεν Νικάνορι ϕάσκων ὑπὲρ μὲν τῶν συνϑηκῶν βαρέως ϕέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως. 28 προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσϕόρως ἔϕερεν, εἰ τὰ διεσταλμένα ἀϑετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος. 29 ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ᾽ ἐπιτελέσαι. 30 ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰϑισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα. 31 συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καϑηκούσας ϑυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα. 32 τῶν δὲ μεϑ᾽ ὅρκων ϕασκόντων μὴ γινώσκειν ποῦ ποτ ἔστιν ὁ ζητούμενος, 33 προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ ὤμοσεν Ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε, τόνδε τὸν τοῦ ϑεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ ϑυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦϑα τῷ Διονύσῳ ἐπιϕανὲς ἀναστήσω. 34 τοσαῦτα δὲ εἰπὼν ἀπῆλϑεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔϑνους ἡμῶν ταῦτα λέγοντες 35 Σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσϑαι· 36 καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσϕάτως κεκαϑαρισμένον οἶκον. 37 Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύϑη τῷ Νικάνορι ἀνὴρ ϕιλοπολίτης καὶ σϕόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος. 38 ἦν γὰρ ἐν τοῖς ἔμπροσϑεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. 39 βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· 40 ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασϑαι συμϕοράν. 41 τῶν δὲ πληϑῶν μελλόντων τὸν πύργον καταλαβέσϑαι καὶ τὴν αὐλαίαν ϑύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς ϑύρας ὑϕάπτειν, περικατάλημπτος γενόμενος ὑπέϑηκεν ἑαυτῷ τὸ ξίϕος 42 εὐγενῶς ϑέλων ἀποϑανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσϑαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισϑῆναι. 43 τῇ δὲ πληγῇ μὴ κατευϑικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν ϑυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους. 44 τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλϑεν κατὰ μέσον τὸν κενεῶνα. 45 ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς ϑυμοῖς ἐξαναστὰς ϕερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελϑὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος 46 παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν.

Liber Macchabæorum alter Μακκαβαίων βʹ caput 15

1 Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσϕαλείας αὐτοῖς ἐπιβαλεῖν. 2 τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ιουδαίων λεγόντων Μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐϕορῶντος μεϑ᾽ ἁγιότητος ἡμέρᾳ· 3 ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν· 4 τῶν δ᾽ ἀποϕηναμένων Ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα· 5 ὁ δὲ ἕτερος Κἀγώ ϕησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα. 6 Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασϑαι τρόπαιον. 7 ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιϑὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασϑαι παρὰ τοῦ κυρίου 8 καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐϑνῶν ἔϕοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ᾽ οὐρανοῦ βοηϑήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην. 9 καὶ παραμυϑούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προϕητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προϑυμοτέρους αὐτοὺς κατέστησεν. 10 καὶ τοῖς ϑυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐϑνῶν ἀϑεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν. 11 ἕκαστον δὲ αὐτῶν καϑοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσϕάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαϑοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔϕρανεν. 12 ἦν δὲ ἡ τούτου ϑεωρία τοιάδε· Ονιαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαϑόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προιέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσϑαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι. 13 εἶϑ οὕτως ἐπιϕανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαϕέροντα, ϑαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν. 14 ἀποκριϑέντα δὲ τὸν Ονιαν εἰπεῖν Ὁ ϕιλάδελϕος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας ὁ τοῦ ϑεοῦ προϕήτης. 15 προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομϕαίαν χρυσῆν, διδόντα δὲ προσϕωνῆσαι τάδε 16 Λαβὲ τὴν ἁγίαν ῥομϕαίαν δῶρον παρὰ τοῦ ϑεοῦ, δι᾽ ἧς ϑραύσεις τοὺς ὑπεναντίους. 17 Παρακληϑέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾽ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσϑαι, γενναίως δὲ ἐμϕέρεσϑαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν· 18 ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελϕῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καϑηγιασμένου ναοῦ ϕόβος. 19 ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίϑρῳ προσβολῆς. 20 καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν ϑηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταϑέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης 21 συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληϑῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν ϑηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι᾽ ὅπλων, καϑὼς δὲ ἐὰν αὐτῷ κριϑῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην. 22 ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον Σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· 23 καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαϑὸν ἔμπροσϑεν ἡμῶν εἰς δέος καὶ τρόμον· 24 μεγέϑει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασϕημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν. 25 Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον. 26 οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις. 27 καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν ϑεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ ϑεοῦ μεγάλως εὐϕρανϑέντες ἐπιϕανείᾳ. 28 γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ. 29 γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ ϕωνῇ. 30 καὶ προσέταξεν ὁ καϑ᾽ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεϑνεῖς διαϕυλάξας τὴν τοῦ Νικάνορος κεϕαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ ϕέρειν εἰς Ιεροσόλυμα. 31 παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεϑνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ ϑυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας. 32 καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεϕαλὴν καὶ τὴν χεῖρα τοῦ δυσϕήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν, 33 καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔϕη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δ᾽ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι. 34 οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιϕανῆ κύριον λέγοντες Εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον. 35 ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ ϕανερὸν τῆς τοῦ κυρίου βοηϑείας σημεῖον. 36 ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηϕίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς – Αδαρ λέγεται τῇ Συριακῇ ϕωνῇ – πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαικῆς ἡμέρας. 37 Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ᾽ ἐκείνων τῶν καιρῶν κρατηϑείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόϑι τὸν λόγον καταπαύσω. 38 καὶ εἰ μὲν καλῶς εὐϑίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤϑελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐϕικτὸν ἦν μοι. 39 καϑάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασϑεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦϑα δὲ ἔσται ἡ τελευτή.

Alteri volumini insunt libri poetici et prophetici

Liber Psalmorum - Ψαλμοί

Liber Psalmorum - Ψαλμοί 1

1 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύϑη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καϑέδραν λοιμῶν οὐκ ἐκάϑισεν, 2 ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ ϑέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεϕυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ ϕύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωϑήσεται. 4 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾽ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· 6 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Liber Psalmorum - Ψαλμοί 2

1 Ἵνα τί ἐϕρύαξαν ἔϑνη καὶ λαοὶ ἐμελέτησαν κενά; 2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχϑησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ διάψαλμα 3 Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀϕ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν. 4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς. 5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ ϑυμῷ αὐτοῦ ταράξει αὐτούς 6 Ἐγὼ δὲ κατεστάϑην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ 7 διαγγέλλων τὸ πρόσταγμα κυρίου Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· 8 αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔϑνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· 9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. 10 καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύϑητε, πάντες οἱ κρίνοντες τὴν γῆν. 11 δουλεύσατε τῷ κυρίῳ ἐν ϕόβῳ καὶ ἀγαλλιᾶσϑε αὐτῷ ἐν τρόμῳ. 12 δράξασϑε παιδείας, μήποτε ὀργισϑῇ κύριος καὶ ἀπολεῖσϑε ἐξ ὁδοῦ δικαίας. ὅταν ἐκκαυϑῇ ἐν τάχει ὁ ϑυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιϑότες ἐπ᾽ αὐτῷ.

Liber Psalmorum - Ψαλμοί 3

1 Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ. 2 Κύριε, τί ἐπληϑύνϑησαν οἱ ϑλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ· 3 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ ϑεῷ αὐτοῦ. διάψαλμα. 4 σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεϕαλήν μου. 5 ϕωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα. 6 ἐγὼ ἐκοιμήϑην καὶ ὕπνωσα· ἐξηγέρϑην, ὅτι κύριος ἀντιλήμψεταί μου. 7 οὐ ϕοβηϑήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιϑεμένων μοι. 8 ἀνάστα, κύριε, σῶσόν με, ὁ ϑεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχϑραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Liber Psalmorum - Ψαλμοί 4

1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ. 2 Ἐν τῷ ἐπικαλεῖσϑαί με εἰσήκουσέν μου ὁ ϑεὸς τῆς δικαιο σύνης μου· ἐν ϑλίψει ἐπλάτυνάς μοι· οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 3 υἱοὶ ἀνϑρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; διάψαλμα. 4 καὶ γνῶτε ὅτι ἐϑαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ· κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 5 ὀργίζεσϑε καὶ μὴ ἁμαρτάνετε· λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα. 6 ϑύσατε ϑυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον. 7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαϑά; ἐσημειώϑη ἐϕ᾽ ἡμᾶς τὸ ϕῶς τοῦ προσώπου σου, κύριε. 8 ἔδωκας εὐϕροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληϑύνϑησαν. 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηϑήσομαι καὶ ὑπνώσω, ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με.

Liber Psalmorum - Ψαλμοί 5

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυιδ. 2 Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· 3 πρόσχες τῇ ϕωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ ϑεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, κύριε· 4 τὸ πρωῒ εἰσακούσῃ τῆς ϕωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι. 5 ὅτι οὐχὶ ϑεὸς ϑέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος· 6 οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀϕϑαλμῶν σου, ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. 7 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. 8 ἐγὼ δὲ ἐν τῷ πλήϑει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν ϕόβῳ σου. 9 κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχϑρῶν μου, κατεύϑυνον ἐνώπιόν μου τὴν ὁδόν σου. 10 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήϑεια, ἡ καρδία αὐτῶν ματαία· τάϕος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. 11 κρῖνον αὐτούς, ὁ ϑεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν· κατὰ τὸ πλῆϑος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε. 12 καὶ εὐϕρανϑήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. 13 ὅτι σὺ εὐλογήσεις δίκαιον· κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεϕάνωσας ἡμᾶς.

Liber Psalmorum - Ψαλμοί 6

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ. 2 Κύριε, μὴ τῷ ϑυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3 ἐλέησόν με, κύριε, ὅτι ἀσϑενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχϑη τὰ ὀστᾶ μου, 4 καὶ ἡ ψυχή μου ἐταράχϑη σϕόδρα· καὶ σύ, κύριε, ἕως πότε; 5 ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. 6 ὅτι οὐκ ἔστιν ἐν τῷ ϑανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; 7 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καϑ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω. 8 ἐταράχϑη ἀπὸ ϑυμοῦ ὁ ὀϕϑαλμός μου, ἐπαλαιώϑην ἐν πᾶσιν τοῖς ἐχϑροῖς μου. 9 ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσεν κύριος τῆς ϕωνῆς τοῦ κλαυϑμοῦ μου· 10 εἰσήκουσεν κύριος τῆς δεήσεώς μου, κύριος τὴν προσευχήν μου προσεδέξατο. 11 αἰσχυνϑείησαν καὶ ταραχϑείησαν σϕόδρα πάντες οἱ ἐχϑροί μου, ἀποστραϕείησαν καὶ καταισχυνϑείησαν σϕόδρα διὰ τάχους.

Liber Psalmorum - Ψαλμοί 7

1 Ψαλμὸς τῷ Δαυιδ, ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι. 2 Κύριε ὁ ϑεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, 3 μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. 4 κύριε ὁ ϑεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσίν μου, 5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά, ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχϑρῶν μου κενός, 6 καταδιώξαι ἄρα ὁ ἐχϑρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα. 7 ἀνάστηϑι, κύριε, ἐν ὀργῇ σου, ὑψώϑητι ἐν τοῖς πέρασι τῶν ἐχϑρῶν μου· ἐξεγέρϑητι, κύριε ὁ ϑεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, 8 καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. 9 κύριος κρινεῖ λαούς· κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί. 10 συντελεσϑήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευϑυνεῖς δίκαιον· ἐτάζων καρδίας καὶ νεϕροὺς ὁ ϑεός. 11 δικαία ἡ βοήϑειά μου παρὰ τοῦ ϑεοῦ τοῦ σῴζοντος τοὺς εὐϑεῖς τῇ καρδίᾳ. 12 ὁ ϑεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόϑυμος μὴ ὀργὴν ἐπάγων καϑ᾽ ἑκάστην ἡμέραν. 13 ἐὰν μὴ ἐπιστραϕῆτε, τὴν ῥομϕαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ 14 καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη ϑανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. 15 ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν· 16 λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόϑρον, ὃν εἰργάσατο· 17 ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεϕαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυϕὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. 18 ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.

Liber Psalmorum - Ψαλμοί 8

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ. 2 Κύριε ὁ κύριος ἡμῶν, ὡς ϑαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρϑη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 3 ἐκ στόματος νηπίων καὶ ϑηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχϑρῶν σου τοῦ καταλῦσαι ἐχϑρὸν καὶ ἐκδικητήν. 4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐϑεμελίωσας. 5 τί ἐστιν ἄνϑρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνϑρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεϕάνωσας αὐτόν· 7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 8 πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, 9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχϑύας τῆς ϑαλάσσης, τὰ διαπορευόμενα τρίβους ϑαλασσῶν. 10 κύριε ὁ κύριος ἡμῶν, ὡς ϑαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Liber Psalmorum - Ψαλμοί 9

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυϕίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυιδ. 2 Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ ϑαυμάσιά σου· 3 εὐϕρανϑήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε. 4 ἐν τῷ ἀποστραϕῆναι τὸν ἐχϑρόν μου εἰς τὰ ὀπίσω ἀσϑενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, 5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάϑισας ἐπὶ ϑρόνου, ὁ κρίνων δικαιοσύνην. 6 ἐπετίμησας ἔϑνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής, τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· 7 τοῦ ἐχϑροῦ ἐξέλιπον αἱ ῥομϕαῖαι εἰς τέλος, καὶ πόλεις καϑεῖλες, ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾽ ἤχους. 8 καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν ϑρόνον αὐτοῦ, 9 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐϑύτητι. 10 καὶ ἐγένετο κύριος καταϕυγὴ τῷ πένητι, βοηϑὸς ἐν εὐκαιρίαις ἐν ϑλίψει· 11 καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, κύριε. 12 ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων, ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ, 13 ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσϑη, οὐκ ἐπελάϑετο τῆς κραυγῆς τῶν πενήτων. 14 ἐλέησόν με, κύριε, ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχϑρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ ϑανάτου, 15 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς ϑυγατρὸς Σιων· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. 16 ἐνεπάγησαν ἔϑνη ἐν διαϕϑορᾷ, ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήμϕϑη ὁ ποὺς αὐτῶν· 17 γινώσκεται κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμϕϑη ὁ ἁμαρτωλός. ᾠδὴ διαψάλματος. 18 ἀποστραϕήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔϑνη τὰ ἐπιλανϑανόμενα τοῦ ϑεοῦ· 19 ὅτι οὐκ εἰς τέλος ἐπιλησϑήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα. 20 ἀνάστηϑι, κύριε, μὴ κραταιούσϑω ἄνϑρωπος, κριϑήτωσαν ἔϑνη ἐνώπιόν σου· 21 κατάστησον, κύριε, νομοϑέτην ἐπ᾽ αὐτούς, γνώτωσαν ἔϑνη ὅτι ἄνϑρωποί εἰσιν. διάψαλμα. 22 ἵνα τί, κύριε, ἀϕέστηκας μακρόϑεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν ϑλίψει; 23 ἐν τῷ ὑπερηϕανεύεσϑαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. 24 ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιϑυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται· 25 παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός Κατὰ τὸ πλῆϑος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ ϑεὸς ἐνώπιον αὐτοῦ. 26 βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχϑρῶν αὐτοῦ κατακυριεύσει· 27 εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευϑῶ, ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. 28 οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. 29 ἐγκάϑηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύϕοις ἀποκτεῖναι ἀϑῷον, οἱ ὀϕϑαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· 30 ἐνεδρεύει ἐν ἀποκρύϕῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· 31 ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. 32 εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ ϑεός, ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος. 33 ἀνάστηϑι, κύριε ὁ ϑεός, ὑψωϑήτω ἡ χείρ σου, μὴ ἐπιλάϑῃ τῶν πενήτων· 34 ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν ϑεόν; εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐκζητήσει. 35 βλέπεις, ὅτι σὺ πόνον καὶ ϑυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ οὖν ἐγκαταλέλειπται ὁ πτωχός, ὀρϕανῷ σὺ ἦσϑα βοηϑῶν. 36 σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηϑήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεϑῇ δι᾽ αὐτήν· 37 βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσϑε, ἔϑνη, ἐκ τῆς γῆς αὐτοῦ. 38 τὴν ἐπιϑυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου 39 κρῖναι ὀρϕανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσϑῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνϑρωπος ἐπὶ τῆς γῆς.

Liber Psalmorum - Ψαλμοί 10

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Ἐπὶ τῷ κυρίῳ πέποιϑα· πᾶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουϑίον; 2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς ϕαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐϑεῖς τῇ καρδίᾳ. 3 ὅτι ἃ κατηρτίσω, καϑεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν; 4 κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ ὁ ϑρόνος αὐτοῦ. οἱ ὀϕϑαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέϕαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνϑρώπων. 5 κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ ϑεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7 ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐϑύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 11

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ. 2 Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώϑησαν αἱ ἀλήϑειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνϑρώπων. 3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. 4 ἐξολεϑρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα 5 τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; 6 Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος, ϑήσομαι ἐν σωτηρίᾳ, παρρησιάσομαι ἐν αὐτῷ. 7 τὰ λόγια κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαϑαρισμένον ἑπταπλασίως. 8 σύ, κύριε, ϕυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. 9 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνϑρώπων.

Liber Psalmorum - Ψαλμοί 12

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; 3 ἕως τίνος ϑήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωϑήσεται ὁ ἐχϑρός μου ἐπ᾽ ἐμέ; 4 ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ ϑεός μου· ϕώτισον τοὺς ὀϕϑαλμούς μου, μήποτε ὑπνώσω εἰς ϑάνατον, 5 μήποτε εἴπῃ ὁ ἐχϑρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ ϑλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευϑῶ. 6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.

Liber Psalmorum - Ψαλμοί 13

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Εἶπεν ἄϕρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν ϑεός· διέϕϑειραν καὶ ἐβδελύχϑησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 2 κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀν ϑρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν ϑεόν. 3 πάντες ἐξέκλιναν, ἅμα ἠχρεώϑησαν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. [τάϕος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν ϕόβος ϑεοῦ ἀπέναντι τῶν ὀϕϑαλμῶν αὐτῶν.] 4 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ κατεσϑίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο. 5 ἐκεῖ ἐδειλίασαν ϕόβῳ, οὗ οὐκ ἦν ϕόβος, ὅτι ὁ ϑεὸς ἐν γενεᾷ δικαίᾳ. 6 βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι κύριος ἐλπὶς αὐτοῦ ἐστιν. 7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ; ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσϑω Ιακωβ καὶ εὐϕρανϑήτω Ισραηλ.

Liber Psalmorum - Ψαλμοί 14

1 Ψαλμὸς τῷ Δαυιδ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; 2 πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήϑειαν ἐν καρδίᾳ αὐτοῦ, 3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· 4 ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ ϕοβουμένους κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀϑετῶν· 5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾽ ἀϑῴοις οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα οὐ σαλευϑήσεται εἰς τὸν αἰῶνα.

Liber Psalmorum - Ψαλμοί 15

1 Στηλογραϕία τῷ Δαυιδ. Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 2 εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαϑῶν μου οὐ χρείαν ἔχεις. 3 τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐϑαυμάστωσεν πάντα τὰ ϑελήματα αὐτοῦ ἐν αὐτοῖς. 4 ἐπληϑύνϑησαν αἱ ἀσϑένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησϑῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 5 κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαϑιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6 σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν. 7 εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεϕροί μου. 8 προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευϑῶ. 9 διὰ τοῦτο ηὐϕράνϑη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι, 10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαϕϑοράν. 11 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐϕροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.

Liber Psalmorum - Ψαλμοί 16

1 Προσευχὴ τοῦ Δαυιδ. Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις. 2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλϑοι, οἱ ὀϕϑαλμοί μου ἰδέτωσαν εὐϑύτητας. 3 ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέϑη ἐν ἐμοὶ ἀδικία. 4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνϑρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐϕύλαξα ὁδοὺς σκληράς. 5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευϑῶσιν τὰ διαβήματά μου. 6 ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ ϑεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου. 7 ϑαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνϑεστηκότων τῇ δεξιᾷ σου. 8 ϕύλαξόν με ὡς κόραν ὀϕϑαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με 9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχϑροί μου τὴν ψυχήν μου περιέσχον· 10 τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηϕανίαν. 11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀϕϑαλμοὺς αὐτῶν ἔϑεντο ἐκκλῖναι ἐν τῇ γῇ. 12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς ϑήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύϕοις. 13 ἀνάστηϑι, κύριε, πρόϕϑασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομϕαίαν σου ἀπὸ ἐχϑρῶν τῆς χειρός σου. 14 κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. καὶ τῶν κεκρυμμένων σου ἐπλήσϑη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσϑησαν υἱῶν καὶ ἀϕῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. 15 ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀϕϑήσομαι τῷ προσώπῳ σου, χορτασϑήσομαι ἐν τῷ ὀϕϑῆναι τὴν δόξαν σου.

Liber Psalmorum - Ψαλμοί 17

1 Εἰς τὸ τέλος· τῷ παιδὶ κυρίου τῷ Δαυιδ, ἃ ἐλά λησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχϑρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ, 2 καὶ εἶπεν Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου. 3 κύριος στερέωμά μου καὶ καταϕυγή μου καὶ ῥύστης μου, ὁ ϑεός μου βοηϑός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου. 4 αἰνῶν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχϑρῶν μου σωϑήσομαι. 5 περιέσχον με ὠδῖνες ϑανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με 6 ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέϕϑασάν με παγίδες ϑανάτου. 7 καὶ ἐν τῷ ϑλίβεσϑαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν ϑεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ ϕωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. 8 καὶ ἐσαλεύϑη καὶ ἔντρομος ἐγενήϑη ἡ γῆ, καὶ τὰ ϑεμέλια τῶν ὀρέων ἐταράχϑησαν καὶ ἐσαλεύϑησαν, ὅτι ὠργίσϑη αὐτοῖς ὁ ϑεός. 9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεϕλόγισεν, ἄνϑρακες ἀνήϕϑησαν ἀπ᾽ αὐτοῦ. 10 καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόϕος ὑπὸ τοὺς πόδας αὐτοῦ. 11 καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσϑη, ἐπετάσϑη ἐπὶ πτερύγων ἀνέμων. 12 καὶ ἔϑετο σκότος ἀποκρυϕὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεϕέλαις ἀέρων. 13 ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεϕέλαι διῆλϑον, χάλαζα καὶ ἄνϑρακες πυρός. 14 καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν ϕωνὴν αὐτοῦ· 15 καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήϑυνεν καὶ συνετάραξεν αὐτούς. 16 καὶ ὤϕϑησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύϕϑη τὰ ϑεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. 17 ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. 18 ῥύσεταί με ἐξ ἐχϑρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώϑησαν ὑπὲρ ἐμέ. 19 προέϕϑασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου 20 καὶ ἐξήγαγέν με εἰς πλατυσμόν, ῥύσεταί με, ὅτι ἠϑέλησέν με. [ῥύσεταί με ἐξ ἐχϑρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με.] 21 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καϑαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, 22 ὅτι ἐϕύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ ϑεοῦ μου, 23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ᾽ ἐμοῦ. 24 καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ καὶ ϕυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καϑαριότητα· τῶν χειρῶν μου ἐνώπιον τῶν ὀ ϕϑαλμῶν αὐτοῦ. 26 μετὰ ὁσίου ὁσιωϑήσῃ καὶ μετὰ ἀνδρὸς ἀϑῴου ἀϑῷος ἔσῃ 27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. 28 ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀϕϑαλμοὺς ὑπερηϕάνων ταπεινώσεις. 29 ὅτι σὺ ϕωτιεῖς λύχνον μου, κύριε· ὁ ϑεός μου, ϕωτιεῖς τὸ σκότος μου. 30 ὅτι ἐν σοὶ ῥυσϑήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ ϑεῷ μου ὑπερβήσομαι τεῖχος. 31 ὁ ϑεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν. 32 ὅτι τίς ϑεὸς πλὴν τοῦ κυρίου; καὶ τίς ϑεὸς πλὴν τοῦ ϑεοῦ ἡμῶν; 33 ὁ ϑεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔϑετο ἄμωμον τὴν ὁδόν μου, 34 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάϕου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, 35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔϑου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· 36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρϑωσέν με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. 37 ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσϑένησαν τὰ ἴχνη μου. 38 καταδιώξω τοὺς ἐχϑρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραϕήσομαι, ἕως ἂν ἐκλίπωσιν· 39 ἐκϑλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾽ ἐμὲ ὑπο κάτω μου 41 καὶ τοὺς ἐχϑρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλέϑρευσας. 42 ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. 43 καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. 44 ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεϕαλὴν ἐϑνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, 45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, 46 υἱοὶ ἀλλότριοι ἐπαλαιώϑησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. 47 ζῇ κύριος, καὶ εὐλογητὸς ὁ ϑεός μου, καὶ ὑψωϑήτω ὁ ϑεὸς τῆς σωτηρίας μου, 48 ὁ ϑεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμέ, 49 ὁ ῥύστης μου ἐξ ἐχϑρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με. 50 διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔϑνεσιν, κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ, 51 μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 18

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν ϑεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· 3 ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 4 οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ ϕωναὶ αὐτῶν· 5 εἰς πᾶσαν τὴν γῆν ἐξῆλϑεν ὁ ϕϑόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐν τῷ ἡλίῳ ἔϑετο τὸ σκήνωμα αὐτοῦ· 6 καὶ αὐτὸς ὡς νυμϕίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 7 ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν ϑέρμην αὐτοῦ. 8 ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέϕων ψυχάς· ἡ μαρτυρία κυρίου πιστή, σοϕίζουσα νήπια· 9 τὰ δικαιώματα κυρίου εὐϑεῖα, εὐϕραίνοντα καρδίαν· ἡ ἐντολὴ κυρίου τηλαυγής, ϕωτίζουσα ὀϕϑαλμούς· 10 ὁ ϕόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα κυρίου ἀληϑινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό, 11 ἐπιϑυμητὰ ὑπὲρ χρυσίον καὶ λίϑον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. 12 καὶ γὰρ ὁ δοῦλός σου ϕυλάσσει αὐτά· ἐν τῷ ϕυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. 13 παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυϕίων μου καϑάρισόν με. 14 καὶ ἀπὸ ἀλλοτρίων ϕεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι καὶ καϑαρισϑήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. 15 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός, κύριε βοηϑέ μου καὶ λυτρωτά μου.

Liber Psalmorum - Ψαλμοί 19

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ ϑλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ ϑεοῦ Ιακωβ. 3 ἐξαποστείλαι σοι βοήϑειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου. 4 μνησϑείη πάσης ϑυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα. 5 δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 6 ἀγαλλιασόμεϑα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι ϑεοῦ ἡμῶν μεγαλυνϑησόμεϑα. πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. 7 νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 8 οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου ϑεοῦ ἡμῶν μεγαλυνϑησόμεϑα. 9 αὐτοὶ συνεποδίσϑησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρϑώϑημεν. 10 κύριε, σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεϑά σε.

Liber Psalmorum - Ψαλμοί 20

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 Κύριε, ἐν τῇ δυνάμει σου εὐϕρανϑήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σϕόδρα. 3 τὴν ἐπιϑυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν ϑέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. διάψαλμα. 4 ὅτι προέϕϑασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔϑηκας ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ στέϕανον ἐκ λίϑου τιμίου. 5 ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. 6 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιϑήσεις ἐπ᾽ αὐτόν· 7 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐϕρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. 8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευϑῇ. 9 εὑρεϑείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχϑροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. 10 ϑήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώ που σου· κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταϕάγεται αὐτοὺς πῦρ. 11 τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνϑρώπων, 12 ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι. 13 ὅτι ϑήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. 14 ὑψώϑητι, κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Liber Psalmorum - Ψαλμοί 21

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωϑινῆς· ψαλμὸς τῷ Δαυιδ. 2 Ὁ ϑεὸς ὁ ϑεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμά των μου. 3 ὁ ϑεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. 4 σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ισραηλ. 5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς· 6 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώϑησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνϑησαν. 7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνϑρωπος, ὄνειδος ἀνϑρώπου καὶ ἐξουδένημα λαοῦ. 8 πάντες οἱ ϑεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεϕαλήν 9 Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσϑω αὐτόν· σωσάτω αὐτόν, ὅτι ϑέλει αὐτόν. 10 ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· 11 ἐπὶ σὲ ἐπερρίϕην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου ϑεός μου εἶ σύ. 12 μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ὅτι ϑλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηϑῶν. 13 περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· 14 ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος. 15 ὡσεὶ ὕδωρ ἐξεχύϑην, καὶ διεσκορπίσϑη πάντα τὰ ὀστᾶ μου, ἐγενήϑη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· 16 ἐξηράνϑη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν ϑανάτου κατήγαγές με. 17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. 18 ἐξηρίϑμησα πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. 19 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 20 σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήϑειάν μου, εἰς τὴν ἀντίλημψίν μου πρόσχες. 21 ῥῦσαι ἀπὸ ῥομϕαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· 22 σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελϕοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε 24 Οἱ ϕοβούμενοι κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ιακωβ, δοξάσατε αὐτόν, ϕοβηϑήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ, 25 ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχϑισεν τῇ δεήσει τοῦ πτωχοῦ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. 26 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν ϕοβουμένων αὐτόν. 27 ϕάγονται πένητες καὶ ἐμπλησϑήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. 28 μνησϑήσονται καὶ ἐπιστραϕήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐϑνῶν, 29 ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐϑνῶν. 30 ἔϕαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 31 καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, 32 καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχϑησομένῳ, ὅτι ἐποίησεν ὁ κύριος.

Liber Psalmorum - Ψαλμοί 22

1 Ψαλμὸς τῷ Δαυιδ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. 2 εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέϑρεψέν με, 3 τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4 ἐὰν γὰρ καὶ πορευϑῶ ἐν μέσῳ σκιᾶς ϑανάτου, οὐ ϕοβηϑήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. 5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν ϑλιβόν των με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεϕαλήν μου, καὶ τὸ ποτήριόν σου μεϑύσκον ὡς κράτιστον. 6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ κυρίου εἰς μακρότητα ἡμερῶν.

Liber Psalmorum - Ψαλμοί 23

1 Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων. Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· 2 αὐτὸς ἐπὶ ϑαλασσῶν ἐϑεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. 3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 4 ἀϑῷος χερσὶν καὶ καϑαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. 5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ ϑεοῦ σωτῆρος αὐτοῦ. 6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν, ζητούντων τὸ πρόσωπον τοῦ ϑεοῦ Ιακωβ. διάψαλμα. 7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρϑητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρϑητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.

Liber Psalmorum - Ψαλμοί 24

1 Ψαλμὸς τῷ Δαυιδ. Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ ϑεός μου. 2 ἐπὶ σοὶ πέποιϑα· μὴ καταισχυνϑείην, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχϑροί μου. 3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνϑῶσιν· αἰσχυνϑήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. 4 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. 5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήϑειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ ϑεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. 6 μνήσϑητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. 7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησϑῇς· κατὰ τὸ ἔλεός σου μνήσϑητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου, κύριε. 8 χρηστὸς καὶ εὐϑὴς ὁ κύριος· διὰ τοῦτο νομοϑετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. 9 ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. 10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήϑεια τοῖς ἐκζητοῦσιν τὴν διαϑήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. 11 ἕνεκα τοῦ ὀνόματός σου, κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. 12 τίς ἐστιν ἄνϑρωπος ὁ ϕοβούμενος τὸν κύριον; νομοϑετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. 13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαϑοῖς αὐλισϑήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. 14 κραταίωμα κύριος τῶν ϕοβουμένων αὐτόν, [καὶ τὸ ὄνομα κυρίου τῶν ϕοβουμένων αὐτόν,] καὶ ἡ διαϑήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. 15 οἱ ὀϕϑαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. 16 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. 17 αἱ ϑλίψεις τῆς καρδίας μου ἐπλατύνϑησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. 18 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄϕες πάσας τὰς ἁμαρτίας μου. 19 ἰδὲ τοὺς ἐχϑρούς μου, ὅτι ἐπληϑύνϑησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. 20 ϕύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνϑείην, ὅτι ἤλπισα ἐπὶ σέ. 21 ἄκακοι καὶ εὐϑεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. 22 λύτρωσαι, ὁ ϑεός, τὸν Ισραηλ ἐκ πασῶν τῶν ϑλίψεων αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 25

1 Τοῦ Δαυιδ. Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύϑην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσϑενήσω. 2 δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεϕρούς μου καὶ τὴν καρδίαν μου. 3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀϕϑαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληϑείᾳ σου. 4 οὐκ ἐκάϑισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλϑω· 5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καϑίσω. 6 νίψομαι ἐν ἀϑῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ ϑυσιαστήριόν σου, κύριε, 7 τοῦ ἀκοῦσαι ϕωνὴν αἰνέσεως καὶ διηγήσασϑαι πάντα τὰ ϑαυμάσιά σου. 8 κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. 9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, 10 ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσϑη δώρων. 11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύϑην· λύτρωσαί με καὶ ἐλέησόν με. 12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐϑύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.

Liber Psalmorum - Ψαλμοί 26

1 Τοῦ Δαυιδ· πρὸ τοῦ χρισϑῆναι. Κύριος ϕωτισμός μου καὶ σωτήρ μου· τίνα ϕοβηϑήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; 2 ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακοῦντας τοῦ ϕαγεῖν τὰς σάρκας μου οἱ ϑλίβοντές με καὶ οἱ ἐχϑροί μου αὐτοὶ ἠσϑένησαν καὶ ἔπεσαν· 3 ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολή, οὐ ϕοβηϑήσεται ἡ καρ δία μου· ἐὰν ἐπαναστῇ ἐπ᾽ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. 4 μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ ϑεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσϑαι τὸν ναὸν αὐτοῦ. 5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέν με ἐν ἀποκρύϕῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέν με· 6 καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεϕαλήν μου ἐπ᾽ ἐχϑρούς μου· ἐκύκλωσα καὶ ἔϑυσα ἐν τῇ σκηνῇ αὐτοῦ ϑυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ. 7 εἰσάκουσον, κύριε, τῆς ϕωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. 8 σοὶ εἶπεν ἡ καρδία μου Ἐζήτησεν τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, κύριε, ζητήσω. 9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηϑός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ ϑεὸς ὁ σωτήρ μου. 10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ κύριος προσελάβετό με. 11 νομοϑέτησόν με, κύριε, τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐϑείᾳ ἕνεκα τῶν ἐχϑρῶν μου. 12 μὴ παραδῷς με εἰς ψυχὰς ϑλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. 13 πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαϑὰ κυρίου ἐν γῇ ζώντων. 14 ὑπόμεινον τὸν κύριον· ἀνδρίζου, καὶ κραταιούσϑω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν κύριον.

Liber Psalmorum - Ψαλμοί 27

1 Τοῦ Δαυιδ. Πρὸς σέ, κύριε, ἐκέκραξα, ὁ ϑεός μου, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ καὶ ὁμοιωϑήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 2 εἰσάκουσον τῆς ϕωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσϑαί με πρὸς σέ, ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου. 3 μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. 4 δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. 5 ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καϑελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. 6 εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς ϕωνῆς τῆς δεήσεώς μου. 7 κύριος βοηϑός μου καὶ ὑπερασπιστής μου· ἐπ᾽ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηϑήϑην, καὶ ἀνέϑαλεν ἡ σάρξ μου· καὶ ἐκ ϑελήματός μου ἐξομολογήσομαι αὐτῷ. 8 κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν. 9 σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 28

1 Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ ϑεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, 2 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 3 ϕωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ ϑεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν. 4 ϕωνὴ κυρίου ἐν ἰσχύι, ϕωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ. 5 ϕωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου 6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 7 ϕωνὴ κυρίου διακόπτοντος ϕλόγα πυρός, 8 ϕωνὴ κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης. 9 ϕωνὴ κυρίου καταρτιζομένου ἐλάϕους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. 10 κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καϑίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 11 κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

Liber Psalmorum - Ψαλμοί 29

1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυιδ. 2 Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔϕρανας τοὺς ἐχϑρούς μου ἐπ᾽ ἐμέ. 3 κύριε ὁ ϑεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με· 4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. 5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσϑε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· 6 ὅτι ὀργὴ ἐν τῷ ϑυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ ϑελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισϑήσεται κλαυϑμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. 7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐϑηνίᾳ μου Οὐ μὴ σαλευϑῶ εἰς τὸν αἰῶνα. 8 κύριε, ἐν τῷ ϑελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήϑην τεταραγμένος. 9 πρὸς σέ, κύριε, κεκράξομαι καὶ πρὸς τὸν ϑεόν μου δεηϑήσομαι 10 Τίς ὠϕέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαϕϑοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήϑειάν σου; 11 ἤκουσεν κύριος καὶ ἠλέησέν με, κύριος ἐγενήϑη βοηϑός μου. 12 ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐϕροσύνην, 13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ· κύριε ὁ ϑεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

Liber Psalmorum - Ψαλμοί 30

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ· ἐκστάσεως. 2 Ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνϑείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. 3 κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσϑαι με· γενοῦ μοι εἰς ϑεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταϕυγῆς τοῦ σῶσαί με. 4 ὅτι κραταίωμά μου καὶ καταϕυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαϑρέψεις με· 5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου. 6 εἰς χεῖράς σου παραϑήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, κύριε ὁ ϑεὸς τῆς ἀληϑείας. 7 ἐμίσησας τοὺς διαϕυλάσσοντας ματαιότητας διὰ κενῆς· ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. 8 ἀγαλλιάσομαι καὶ εὐϕρανϑήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου 9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχϑροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. 10 ἐλέησόν με, κύριε, ὅτι ϑλίβομαι· ἐταράχϑη ἐν ϑυμῷ ὁ ὀϕϑαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. 11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσϑένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχϑησαν. 12 παρὰ πάντας τοὺς ἐχϑρούς μου ἐγενήϑην ὄνειδος καὶ τοῖς γείτοσίν μου σϕόδρα καὶ ϕόβος τοῖς γνωστοῖς μου, οἱ ϑεωροῦντές με ἔξω ἔϕυγον ἀπ᾽ ἐμοῦ. 13 ἐπελήσϑην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήϑην ὡσεὶ σκεῦος ἀπολωλός. 14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόϑεν· ἐν τῷ ἐπισυναχϑῆναι αὐτοὺς ἅμα ἐπ᾽ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. 15 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε· εἶπα Σὺ εἶ ὁ ϑεός μου. 16 ἐν ταῖς χερσίν σου οἱ καιροί μου· ῥῦσαί με ἐκ χειρὸς ἐχϑρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. 17 ἐπίϕανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. 18 κύριε, μὴ καταισχυνϑείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνϑείησαν οἱ ἀσεβεῖς καὶ καταχϑείησαν εἰς ᾅδου. 19 ἄλαλα γενηϑήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηϕανίᾳ καὶ ἐξουδενώσει. 20 ὡς πολὺ τὸ πλῆϑος τῆς χρηστότητός σου, κύριε, ἧς ἔκρυψας τοῖς ϕοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνϑρώπων. 21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύϕῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνϑρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. 22 εὐλογητὸς κύριος, ὅτι ἐϑαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πό λει περιοχῆς. 23 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀϕϑαλμῶν σου. διὰ τοῦτο εἰσήκουσας τῆς ϕωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 24 ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληϑείας ἐκζητεῖ κύριος καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηϕανίαν. 25 ἀνδρίζεσϑε, καὶ κραταιούσϑω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον.

Liber Psalmorum - Ψαλμοί 31

1 Τῷ Δαυιδ· συνέσεως. Μακάριοι ὧν ἀϕέϑησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύϕϑησαν αἱ ἁμαρτίαι· 2 μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. 3 ὅτι ἐσίγησα, ἐπαλαιώϑη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν· 4 ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνϑη ἐπ᾽ ἐμὲ ἡ χείρ σου, ἐστράϕην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανϑαν. διάψαλμα. 5 τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ· καὶ σὺ ἀϕῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου. διάψαλμα. 6 ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐϑέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. 7 σύ μου εἶ καταϕυγὴ ἀπὸ ϑλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. διάψαλμα. 8 συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀϕϑαλμούς μου. 9 μὴ γίνεσϑε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις, ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ. 10 πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει. 11 εὐϕράνϑητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσϑε, δίκαιοι, καὶ καυχᾶσϑε, πάντες οἱ εὐϑεῖς τῇ καρδίᾳ.

Liber Psalmorum - Ψαλμοί 32

1 Τῷ Δαυιδ. Ἀγαλλιᾶσϑε, δίκαιοι, ἐν τῷ κυρίῳ· τοῖς εὐϑέσι πρέπει αἴνεσις. 2 ἐξομολογεῖσϑε τῷ κυρίῳ ἐν κιϑάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. 3 ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. 4 ὅτι εὐϑὴς ὁ λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· 5 ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ. 6 τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώϑησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· 7 συνάγων ὡς ἀσκὸν ὕδατα ϑαλάσσης, τιϑεὶς ἐν ϑησαυροῖς ἀβύσσους. 8 ϕοβηϑήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ᾽ αὐτοῦ δὲ σαλευϑήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰ κουμένην· 9 ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήϑησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσϑησαν. 10 κύριος διασκεδάζει βουλὰς ἐϑνῶν, ἀϑετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀϑετεῖ βουλὰς ἀρχόντων· 11 ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. 12 μακάριον τὸ ἔϑνος, οὗ ἐστιν κύριος ὁ ϑεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. 13 ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνϑρώπων· 14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, 15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν. 16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωϑήσεται ἐν πλήϑει ἰσχύος αὐτοῦ· 17 ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήϑει δυνάμεως αὐτοῦ οὐ σωϑήσεται. 18 ἰδοὺ οἱ ὀϕϑαλμοὶ κυρίου ἐπὶ τοὺς ϕοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ 19 ῥύσασϑαι ἐκ ϑανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαϑρέψαι αὐτοὺς ἐν λιμῷ. 20 ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ, ὅτι βοηϑὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν· 21 ὅτι ἐν αὐτῷ εὐϕρανϑήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. 22 γένοιτο τὸ ἔλεός σου, κύριε, ἐϕ᾽ ἡμᾶς, καϑάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Liber Psalmorum - Ψαλμοί 33

1 Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμελεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλϑεν. 2 Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. 3 ἐν τῷ κυρίῳ ἐπαινεσϑήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐϕρανϑήτωσαν. 4 μεγαλύνατε τὸν κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. 5 ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με. 6 προσέλϑατε πρὸς αὐτὸν καὶ ϕωτίσϑητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνϑῇ. 7 οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν ϑλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. 8 παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν ϕοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. 9 γεύσασϑε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾽ αὐτόν. 10 ϕοβήϑητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς ϕοβουμένοις αὐτόν. 11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωϑήσονται παντὸς ἀγαϑοῦ. διάψαλμα. 12 δεῦτε, τέκνα, ἀκούσατέ μου· ϕόβον κυρίου διδάξω ὑμᾶς. 13 τίς ἐστιν ἄνϑρωπος ὁ ϑέλων ζωὴν ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαϑάς; 14 παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. 15 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαϑόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. 16 ὀϕϑαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 17 πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεϑρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. 18 ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν ϑλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. 19 ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 20 πολλαὶ αἱ ϑλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς. 21 κύριος ϕυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. 22 ϑάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. 23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτόν.

Liber Psalmorum - Ψαλμοί 34

1 Τῷ Δαυιδ. Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. 2 ἐπιλαβοῦ ὅπλου καὶ ϑυρεοῦ καὶ ἀνάστηϑι εἰς βοήϑειάν μου, 3 ἔκχεον ῥομϕαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιω κόντων με· εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι. 4 αἰσχυνϑήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραϕήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνϑήτωσαν οἱ λογιζόμενοί μοι κακά. 5 γενηϑήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος κυρίου ἐκϑλίβων αὐτούς· 6 γενηϑήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσϑημα, καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς· 7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαϕϑορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. 8 ἐλϑέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν, καὶ ἡ ϑήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. 9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερϕϑήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ· 10 πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. 11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· 12 ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. 13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραϕήσεται. 14 ὡς πλησίον, ὡς ἀδελϕὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενϑῶν καὶ σκυϑρωπάζων, οὕτως ἐταπεινούμην. 15 καὶ κατ᾽ ἐμοῦ ηὐϕράνϑησαν καὶ συνήχϑησαν, συνήχϑησαν ἐπ᾽ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσϑησαν καὶ οὐ κατενύγησαν. 16 ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν, ἔβρυξαν ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. 17 κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. 18 ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. 19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχϑραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀϕϑαλμοῖς. 20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ᾽ ὀργὴν δόλους διελογίζοντο 21 καὶ ἐπλάτυναν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀϕϑαλμοὶ ἡμῶν. 22 εἶδες, κύριε, μὴ παρασιωπήσῃς, κύριε, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ· 23 ἐξεγέρϑητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ ϑεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. 24 κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ὁ ϑεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι· 25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν. 26 αἰσχυνϑείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσϑωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦν τες ἐπ᾽ ἐμέ. 27 ἀγαλλιάσαιντο καὶ εὐϕρανϑείησαν οἱ ϑέλοντες τὴν δικαιοσύ νην μου καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνϑήτω ὁ κύριος, οἱ ϑέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. 28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

Liber Psalmorum - Ψαλμοί 35

1 Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυιδ. 2 Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστιν ϕόβος ϑεοῦ ἀπέναντι τῶν ὀϕϑαλμῶν αὐτοῦ· 3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. 4 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἐβουλήϑη συνιέναι τοῦ ἀγαϑῦναι· 5 ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαϑῇ, τῇ δὲ κακίᾳ οὐ προσώχϑισεν. 6 κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήϑειά σου ἕως τῶν νεϕελῶν· 7 ἡ δικαιοσύνη σου ὡσεὶ ὄρη ϑεοῦ, τὰ κρίματά σου ἄβυσσος πολλή· ἀνϑρώπους καὶ κτήνη σώσεις, κύριε. 8 ὡς ἐπλήϑυνας τὸ ἔλεός σου, ὁ ϑεός· οἱ δὲ υἱοὶ τῶν ἀνϑρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλ πιοῦσιν. 9 μεϑυσϑήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυϕῆς σου ποτιεῖς αὐτούς· 10 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ ϕωτί σου ὀψόμεϑα ϕῶς. 11 παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐϑέσι τῇ καρδίᾳ. 12 μὴ ἐλϑέτω μοι ποὺς ὑπερηϕανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. 13 ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσϑησαν καὶ οὐ μὴ δύνωνται στῆναι.

Liber Psalmorum - Ψαλμοί 36

1 Τοῦ Δαυιδ. Μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· 2 ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανϑήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. 3 ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανϑήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς· 4 κατατρύϕησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. 5 ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ αὐτὸς ποιήσει 6 καὶ ἐξοίσει ὡς ϕῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν. 7 ὑποτάγηϑι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνϑρώπῳ ποιοῦντι παρανομίας. 8 παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε ϑυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσϑαι· 9 ὅτι οἱ πονηρευόμενοι ἐξολεϑρευϑήσονται, οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν. 10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· 11 οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυϕήσουσιν ἐπὶ πλήϑει εἰρήνης. 12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· 13 ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. 14 ῥομϕαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σϕάξαι τοὺς εὐϑεῖς τῇ καρδίᾳ· 15 ἡ ῥομϕαία αὐτῶν εἰσέλϑοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν. 16 κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν· 17 ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος. 18 γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται· 19 οὐ καταισχυνϑήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασϑήσονται. 20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχϑροὶ τοῦ κυρίου ἅμα τῷ δοξασϑῆναι αὐτοὺς καὶ ὑψωϑῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον. 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει, ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ· 22 ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεϑρευϑήσονται. 23 παρὰ κυρίου τὰ διαβήματα ἀνϑρώπου κατευϑύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ ϑελήσει· 24 ὅταν πέσῃ, οὐ καταραχϑήσεται, ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. 25 νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους· 26 ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. 27 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαϑὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος· 28 ὅτι κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα ϕυλαχϑήσονται. ἄνομοι δὲ ἐκδιωχϑήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολεϑρευϑήσεται· 29 δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾽ αὐτῆς. 30 στόμα δικαίου μελετήσει σοϕίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν· 31 ὁ νόμος τοῦ ϑεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισϑήσεται τὰ διαβήματα αὐτοῦ. 32 κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ ϑανατῶσαι αὐτόν, 33 ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ. 34 ὑπόμεινον τὸν κύριον καὶ ϕύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν· ἐν τῷ ἐξολεϑρεύεσϑαι ἁμαρτωλοὺς ὄψῃ. 35 εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· 36 καὶ παρῆλϑον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέϑη ὁ τόπος αὐτοῦ. 37 ϕύλασσε ἀκακίαν καὶ ἰδὲ εὐϑύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνϑρώπῳ εἰρηνικῷ· 38 οἱ δὲ παράνομοι ἐξολεϑρευϑήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεϑρευϑήσονται. 39 σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ ϑλίψεως, 40 καὶ βοηϑήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν.

Liber Psalmorum - Ψαλμοί 37

1 Ψαλμὸς τῷ Δαυιδ· εἰς ἀνάμνησιν περὶ σαββάτου. 2 Κύριε, μὴ τῷ ϑυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήρισας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου· 4 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀρ γῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεϕαλήν μου, ὡσεὶ ϕορτίον βαρὺ ἐβαρύνϑησαν ἐπ᾽ ἐμέ. 6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀϕροσύνης μου· 7 ἐταλαιπώρησα καὶ κατεκάμϕϑην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυϑρωπάζων ἐπορευόμην. 8 ὅτι αἱ ψύαι μου ἐπλήσϑησαν ἐμπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· 9 ἐκακώϑην καὶ ἐταπεινώϑην ἕως σϕόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 10 κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιϑυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη. 11 ἡ καρδία μου ἐταράχϑη, ἐγκατέλιπέν με ἡ ἰσχύς μου, καὶ τὸ ϕῶς τῶν ὀϕϑαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ᾽ ἐμοῦ. 12 οἱ ϕίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόϑεν ἔστησαν· 13 καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 14 ἐγὼ δὲ ὡσεὶ κωϕὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ 15 καὶ ἐγενόμην ὡσεὶ ἄνϑρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 16 ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε ὁ ϑεός μου. 17 ὅτι εἶπα Μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχϑροί μου· καὶ ἐν τῷ σαλευϑῆναι πόδας μου ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησαν. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός. 19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. 20 οἱ δὲ ἐχϑροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληϑύνϑησαν οἱ μισοῦντές με ἀδίκως· 21 οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαϑῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.] 22 μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ ϑεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ· 23 πρόσχες εἰς τὴν βοήϑειάν μου, κύριε τῆς σωτηρίας μου.

Liber Psalmorum - Ψαλμοί 38

1 Εἰς τὸ τέλος, τῷ Ιδιϑουν· ᾠδὴ τῷ Δαυιδ. 2 Εἶπα Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώς σῃ μου· ἐϑέμην τῷ στόματί μου ϕυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. 3 ἐκωϕώϑην καὶ ἐταπεινώϑην καὶ ἐσίγησα ἐξ ἀγαϑῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσϑη. 4 ἐϑερμάνϑη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυϑήσεται πῦρ. ἐλάλησα ἐν γλώσσῃ μου 5 Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριϑμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. 6 ἰδοὺ παλαιστὰς ἔϑου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐϑὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνϑρωπος ζῶν. διάψαλμα. 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνϑρωπος, πλὴν μάτην ταράσσονται· ϑησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. 8 καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. 9 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄϕρονι ἔδωκάς με. 10 ἐκωϕώϑην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποι ήσας με. 11 ἀπόστησον ἀπ᾽ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 12 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνϑρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην ταράσσεται πᾶς ἄνϑρωπος. διάψαλμα. 13 εἰσάκουσον τῆς προσευχῆς μου, κύριε, καὶ τῆς δεήσεώς μου ἐνώτισαι· τῶν δακρύων μου μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καϑὼς πάντες οἱ πατέρες μου. 14 ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελϑεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.

Liber Psalmorum - Ψαλμοί 39

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. 2 Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου 3 καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύϑυνεν τὰ διαβήματά μου 4 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ ϑεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ ϕοβηϑήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον. 5 μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. 6 πολλὰ ἐποίησας σύ, κύριε ὁ ϑεός μου, τὰ ϑαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωϑήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληϑύνϑησαν ὑπὲρ ἀριϑμόν. 7 ϑυσίαν καὶ προσϕορὰν οὐκ ἠϑέλησας, ὠτία δὲ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. 8 τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεϕαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· 9 τοῦ ποιῆσαι τὸ ϑέλημά σου, ὁ ϑεός μου, ἐβουλήϑην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. 10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· κύριε, σὺ ἔγνως. 11 τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήϑειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήϑειάν σου ἀπὸ συν αγωγῆς πολλῆς. 12 σὺ δέ, κύριε, μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ᾽ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήϑειά σου διὰ παντὸς ἀντελάβοντό μου. 13 ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριϑμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήϑην τοῦ βλέπειν· ἐπληϑύνϑησαν ὑπὲρ τὰς τρίχας τῆς κεϕαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέν με. 14 εὐδόκησον, κύριε, τοῦ ῥύσασϑαί με· κύριε, εἰς τὸ βοηϑῆσαί μοι πρόσχες. 15 καταισχυνϑείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν, ἀποστραϕείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ ϑέλοντές μοι κακά, 16 κομισάσϑωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Εὖγε εὖγε. 17 ἀγαλλιάσαιντο καὶ εὐϕρανϑείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦν τές σε, κύριε, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνϑήτω ὁ κύριος, οἱ ἀγα πῶντες τὸ σωτήριόν σου. 18 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος ϕροντιεῖ μου. βοηϑός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ ϑεός μου, μὴ χρονίσῃς.

Liber Psalmorum - Ψαλμοί 40

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. 3 κύριος διαϕυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐ τὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχϑροῦ αὐτοῦ. 4 κύριος βοηϑήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. 5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 6 οἱ ἐχϑροί μου εἶπαν κακά μοι Πότε ἀποϑανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; 7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. 8 ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ ἐψιϑύριζον πάντες οἱ ἐχϑροί μου, κατ᾽ ἐμοῦ ἐλογίζοντο κακά μοι, 9 λόγον παράνομον κατέϑεντο κατ᾽ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσϑήσει τοῦ ἀναστῆναι; 10 καὶ γὰρ ὁ ἄνϑρωπος τῆς εἰρήνης μου, ἐϕ᾽ ὃν ἤλπισα, ὁ ἐσϑίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν· 11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώ σω αὐτοῖς. 12 ἐν τούτῳ ἔγνων ὅτι τεϑέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχϑρός μου ἐπ᾽ ἐμέ. 13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. 14 Εὐλογητὸς κύριος ὁ ϑεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. – –

Liber Psalmorum - Ψαλμοί 41

1 Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορε. 2 Ὃν τρόπον ἐπιποϑεῖ ἡ ἔλαϕος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποϑεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ ϑεός. 3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν ϑεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀϕϑήσομαι τῷ προσώπῳ τοῦ ϑεοῦ; 4 ἐγενήϑη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσϑαί μοι καϑ᾽ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ ϑεός σου; 5 ταῦτα ἐμνήσϑην καὶ ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς ϑαυμαστῆς ἕως τοῦ οἴκου τοῦ ϑεοῦ ἐν ϕωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. 6 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν ϑεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ ϑεός μου. 7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχϑη· διὰ τοῦτο μνησϑήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ, ἀπὸ ὄρους μικροῦ. 8 ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς ϕωνὴν τῶν καταρρακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλϑον. 9 ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ παρ᾽ ἐμοί, προσευχὴ τῷ ϑεῷ τῆς ζωῆς μου. 10 ἐρῶ τῷ ϑεῷ Ἀντιλήμπτωρ μου εἶ· διὰ τί μου ἐπελάϑου; ἵνα τί σκυϑρωπάζων πορεύομαι ἐν τῷ ἐκϑλίβειν τὸν ἐχϑρόν μου; 11 ἐν τῷ καταϑλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ ϑλίβον τές με ἐν τῷ λέγειν αὐτούς μοι καϑ᾽ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ ϑεός σου; 12 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν ϑεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ ϑεός μου.

Liber Psalmorum - Ψαλμοί 42

1 Ψαλμὸς τῷ Δαυιδ. Κρῖνόν με, ὁ ϑεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔϑνους οὐχ ὁσίου, ἀπὸ ἀνϑρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. 2 ὅτι σὺ εἶ, ὁ ϑεός, κραταίωμά μου· ἵνα τί ἀπώσω με; καὶ ἵνα τί σκυϑρωπάζων πορεύομαι ἐν τῷ ἐκϑλίβειν τὸν ἐχ ϑρόν μου; 3 ἐξαπόστειλον τὸ ϕῶς σου καὶ τὴν ἀλήϑειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. 4 καὶ εἰσελεύσομαι πρὸς τὸ ϑυσιαστήριον τοῦ ϑεοῦ πρὸς τὸν ϑεὸν τὸν εὐϕραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιϑάρᾳ, ὁ ϑεὸς ὁ ϑεός μου. 5 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν ϑεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ ϑεός μου.

Liber Psalmorum - Ψαλμοί 43

1 Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ψαλμός. 2 Ὁ ϑεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. 3 ἡ χείρ σου ἔϑνη ἐξωλέϑρευσεν, καὶ κατεϕύτευσας αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς. 4 οὐ γὰρ ἐν τῇ ῥομϕαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ ϕωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς. 5 σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ ϑεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ· 6 ἐν σοὶ τοὺς ἐχϑροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουϑενώσομεν τοὺς ἐπανιστανομέ νους ἡμῖν. 7 οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομϕαία μου οὐ σώσει με· 8 ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν ϑλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. 9 ἐν τῷ ϑεῷ ἐπαινεσϑησόμεϑα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεϑα εἰς τὸν αἰῶνα. διάψαλμα. 10 νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν· 11 ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχϑροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. 12 ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔϑνεσιν διέσπειρας ἡμᾶς· 13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆϑος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν. 14 ἔϑου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν· 15 ἔϑου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔϑνεσιν, κίνησιν κεϕαλῆς ἐν τοῖς λαοῖς. 16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με 17 ἀπὸ ϕωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχϑροῦ καὶ ἐκδιώκοντος. 18 ταῦτα πάντα ἦλϑεν ἐϕ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαϑόμεϑά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαϑήκῃ σου, 19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν· καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. 20 ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ ϑανάτου. 21 εἰ ἐπελαϑόμεϑα τοῦ ὀνόματος τοῦ ϑεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς ϑεὸν ἀλλότριον, 22 οὐχὶ ὁ ϑεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύϕια τῆς καρδίας. 23 ὅτι ἕνεκα σοῦ ϑανατούμεϑα ὅλην τὴν ἡμέραν, ἐλογίσϑημεν ὡς πρόβατα σϕαγῆς. 24 ἐξεγέρϑητι· ἵνα τί ὑπνοῖς, κύριε; ἀνάστηϑι καὶ μὴ ἀπώσῃ εἰς τέλος. 25 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέϕεις, ἐπιλανϑάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς ϑλίψεως ἡμῶν; 26 ὅτι ἐταπεινώϑη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήϑη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. 27 ἀνάστα, κύριε, βοήϑησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.

Liber Psalmorum - Ψαλμοί 44

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωϑησομένων· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. 2 Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαϑόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράϕου. 3 ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνϑρώπων, ἐξεχύϑη χάρις ἐν χείλεσίν σου· διὰ τοῦτο εὐλόγησέν σε ὁ ϑεὸς εἰς τὸν αἰῶνα. 4 περίζωσαι τὴν ῥομϕαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου 5 καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληϑείας καὶ πραύτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε ϑαυμαστῶς ἡ δεξιά σου. 6 τὰ βέλη σου ἠκονημένα, δυνατέ, – λαοὶ ὑποκάτω σου πεσοῦνται – ἐν καρδίᾳ τῶν ἐχϑρῶν τοῦ βασιλέως. 7 ὁ ϑρόνος σου, ὁ ϑεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐϑύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. 8 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ ϑεὸς ὁ ϑεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 9 σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεϕαντίνων, ἐξ ὧν ηὔϕρανάν σε. 10 ϑυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. 11 ἄκουσον, ϑύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάϑου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, 12 ὅτι ἐπεϑύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ κύριός σου. 13 καὶ προσκυνήσουσιν αὐτῷ ϑυγατέρες Τύρου ἐν δώροις, τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. 14 πᾶσα ἡ δόξα αὐτῆς ϑυγατρὸς βασιλέως ἔσωϑεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη. 15 ἀπενεχϑήσονται τῷ βασιλεῖ παρϑένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχϑήσονταί σοι· 16 ἀπενεχϑήσονται ἐν εὐϕροσύνῃ καὶ ἀγαλλιάσει, ἀχϑήσονται εἰς ναὸν βασιλέως. 17 ἀντὶ τῶν πατέρων σου ἐγενήϑησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. 18 μνησϑήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 45

1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυϕίων ψαλμός. 2 Ὁ ϑεὸς ἡμῶν καταϕυγὴ καὶ δύναμις, βοηϑὸς ἐν ϑλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σϕόδρα. 3 διὰ τοῦτο οὐ ϕοβηϑησόμεϑα ἐν τῷ ταράσσεσϑαι τὴν γῆν καὶ μετατίϑεσϑαι ὄρη ἐν καρδίαις ϑαλασσῶν. 4 ἤχησαν καὶ ἐταράχϑησαν τὰ ὕδατα αὐτῶν, ἐταράχϑησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα. 5 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐϕραίνουσιν τὴν πόλιν τοῦ ϑεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 6 ὁ ϑεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευϑήσεται· βοηϑήσει αὐτῇ ὁ ϑεὸς τὸ πρὸς πρωί. 7 ἐταράχϑησαν ἔϑνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν ϕωνὴν αὐτοῦ, ἐσαλεύϑη ἡ γῆ. 8 κύριος τῶν δυνάμεων μεϑ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ ϑεὸς Ιακωβ. διάψαλμα. 9 δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔϑετο τέρατα ἐπὶ τῆς γῆς. 10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ ϑυρεοὺς κατακαύσει ἐν πυρί. 11 σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ ϑεός· ὑψωϑήσομαι ἐν τοῖς ἔϑνεσιν, ὑψωϑήσομαι ἐν τῇ γῇ. 12 κύριος τῶν δυνάμεων μεϑ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ ϑεὸς Ιακωβ.

Liber Psalmorum - Ψαλμοί 46

1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός. 2 Πάντα τὰ ἔϑνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ ϑεῷ ἐν ϕωνῇ ἀγαλλιάσεως, 3 ὅτι κύριος ὕψιστος ϕοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. 4 ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔϑνη ὑπὸ τοὺς πόδας ἡμῶν· 5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν. διάψαλμα. 6 ἀνέβη ὁ ϑεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν ϕωνῇ σάλπιγγος. 7 ψάλατε τῷ ϑεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, 8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ ϑεός, ψάλατε συνετῶς. 9 ἐβασίλευσεν ὁ ϑεὸς ἐπὶ τὰ ἔϑνη, ὁ ϑεὸς κάϑηται ἐπὶ ϑρόνου ἁγίου αὐτοῦ. 10 ἄρχοντες λαῶν συνήχϑησαν μετὰ τοῦ ϑεοῦ Αβρααμ, ὅτι τοῦ ϑεοῦ οἱ κραταιοὶ τῆς γῆς, σϕόδρα ἐπήρϑησαν.

Liber Psalmorum - Ψαλμοί 47

1 Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε· δευτέρᾳ σαββάτου. 2 Μέγας κύριος καὶ αἰνετὸς σϕόδρα ἐν πόλει τοῦ ϑεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ, 3 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου, 4 ὁ ϑεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. 5 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχϑησαν, ἤλϑοσαν ἐπὶ τὸ αὐτό· 6 αὐτοὶ ἰδόντες οὕτως ἐϑαύμασαν, ἐταράχϑησαν, ἐσαλεύϑησαν, 7 τρόμος ἐπελάβετο αὐτῶν, ἐκεῖ ὠδῖνες ὡς τικτούσης. 8 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις. 9 καϑάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ ϑεοῦ ἡμῶν· ὁ ϑεὸς ἐϑεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. διάψαλμα. 10 ὑπελάβομεν, ὁ ϑεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου. 11 κατὰ τὸ ὄνομά σου, ὁ ϑεός, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. 12 εὐϕρανϑήτω τὸ ὄρος Σιων, ἀγαλλιάσϑωσαν αἱ ϑυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, κύριε. 13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν, διηγήσασϑε ἐν τοῖς πύργοις αὐτῆς, 14 ϑέσϑε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσϑε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησϑε εἰς γενεὰν ἑτέραν. 15 ὅτι οὗτός ἐστιν ὁ ϑεὸς ὁ ϑεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

Liber Psalmorum - Ψαλμοί 48

1 Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός. 2 Ἀκούσατε ταῦτα, πάντα τὰ ἔϑνη, ἐνωτίσασϑε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, 3 οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνϑρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. 4 τὸ στόμα μου λαλήσει σοϕίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν· 5 κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. 6 ἵνα τί ϕοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. 7 οἱ πεποιϑότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήϑει τοῦ πλούτου αὐτῶν καυχώμενοι, 8 ἀδελϕὸς οὐ λυτροῦται· λυτρώσεται ἄνϑρωπος; οὐ δώσει τῷ ϑεῷ ἐξίλασμα αὐτοῦ 9 καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. 10 καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται καταϕϑοράν, ὅταν ἴδῃ σοϕοὺς ἀποϑνῄσκοντας. 11 ἐπὶ τὸ αὐτὸ ἄϕρων καὶ ἄνους ἀπολοῦνται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, 12 καὶ οἱ τάϕοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. 13 καὶ ἄνϑρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήϑη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώϑη αὐτοῖς. 14 αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. διάψαλμα. 15 ὡς πρόβατα ἐν ᾅδῃ ἔϑεντο, ϑάνατος ποιμαίνει αὐτούς· καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐϑεῖς τὸ πρωί, καὶ ἡ βοήϑεια αὐτῶν παλαιωϑήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δό ξης αὐτῶν. 16 πλὴν ὁ ϑεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. διάψαλμα. 17 μὴ ϕοβοῦ, ὅταν πλουτήσῃ ἄνϑρωπος καὶ ὅταν πληϑυνϑῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· 18 ὅτι οὐκ ἐν τῷ ἀποϑνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. 19 ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηϑήσεται· ἐξομολογήσεταί σοι, ὅταν ἀγαϑύνῃς αὐτῷ. 20 εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται ϕῶς. 21 ἄνϑρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήϑη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώϑη αὐτοῖς.

Liber Psalmorum - Ψαλμοί 49

1 Ψαλμὸς τῷ Ασαϕ. Θεὸς ϑεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. 2 ἐκ Σιων ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, ὁ ϑεὸς ἐμϕανῶς ἥξει, 3 ὁ ϑεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐναντίον αὐτοῦ καυϑήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σϕόδρα. 4 προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ· 5 συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ τοὺς διατιϑεμένους τὴν διαϑήκην αὐτοῦ ἐπὶ ϑυσίαις, 6 καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ ϑεὸς κριτής ἐστιν. διάψαλμα. 7 Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ισραηλ, καὶ διαμαρτύρομαί σοι· ὁ ϑεὸς ὁ ϑεός σού εἰμι ἐγώ. 8 οὐκ ἐπὶ ταῖς ϑυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός· 9 οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. 10 ὅτι ἐμά ἐστιν πάντα τὰ ϑηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες· 11 ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾽ ἐμοῦ ἐστιν. 12 ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. 13 μὴ ϕάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; 14 ϑῦσον τῷ ϑεῷ ϑυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· 15 καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ ϑλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. διάψαλμα. 16 τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ ϑεός Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαϑήκην μου διὰ στόματός σου; 17 σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. 18 εἰ ἐϑεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίϑεις· 19 τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα· 20 καϑήμενος κατὰ τοῦ ἀδελϕοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίϑεις σκάνδαλον. 21 ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου. 22 σύνετε δὴ ταῦτα, οἱ ἐπιλανϑανόμενοι τοῦ ϑεοῦ, μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος· 23 ϑυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ ϑεοῦ.

Liber Psalmorum - Ψαλμοί 50

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ 2 ἐν τῷ ἐλϑεῖν πρὸς αὐτὸν Ναϑαν τὸν προϕήτην, ἡνίκα εἰσῆλϑεν πρὸς Βηρσαβεε. 3 Ἐλέησόν με, ὁ ϑεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆϑος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνό μημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καϑάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωϑῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσϑαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμϕϑην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήϑειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύϕια τῆς σοϕίας σου ἐδήλωσάς μοι. 9 ῥαντιεῖς με ὑσσώπῳ, καὶ καϑαρισϑήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανϑήσομαι. 10 ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐϕροσύνην· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καϑαρὰν κτίσον ἐν ἐμοί, ὁ ϑεός, καὶ πνεῦμα εὐϑὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. 16 ῥῦσαί με ἐξ αἱμάτων, ὁ ϑεὸς ὁ ϑεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠϑέλησας ϑυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 ϑυσία τῷ ϑεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ ϑεὸς οὐκ ἐξ ουϑενώσει. 20 ἀγάϑυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηϑήτω τὰ τείχη Ιερουσαλημ· 21 τότε εὐδοκήσεις ϑυσίαν δικαιοσύνης, ἀναϕορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ ϑυσιαστήριόν σου μόσχους.

Liber Psalmorum - Ψαλμοί 51

1 Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυιδ 2 ἐν τῷ ἐλϑεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ Ἦλϑεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ. 3 Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; 4 ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. 5 ἠγάπησας κακίαν ὑπὲρ ἀγαϑωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα. 6 ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. 7 διὰ τοῦτο ὁ ϑεὸς καϑελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. διάψαλμα. 8 καὶ ὄψονται δίκαιοι καὶ ϕοβηϑήσονται καὶ ἐπ᾽ αὐτὸν γελάσονται καὶ ἐροῦσιν 9 Ἰδοὺ ἄνϑρωπος, ὃς οὐκ ἔϑετο τὸν ϑεὸν βοηϑὸν αὐτοῦ, ἀλλ᾽ ἐπήλπισεν ἐπὶ τὸ πλῆϑος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώϑη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. 10 ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ ϑεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 11 ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.

Liber Psalmorum - Ψαλμοί 52

1 Εἰς τὸ τέλος, ὑπὲρ μαελεϑ· συνέσεως τῷ Δαυιδ. 2 Εἶπεν ἄϕρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν ϑεός. διεϕϑάρησαν καὶ ἐβδελύχϑησαν ἐν ἀνομίαις, οὐκ ἔστιν ποιῶν ἀγαϑόν. 3 ὁ ϑεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀν ϑρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν ϑεόν. 4 πάντες ἐξέκλιναν, ἅμα ἠχρεώϑησαν, οὐκ ἔστιν ποιῶν ἀγαϑόν, οὐκ ἔστιν ἕως ἑνός. 5 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἔσϑοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν ϑεὸν οὐκ ἐπε καλέσαντο. 6 ἐκεῖ ϕοβηϑήσονται ϕόβον, οὗ οὐκ ἦν ϕόβος, ὅτι ὁ ϑεὸς διεσκόρπισεν ὀστᾶ ἀνϑρωπαρέσκων· κατῃσχύνϑησαν, ὅτι ὁ ϑεὸς ἐξουδένωσεν αὐτούς. 7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ; ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐϕρανϑήσεται Ισραηλ.

Liber Psalmorum - Ψαλμοί 53

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ 2 ἐν τῷ ἐλϑεῖν τοὺς Ζιϕαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ᾽ ἡμῖν; 3 Ὁ ϑεός, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. 4 ὁ ϑεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. 5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέϑεντο τὸν ϑεὸν ἐνώπιον αὐτῶν. διάψαλμα. 6 ἰδοὺ γὰρ ὁ ϑεὸς βοηϑεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. 7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχϑροῖς μου· ἐν τῇ ἀληϑείᾳ σου ἐξολέϑρευσον αὐτούς. 8 ἑκουσίως ϑύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαϑόν· 9 ὅτι ἐκ πάσης ϑλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχϑροῖς μου ἐπεῖδεν ὁ ὀϕϑαλμός μου.

Liber Psalmorum - Ψαλμοί 54

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ. 2 Ἐνώτισαι, ὁ ϑεός, τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, 3 πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήϑην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχϑην 4 ἀπὸ ϕωνῆς ἐχϑροῦ καὶ ἀπὸ ϑλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. 5 ἡ καρδία μου ἐταράχϑη ἐν ἐμοί, καὶ δειλία ϑανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ· 6 ϕόβος καὶ τρόμος ἦλϑεν ἐπ᾽ ἐμέ, καὶ ἐκάλυψέν με σκότος. 7 καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασϑήσομαι καὶ καταπαύσω; 8 ἰδοὺ ἐμάκρυνα ϕυγαδεύων καὶ ηὐλίσϑην ἐν τῇ ἐρήμῳ. διάψαλμα. 9 προσεδεχόμην τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος. 10 καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. 11 ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, 12 καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. 13 ὅτι εἰ ἐχϑρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ. 14 σὺ δέ, ἄνϑρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, 15 ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ ἐπορεύϑημεν ἐν ὁμονοίᾳ· 16 ἐλϑέτω ϑάνατος ἐπ᾽ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. 17 ἐγὼ δὲ πρὸς τὸν ϑεὸν ἐκέκραξα, καὶ ὁ κύριος εἰσήκουσέν μου. 18 ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι· ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς ϕωνῆς μου. 19 λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. 20 εἰσακούσεται ὁ ϑεὸς καὶ ταπεινώσει αὐτούς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. διάψαλμα. οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐϕοβήϑησαν τὸν ϑεόν. 21 ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαϑήκην αὐτοῦ. 22 διεμερίσϑησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνϑησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσιν βολίδες. 23 ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε δια ϑρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. 24 σὺ δέ, ὁ ϑεός, κατάξεις αὐτοὺς εἰς ϕρέαρ διαϕϑορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν. ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε.

Liber Psalmorum - Ψαλμοί 55

1 Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυιδ εἰς στηλογραϕίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόϕυλοι ἐν Γεϑ. 2 Ἐλέησόν με, κύριε, ὅτι κατεπάτησέν με ἄνϑρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔϑλιψέν με. 3 κατεπάτησάν με οἱ ἐχϑροί μου ὅλην τὴν ἡμέραν, ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. 4 ἡμέρας ϕοβηϑήσομαι, ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ. 5 ἐν τῷ ϑεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν. ἐπὶ τῷ ϑεῷ ἤλπισα, οὐ ϕοβηϑήσομαι· τί ποιήσει μοι σάρξ; 6 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ᾽ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. 7 παροικήσουσιν καὶ κατακρύψουσιν· αὐτοὶ τὴν πτέρναν μου ϕυλάξουσιν, καϑάπερ ὑπέμειναν τὴν ψυχήν μου. 8 ὑπὲρ τοῦ μηϑενὸς σώσεις αὐτούς, ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ ϑεός. 9 τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔϑου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου. 10 ἐπιστρέψουσιν οἱ ἐχϑροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι ϑεός μου εἶ σύ. 11 ἐπὶ τῷ ϑεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον. 12 ἐπὶ τῷ ϑεῷ ἤλπισα, οὐ ϕοβηϑήσομαι· τί ποιήσει μοι ἄνϑρωπος; 13 ἐν ἐμοί, ὁ ϑεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι, 14 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ ϑανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισϑήματος τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ ϑεοῦ ἐν ϕωτὶ ζώντων.

Liber Psalmorum - Ψαλμοί 56

1 Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· τῷ Δαυιδ εἰς στηλογραϕίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον. 2 Ἐλέησόν με, ὁ ϑεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιϑεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλϑῃ ἡ ἀνομία. 3 κεκράξομαι πρὸς τὸν ϑεὸν τὸν ὕψιστον, τὸν ϑεὸν τὸν εὐεργετήσαντά με. 4 ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. διάψαλμα. ἐξαπέστειλεν ὁ ϑεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήϑειαν αὐτοῦ 5 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήϑην τεταραγμένος· υἱοὶ ἀνϑρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. 6 ὑψώϑητι ἐπὶ τοὺς οὐρανούς, ὁ ϑεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 7 παγίδα ἡτοίμασαν τοῖς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόϑρον καὶ ἐνέπεσαν εἰς αὐτόν. διάψαλμα. 8 ἑτοίμη ἡ καρδία μου, ὁ ϑεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ. 9 ἐξεγέρϑητι, ἡ δόξα μου· ἐξεγέρϑητι, ψαλτήριον καὶ κιϑάρα· ἐξεγερϑήσομαι ὄρϑρου. 10 ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, ψαλῶ σοι ἐν ἔϑνεσιν, 11 ὅτι ἐμεγαλύνϑη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεϕελῶν ἡ ἀλήϑειά σου. 12 ὑψώϑητι ἐπὶ τοὺς οὐρανούς, ὁ ϑεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Liber Psalmorum - Ψαλμοί 57

1 Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· τῷ Δαυιδ εἰς στηλογραϕίαν. 2 Εἰ ἀληϑῶς ἄρα δικαιοσύνην λαλεῖτε; εὐϑεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνϑρώπων; 3 καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσϑε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. 4 ἀπηλλοτριώϑησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήϑησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη. 5 ϑυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄϕεως, ὡσεὶ ἀσπίδος κωϕῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, 6 ἥτις οὐκ εἰσακούσεται ϕωνὴν ἐπᾳδόντων ϕαρμάκου τε ϕαρμακευομένου παρὰ σοϕοῦ. 7 ὁ ϑεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέϑλασεν κύριος. 8 ἐξουδενωϑήσονται ὡς ὕδωρ διαπορευόμενον· ἐντενεῖ τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσϑενήσουσιν. 9 ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεϑήσονται· ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον. 10 πρὸ τοῦ συνιέναι τὰς ἀκάνϑας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. 11 εὐϕρανϑήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. 12 καὶ ἐρεῖ ἄνϑρωπος Εἰ ἄρα ἔστιν καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ ϑεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.

Liber Psalmorum - Ψαλμοί 58

1 Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· τῷ Δαυιδ εἰς στηλο γραϕίαν, ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐϕύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ ϑανατῶσαι αὐτόν. 2 Ἐξελοῦ με ἐκ τῶν ἐχϑρῶν μου, ὁ ϑεός, καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με· 3 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. 4 ὅτι ἰδοὺ ἐϑήρευσαν τὴν ψυχήν μου, ἐπέϑεντο ἐπ᾽ ἐμὲ κραταιοί. οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, κύριε· 5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύϑυναν· ἐξεγέρϑητι εἰς συνάντησίν μου καὶ ἰδέ. 6 καὶ σύ, κύριε ὁ ϑεὸς τῶν δυνάμεων ὁ ϑεὸς Ισραηλ, πρόσχες τοῦ ἐπισκέψασϑαι πάντα τὰ ἔϑνη, μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. διάψαλμα. 7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυ κλώσουσιν πόλιν. 8 ἰδοὺ ἀποϕϑέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομϕαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν; 9 καὶ σύ, κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔϑνη. 10 τὸ κράτος μου, πρὸς σὲ ϕυλάξω, ὅτι ὁ ϑεὸς ἀντιλήμπτωρ μου εἶ. 11 ὁ ϑεός μου, τὸ ἔλεος αὐτοῦ προϕϑάσει με· ὁ ϑεὸς δείξει μοι ἐν τοῖς ἐχϑροῖς μου. 12 μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάϑωνται τοῦ λαοῦ μου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου κύριε. 13 ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, καὶ συλλημϕϑήτωσαν ἐν τῇ ὑπερηϕανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι 14 ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν· καὶ γνώσονται ὅτι ὁ ϑεὸς δεσπόζει τοῦ Ιακωβ, τῶν περά των τῆς γῆς. διάψαλμα. 15 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυ κλώσουσιν πόλιν. 16 αὐτοὶ διασκορπισϑήσονται τοῦ ϕαγεῖν· ἐὰν δὲ μὴ χορτασϑῶσιν, καὶ γογγύσουσιν. 17 ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐγενήϑης ἀντιλήμπτωρ μου καὶ καταϕυγὴ ἐν ἡμέρᾳ ϑλίψεώς μου. 18 βοηϑός μου, σοὶ ψαλῶ, ὅτι, ὁ ϑεός, ἀντιλήμπτωρ μου εἶ, ὁ ϑεός μου, τὸ ἔλεός μου.

Liber Psalmorum - Ψαλμοί 59

1 Εἰς τὸ τέλος· τοῖς ἀλλοιωϑησομένοις ἔτι, εἰς στηλο γραϕίαν τῷ Δαυιδ, εἰς διδαχήν, 2 ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα, καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν ϕάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας. 3 Ὁ ϑεός, ἀπώσω ἡμᾶς καὶ καϑεῖλες ἡμᾶς, ὠργίσϑης καὶ οἰκτίρησας ἡμᾶς. 4 συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύϑη. 5 ἔδειξας τῷ λαῷ σου σκληρά, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. 6 ἔδωκας τοῖς ϕοβουμένοις σε σημείωσιν τοῦ ϕυγεῖν ἀπὸ προσώπου τόξου. διάψαλμα. 7 ὅπως ἂν ῥυσϑῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 8 ὁ ϑεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· 9 ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εϕραιμ κραταίωσις τῆς κεϕαλῆς μου, Ιουδας βασιλεύς μου· 10 Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόϕυλοι ὑπετάγησαν. 11 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας; 12 οὐχὶ σύ, ὁ ϑεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ ϑεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 13 δὸς ἡμῖν βοήϑειαν ἐκ ϑλίψεως· καὶ ματαία σωτηρία ἀνϑρώπου. 14 ἐν δὲ τῷ ϑεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ϑλίβοντας ἡμᾶς.

Liber Psalmorum - Ψαλμοί 60

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυιδ. 2 Εἰσάκουσον, ὁ ϑεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. 3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς με, 4 ὡδήγησάς με, ὅτι ἐγενήϑης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχϑροῦ. 5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασϑήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. διάψαλμα. 6 ὅτι σύ, ὁ ϑεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς ϕοβουμένοις τὸ ὄνομά σου. 7 ἡμέρας ἐϕ᾽ ἡμέρας βασιλέως προσϑήσεις, ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. 8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ ϑεοῦ· ἔλεος καὶ ἀλήϑειαν αὐτοῦ τίς ἐκζητήσει; 9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

Liber Psalmorum - Ψαλμοί 61

1 Εἰς τὸ τέλος, ὑπὲρ Ιδιϑουν· ψαλμὸς τῷ Δαυιδ. 2 Οὐχὶ τῷ ϑεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου· 3 καὶ γὰρ αὐτὸς ϑεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευϑῶ ἐπὶ πλεῖον. 4 ἕως πότε ἐπιτίϑεσϑε ἐπ᾽ ἄνϑρωπον; ϕονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ ϕραγμῷ ὠσμένῳ. 5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασϑαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα. 6 πλὴν τῷ ϑεῷ ὑποτάγηϑι, ἡ ψυχή μου, ὅτι παρ᾽ αὐτοῦ ἡ ὑπομονή μου· 7 ὅτι αὐτὸς ϑεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω. 8 ἐπὶ τῷ ϑεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ ϑεὸς τῆς βοηϑείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ ϑεῷ. 9 ἐλπίσατε ἐπ᾽ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ ϑεὸς βοηϑὸς ἡμῶν. διάψαλμα. 10 πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνϑρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνϑρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. 11 μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποϑεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίϑεσϑε καρδίαν. 12 ἅπαξ ἐλάλησεν ὁ ϑεός, δύο ταῦτα ἤκουσα, 13 ὅτι τὸ κράτος τοῦ ϑεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 62

1 Ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας. 2 Ὁ ϑεὸς ὁ ϑεός μου, πρὸς σὲ ὀρϑρίζω· ἐδίψησέν σοι ἡ ψυχή μου. ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ; 3 οὕτως ἐν τῷ ἁγίῳ ὤϕϑην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. 4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσίν σε. 5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. 6 ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησϑείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. 7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρϑροις ἐμελέτων εἰς σέ· 8 ὅτι ἐγενήϑης βοηϑός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. 9 ἐκολλήϑη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου. 10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· 11 παραδοϑήσονται εἰς χεῖρας ῥομϕαίας, μερίδες ἀλωπέκων ἔσονται. 12 ὁ δὲ βασιλεὺς εὐϕρανϑήσεται ἐπὶ τῷ ϑεῷ, ἐπαινεσϑήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεϕράγη στόμα λαλούντων ἄδικα.

Liber Psalmorum - Ψαλμοί 63

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 Εἰσάκουσον, ὁ ϑεός, τῆς ϕωνῆς μου ἐν τῷ δέεσϑαί με, ἀπὸ ϕόβου ἐχϑροῦ ἐξελοῦ τὴν ψυχήν μου. 3 ἐσκέπασάς με ἀπὸ συστροϕῆς πονηρευομένων, ἀπὸ πλήϑους ἐργαζομένων τὴν ἀνομίαν, 4 οἵτινες ἠκόνησαν ὡς ῥομϕαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν 5 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύϕοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ ϕοβηϑήσονται. 6 ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν Τίς ὄψεται αὐτούς; 7 ἐξηρεύνησαν ἀνομίας, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. προσελεύσεται ἄνϑρωπος, καὶ καρδία βαϑεῖα, 8 καὶ ὑψωϑήσεται ὁ ϑεός. βέλος νηπίων ἐγενήϑησαν αἱ πληγαὶ αὐτῶν, 9 καὶ ἐξησϑένησαν ἐπ᾽ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. ἐταράχϑησαν πάντες οἱ ϑεωροῦντες αὐτούς, 10 καὶ ἐϕοβήϑη πᾶς ἄνϑρωπος. καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ ϑεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. 11 εὐϕρανϑήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾽ αὐτόν, καὶ ἐπαινεσϑήσονται πάντες οἱ εὐϑεῖς τῇ καρδίᾳ.

Liber Psalmorum - Ψαλμοί 64

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσϑαι. 2 Σοὶ πρέπει ὕμνος, ὁ ϑεός, ἐν Σιων, καὶ σοὶ ἀποδοϑήσεται εὐχὴ ἐν Ιερουσαλημ. 3 εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. 4 λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ. 5 μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησϑησόμεϑα ἐν τοῖς ἀγαϑοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, ϑαυμαστὸς ἐν δικαιοσύνῃ. 6 ἐπάκουσον ἡμῶν, ὁ ϑεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ ἐν ϑαλάσσῃ μακράν, 7 ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, 8 ὁ συνταράσσων τὸ κύτος τῆς ϑαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχϑήσονται τὰ ἔϑνη, 9 καὶ ϕοβηϑήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν ση μείων σου· ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις. 10 ἐπεσκέψω τὴν γῆν καὶ ἐμέϑυσας αὐτήν, ἐπλήϑυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ ϑεοῦ ἐπληρώϑη ὑδάτων· ἡτοίμασας τὴν τροϕὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου. 11 τοὺς αὔλακας αὐτῆς μέϑυσον, πλήϑυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐϕρανϑήσεται ἀνατέλλουσα. 12 εὐλογήσεις τὸν στέϕανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησϑήσονται πιότητος· 13 πιανϑήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 14 ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληϑυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.

Liber Psalmorum - Ψαλμοί 65

1 Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· [ἀναστάσεως.] Ἀλαλάξατε τῷ ϑεῷ, πᾶσα ἡ γῆ, 2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. 3 εἴπατε τῷ ϑεῷ Ὡς ϕοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήϑει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχϑροί σου· 4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάψαλμα. 5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ ϑεοῦ· ϕοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνϑρώπων, 6 ὁ μεταστρέϕων τὴν ϑάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐϕρανϑησόμεϑα ἐπ᾽ αὐτῷ, 7 τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔϑνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσϑωσαν ἐν ἑαυτοῖς. διάψαλμα. 8 εὐλογεῖτε, ἔϑνη, τὸν ϑεὸν ἡμῶν καὶ ἀκουτίσασϑε τὴν ϕωνὴν τῆς αἰνέσεως αὐτοῦ, 9 τοῦ ϑεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. 10 ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ ϑεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· 11 εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔϑου ϑλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. 12 ἐπεβίβασας ἀνϑρώπους ἐπὶ τὰς κεϕαλὰς ἡμῶν, διήλϑομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. 13 εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, 14 ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ ϑλίψει μου· 15 ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ ϑυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα. 16 δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ ϕοβούμενοι τὸν ϑεόν, ὅσα ἐποίησεν τῇ ψυχῇ μου. 17 πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου 18 Ἀδικίαν εἰ ἐϑεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος. 19 διὰ τοῦτο εἰσήκουσέν μου ὁ ϑεός, προσέσχεν τῇ ϕωνῇ τῆς δεήσεώς μου. 20 εὐλογητὸς ὁ ϑεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾽ ἐμοῦ.

Liber Psalmorum - Ψαλμοί 66

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς. 2 Ὁ ϑεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιϕάναι τὸ πρόσωπον αὐτοῦ ἐϕ᾽ ἡμᾶς διάψαλμα 3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔϑνεσιν τὸ σωτήριόν σου. 4 ἐξομολογησάσϑωσάν σοι λαοί, ὁ ϑεός, ἐξομολογησάσϑωσάν σοι λαοὶ πάντες. 5 εὐϕρανϑήτωσαν καὶ ἀγαλλιάσϑωσαν ἔϑνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐϑύτητι καὶ ἔϑνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα. 6 ἐξομολογησάσϑωσάν σοι λαοί, ὁ ϑεός, ἐξομολογησάσϑωσάν σοι λαοὶ πάντες. 7 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ ϑεὸς ὁ ϑεὸς ἡμῶν. 8 εὐλογήσαι ἡμᾶς ὁ ϑεός, καὶ ϕοβηϑήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Liber Psalmorum - Ψαλμοί 67

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμὸς ᾠδῆς. 2 Ἀναστήτω ὁ ϑεός, καὶ διασκορπισϑήτωσαν οἱ ἐχϑροὶ αὐτοῦ, καὶ ϕυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ. 3 ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ ϑεοῦ. 4 καὶ οἱ δίκαιοι εὐϕρανϑήτωσαν, ἀγαλλιάσϑωσαν ἐνώπιον τοῦ ϑεοῦ, τερϕϑήτωσαν ἐν εὐϕροσύνῃ. 5 ᾄσατε τῷ ϑεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσϑε ἐνώπιον αὐτοῦ. ταραχϑήσονται ἀπὸ προσώπου αὐτοῦ, 6 τοῦ πατρὸς τῶν ὀρϕανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ ϑεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. 7 ὁ ϑεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάϕοις. 8 ὁ ϑεός, ἐν τῷ ἐκπορεύεσϑαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα 9 γῆ ἐσείσϑη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν, ἀπὸ προσώπου τοῦ ϑεοῦ τοῦτο Σινα, ἀπὸ προσώπου τοῦ ϑεοῦ Ισραηλ. 10 βροχὴν ἑκούσιον ἀϕοριεῖς, ὁ ϑεός, τῇ κληρονομίᾳ σου, καὶ ἠσϑένησεν, σὺ δὲ κατηρτίσω αὐτήν. 11 τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ ϑεός. 12 κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, 13 ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσϑαι σκῦλα. 14 ἐὰν κοιμηϑῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάϕρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. διάψαλμα. 15 ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς χιονωϑήσονται ἐν Σελμων. 16 ὄρος τοῦ ϑεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. 17 ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ ϑεὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος. 18 τὸ ἅρμα τοῦ ϑεοῦ μυριοπλάσιον, χιλιάδες εὐϑηνούντων· ὁ κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ. 19 ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνϑρώπῳ, καὶ γὰρ ἀπειϑοῦντες τοῦ κατασκηνῶσαι. κύριος ὁ ϑεὸς εὐλογητός, 20 εὐλογητὸς κύριος ἡμέραν καϑ᾽ ἡμέραν, κατευοδώσει ἡμῖν ὁ ϑεὸς τῶν σωτηρίων ἡμῶν. διάψαλμα. 21 ὁ ϑεὸς ἡμῶν ϑεὸς τοῦ σῴζειν, καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ ϑανάτου. 22 πλὴν ὁ ϑεὸς συνϑλάσει κεϕαλὰς ἐχϑρῶν αὐτοῦ, κορυϕὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. 23 εἶπεν κύριος Ἐκ Βασαν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυϑοῖς ϑαλάσσης, 24 ὅπως ἂν βαϕῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχϑρῶν παρ᾽ αὐτοῦ. 25 ἐϑεωρήϑησαν αἱ πορεῖαί σου, ὁ ϑεός, αἱ πορεῖαι τοῦ ϑεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. 26 προέϕϑασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. 27 ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν ϑεόν, τὸν κύριον ἐκ πηγῶν Ισραηλ. 28 ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλων, ἄρχοντες Νεϕϑαλι. 29 ἔντειλαι, ὁ ϑεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ ϑεός, τοῦτο, ὃ κατειργάσω ἡμῖν. 30 ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα. 31 ἐπιτίμησον τοῖς ϑηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισϑῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔϑνη τὰ τοὺς πολέμους ϑέλοντα. 32 ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου, Αἰϑιοπία προϕϑάσει χεῖρα αὐτῆς τῷ ϑεῷ. 33 αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ ϑεῷ, ψάλατε τῷ κυρίῳ. διάψαλμα. 34 ψάλατε τῷ ϑεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρα νοῦ κατὰ ἀνατολάς· ἰδοὺ δώσει ἐν τῇ ϕωνῇ αὐτοῦ ϕωνὴν δυνάμεως. 35 δότε δόξαν τῷ ϑεῷ· ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεϕέλαις. 36 ϑαυμαστὸς ὁ ϑεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ ϑεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. εὐλογητὸς ὁ ϑεός.

Liber Psalmorum - Ψαλμοί 68

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωϑησομένων· τῷ Δαυιδ. 2 Σῶσόν με, ὁ ϑεός, ὅτι εἰσήλϑοσαν ὕδατα ἕως ψυχῆς μου. 3 ἐνεπάγην εἰς ἰλὺν βυϑοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλϑον εἰς τὰ βάϑη τῆς ϑαλάσσης, καὶ καταιγὶς κατεπόντισέν με. 4 ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀϕϑαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν ϑεόν μου. 5 ἐπληϑύνϑησαν ὑπὲρ τὰς τρίχας τῆς κεϕαλῆς μου οἱ μισοῦν τές με δωρεάν, ἐκραταιώϑησαν οἱ ἐχϑροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον. 6 ὁ ϑεός, σὺ ἔγνως τὴν ἀϕροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. 7 μὴ αἰσχυνϑείησαν ἐπ᾽ ἐμοὶ οἱ ὑπομένοντές σε, κύριε κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ᾽ ἐμοὶ οἱ ζητοῦντές σε, ὁ ϑεὸς τοῦ Ισραηλ, 8 ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. 9 ἀπηλλοτριωμένος ἐγενήϑην τοῖς ἀδελϕοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, 10 ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέϕαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ. 11 καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήϑη εἰς ὀνειδισμὸν ἐμοί· 12 καὶ ἐϑέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. 13 κατ᾽ ἐμοῦ ἠδολέσχουν οἱ καϑήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον. 14 ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, κύριε· καιρὸς εὐδοκίας, ὁ ϑεός, ἐν τῷ πλήϑει τοῦ ἐλέους σου· ἐπάκουσόν μου ἐν ἀληϑείᾳ τῆς σωτηρίας σου. 15 σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσϑείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάϑους τῶν ὑδάτων· 16 μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυϑός, μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ ϕρέαρ τὸ στόμα αὐτοῦ. 17 εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆϑος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ. 18 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι ϑλίβομαι, ταχὺ ἐπάκουσόν μου. 19 πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχϑρῶν μου ῥῦσαί με. 20 σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ ϑλίβοντές με. 21 ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. 22 καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. 23 γενηϑήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον· 24 σκοτισϑήτωσαν οἱ ὀϕϑαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον· 25 ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ ϑυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. 26 γενηϑήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· 27 ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέϑηκαν. 28 πρόσϑες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελϑέτωσαν ἐν δικαιοσύνῃ σου· 29 ἐξαλειϕϑήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραϕήτωσαν. 30 πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ ἡ σωτηρία τοῦ προσώπου σου, ὁ ϑεός, ἀντελάβετό μου. 31 αἰνέσω τὸ ὄνομα τοῦ ϑεοῦ μετ᾽ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, 32 καὶ ἀρέσει τῷ ϑεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκϕέροντα καὶ ὁπλάς. 33 ἰδέτωσαν πτωχοὶ καὶ εὐϕρανϑήτωσαν· ἐκζητήσατε τὸν ϑεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, 34 ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. 35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, ϑάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. 36 ὅτι ὁ ϑεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηϑήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· 37 καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καϑέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.

Liber Psalmorum - Ψαλμοί 69

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν, 2 εἰς τὸ σῶσαί με κύριον. Ὁ ϑεός, εἰς τὴν βοήϑειάν μου πρόσχες. 3 αἰσχυνϑείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραϕείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνϑείησαν οἱ βου λόμενοί μοι κακά, 4 ἀποστραϕείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. 5 ἀγαλλιάσϑωσαν καὶ εὐϕρανϑήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη τοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνϑήτω ὁ ϑεός, οἱ ἀγαπῶν τες τὸ σωτήριόν σου. 6 ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ ϑεός, βοήϑησόν μοι. βοηϑός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.

Liber Psalmorum - Ψαλμοί 70

1 Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισϑέντων. Ὁ ϑεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνϑείην εἰς τὸν αἰῶνα. 2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με. 3 γενοῦ μοι εἰς ϑεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταϕυγή μου εἶ σύ. 4 ὁ ϑεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· 5 ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε· κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου. 6 ἐπὶ σὲ ἐπεστηρίχϑην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός. 7 ὡσεὶ τέρας ἐγενήϑην τοῖς πολλοῖς, καὶ σὺ βοηϑὸς κραταιός. 8 πληρωϑήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. 9 μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. 10 ὅτι εἶπαν οἱ ἐχϑροί μου ἐμοὶ καὶ οἱ ϕυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ 11 λέγοντες Ὁ ϑεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. 12 ὁ ϑεός, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ· ὁ ϑεός μου, εἰς τὴν βοήϑειάν μου πρόσχες. 13 αἰσχυνϑήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυ χήν μου, περιβαλέσϑωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κα κά μοι. 14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσϑήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. 15 τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας. 16 εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· κύριε, μνησϑήσομαι τῆς δικαιοσύνης σου μόνου. 17 ἐδίδαξάς με, ὁ ϑεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ ϑαυμάσιά σου. 18 καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ ϑεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρ χομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. 19 ὁ ϑεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ ϑεός, τίς ὅμοιός σοι; 20 ὅσας ἔδειξάς μοι ϑλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. 21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με [καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.] 22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλή ϑειάν σου, ὁ ϑεός· ψαλῶ σοι ἐν κιϑάρᾳ, ὁ ἅγιος τοῦ Ισραηλ. 23 ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. 24 ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνϑῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

Liber Psalmorum - Ψαλμοί 72

1 Εἰς Σαλωμων. Ὁ ϑεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως 2 κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. 3 ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ ἐν δικαιοσύνῃ. 4 κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοϕάντην 5 καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν 6 καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. 7 ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆϑος εἰρήνης ἕως οὗ ἀνταναιρεϑῇ ἡ σελήνη. 8 καὶ κατακυριεύσει ἀπὸ ϑαλάσσης ἕως ϑαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης. 9 ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰϑίοπες, καὶ οἱ ἐχϑροὶ αὐτοῦ χοῦν λείξουσιν· 10 βασιλεῖς Θαρσις καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς Ἀράβων καὶ Σαβα δῶρα προσάξουσιν· 11 καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς, πάντα τὰ ἔϑνη δουλεύσουσιν αὐτῷ. 12 ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχεν βοηϑός· 13 ϕείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει· 14 ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ. 15 καὶ ζήσεται, καὶ δοϑήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. 16 ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾽ ἄκρων τῶν ὀρέων· ὑπεραρϑήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανϑήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. 17 ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ εὐλογηϑήσονται ἐν αὐτῷ πᾶσαι αἱ ϕυλαὶ τῆς γῆς, πάντα τὰ ἔϑνη μακαριοῦσιν αὐτόν. 18 Εὐλογητὸς κύριος ὁ ϑεὸς ὁ ϑεὸς Ισραηλ ὁ ποιῶν ϑαυμάσια μόνος, 19 καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωϑήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο γένοιτο. 20 Ἐξέλιπον οἱ ὕμνοι Δαυιδ τοῦ υἱοῦ Ιεσσαι. – –

Liber Psalmorum - Ψαλμοί 72

1 Ψαλμὸς τῷ Ασαϕ. Ὡς ἀγαϑὸς τῷ Ισραηλ ὁ ϑεός, τοῖς εὐϑέσι τῇ καρδίᾳ. 2 ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύϑησαν οἱ πόδες, παρ᾽ ὀλίγον ἐξεχύϑη τὰ διαβήματά μου. 3 ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν ϑεωρῶν, 4 ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ ϑανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· 5 ἐν κόποις ἀνϑρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνϑρώπων οὐ μαστιγωϑήσονται. 6 διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηϕανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. 7 ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν διήλϑοσαν εἰς διάϑεσιν καρδίας· 8 διενοήϑησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· 9 ἔϑεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλϑεν ἐπὶ τῆς γῆς. 10 διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦϑα, καὶ ἡμέραι πλήρεις εὑρεϑήσονται αὐτοῖς. 11 καὶ εἶπαν Πῶς ἔγνω ὁ ϑεός, καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ; 12 ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐϑηνοῦνται· εἰς τὸν αἰῶνα κατέσχον πλούτου. 13 καὶ εἶπα Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀϑῴοις τὰς χεῖράς μου· 14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας. 15 εἰ ἔλεγον Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνϑέτηκα. 16 καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐναντίον μου, 17 ἕως εἰσέλϑω εἰς τὸ ἁγιαστήριον τοῦ ϑεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. 18 πλὴν διὰ τὰς δολιότητας ἔϑου αὐτοῖς, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρϑῆναι. 19 πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. 20 ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. 21 ὅτι ἐξεκαύϑη ἡ καρδία μου, καὶ οἱ νεϕροί μου ἠλλοιώϑησαν, 22 καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοί. 23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, 24 ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με. 25 τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠϑέλησα ἐπὶ τῆς γῆς; 26 ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ ϑεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ ϑεὸς εἰς τὸν αἰῶνα. 27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλέϑρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. 28 ἐμοὶ δὲ τὸ προσκολλᾶσϑαι τῷ ϑεῷ ἀγαϑόν ἐστιν, τίϑεσϑαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς ϑυγατρὸς Σιων.

Liber Psalmorum - Ψαλμοί 73

1 Συνέσεως τῷ Ασαϕ. Ἵνα τί ἀπώσω, ὁ ϑεός, εἰς τέλος, ὠργίσϑη ὁ ϑυμός σου ἐπὶ πρόβατα νομῆς σου; 2 μνήσϑητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιων τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. 3 ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηϕανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχϑρὸς ἐν τοῖς ἁγίοις σου. 4 καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔϑεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. 5 ὡς εἰς τὴν εἴσοδον ὑπεράνω, 6 ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς ϑύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. 7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. 8 εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό Δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ ϑεοῦ ἀπὸ τῆς γῆς. 9 τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προϕήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. 10 ἕως πότε, ὁ ϑεός, ὀνειδιεῖ ὁ ἐχϑρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; 11 ἵνα τί ἀποστρέϕεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; 12 ὁ δὲ ϑεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. 13 σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν ϑάλασσαν, σὺ συνέτριψας τὰς κεϕαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. 14 σὺ συνέϑλασας τὰς κεϕαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰϑίοψιν. 15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς Ηϑαμ. 16 σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω ϕαῦσιν καὶ ἥλιον. 17 σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· ϑέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. 18 μνήσϑητι ταύτης· ἐχϑρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄϕρων παρώξυνεν τὸ ὄνομά σου. 19 μὴ παραδῷς τοῖς ϑηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάϑῃ εἰς τέλος. 20 ἐπίβλεψον εἰς τὴν διαϑήκην σου, ὅτι ἐπληρώϑησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. 21 μὴ ἀποστραϕήτω τεταπεινωμένος κατῃσχυμμένος· πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου. 22 ἀνάστα, ὁ ϑεός, δίκασον τὴν δίκην σου· μνήσϑητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄϕρονος ὅλην τὴν ἡμέραν. 23 μὴ ἐπιλάϑῃ τῆς ϕωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηϕανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ.

Liber Psalmorum - Ψαλμοί 74

1 Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· ψαλμὸς τῷ Ασαϕ ᾠδῆς. 2 Ἐξομολογησόμεϑά σοι, ὁ ϑεός, ἐξομολογησόμεϑα καὶ ἐπικαλεσόμεϑα τὸ ὄνομά σου. 3 διηγήσομαι πάντα τὰ ϑαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐϑύτητας κρινῶ. 4 ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα. 5 εἶπα τοῖς παρανομοῦσιν Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας, 6 μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ ϑεοῦ ἀδικίαν. 7 ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, 8 ὅτι ὁ ϑεὸς κριτής ἐστιν, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. 9 ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώϑη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. 10 ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ ϑεῷ Ιακωβ· 11 καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, καὶ ὑψωϑήσεται τὰ κέρατα τοῦ δικαίου.

Liber Psalmorum - Ψαλμοί 75

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαϕ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. 2 Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ ϑεός, ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ. 3 καὶ ἐγενήϑη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων· 4 ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομϕαίαν καὶ πόλεμον. διάψαλμα, 5 ϕωτίζεις σὺ ϑαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. 6 ἐταράχϑησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. 7 ἀπὸ ἐπιτιμήσεώς σου, ὁ ϑεὸς Ιακωβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους. 8 σὺ ϕοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. 9 ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐϕοβήϑη καὶ ἡσύχασεν 10 ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν ϑεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. διάψαλμα. 11 ὅτι ἐνϑύμιον ἀνϑρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνϑυμίου ἑορτάσει σοι. 12 εὔξασϑε καὶ ἀπόδοτε κυρίῳ τῷ ϑεῷ ὑμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα 13 τῷ ϕοβερῷ καὶ ἀϕαιρουμένῳ πνεύματα ἀρχόντων, ϕοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

Liber Psalmorum - Ψαλμοί 76

1 Εἰς τὸ τέλος, ὑπὲρ Ιδιϑουν· τῷ Ασαϕ ψαλμός. 2 Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, ϕωνῇ μου πρὸς τὸν ϑεόν, καὶ προσέσχεν μοι. 3 ἐν ἡμέρᾳ ϑλίψεώς μου τὸν ϑεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήϑην· ἀπηνήνατο παρακληϑῆναι ἡ ψυχή μου. 4 ἐμνήσϑην τοῦ ϑεοῦ καὶ εὐϕράνϑην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα. 5 προκατελάβοντο ϕυλακὰς οἱ ὀϕϑαλμοί μου, ἐταράχϑην καὶ οὐκ ἐλάλησα. 6 διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσϑην καὶ ἐμελέτησα· 7 νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. 8 μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσϑήσει τοῦ εὐδοκῆσαι ἔτι; 9 ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; 10 ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ ϑεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα. 11 καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. 12 ἐμνήσϑην τῶν ἔργων κυρίου, ὅτι μνησϑήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν ϑαυμασίων σου 13 καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω. 14 ὁ ϑεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς ϑεὸς μέγας ὡς ὁ ϑεὸς ἡμῶν; 15 σὺ εἶ ὁ ϑεὸς ὁ ποιῶν ϑαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· 16 ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηϕ. διάψαλμα. 17 εἴδοσάν σε ὕδατα, ὁ ϑεός, εἴδοσάν σε ὕδατα καὶ ἐϕοβήϑησαν, καὶ ἐταράχϑησαν ἄβυσσοι, πλῆϑος ἤχους ὑδάτων. 18 ϕωνὴν ἔδωκαν αἱ νεϕέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· 19 ϕωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔϕαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύϑη καὶ ἔντρομος ἐγενήϑη ἡ γῆ. 20 ἐν τῇ ϑαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσϑήσονται. 21 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων.

Liber Psalmorum - Ψαλμοί 77

1 Συνέσεως τῷ Ασαϕ. Προσέχετε, λαός μου, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· 2 ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ϕϑέγξομαι προβλήματα ἀπ᾽ ἀρχῆς. 3 ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, 4 οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ ϑαυμάσια αὐτοῦ, ἃ ἐποίησεν. 5 καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ καὶ νόμον ἔϑετο ἐν Ισραηλ, ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, 6 ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχϑησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν, 7 ἵνα ϑῶνται ἐπὶ τὸν ϑεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάϑωνται τῶν ἔργων τοῦ ϑεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν, 8 ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεά, ἥτις οὐ κατηύϑυνεν τὴν καρδίαν αὐτῆς καὶ οὐκ ἐπιστώϑη μετὰ τοῦ ϑεοῦ τὸ πνεῦμα αὐτῆς. 9 υἱοὶ Εϕραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράϕησαν ἐν ἡμέρᾳ πολέμου. 10 οὐκ ἐϕύλαξαν τὴν διαϑήκην τοῦ ϑεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤϑελον πορεύεσϑαι 11 καὶ ἐπελάϑοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν ϑαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς, 12 ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησεν ϑαυμάσια ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως. 13 διέρρηξεν ϑάλασσαν καὶ διήγαγεν αὐτούς, ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν 14 καὶ ὡδήγησεν αὐτοὺς ἐν νεϕέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν ϕωτισμῷ πυρός. 15 διέρρηξεν πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ 16 καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. 17 καὶ προσέϑεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ 18 καὶ ἐξεπείρασαν τὸν ϑεὸν ἐν ταῖς καρδίαις αὐτῶν τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν 19 καὶ κατελάλησαν τοῦ ϑεοῦ καὶ εἶπαν Μὴ δυνήσεται ὁ ϑεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; 20 ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσϑησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; 21 διὰ τοῦτο ἤκουσεν κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήϕϑη ἐν Ιακωβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ, 22 ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ ϑεῷ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. 23 καὶ ἐνετείλατο νεϕέλαις ὑπεράνωϑεν καὶ ϑύρας οὐρανοῦ ἀνέῳξεν 24 καὶ ἔβρεξεν αὐτοῖς μαννα ϕαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· 25 ἄρτον ἀγγέλων ἔϕαγεν ἄνϑρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. 26 ἀπῆρεν νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ λίβα 27 καὶ ἔβρεξεν ἐπ᾽ αὐτοὺς ὡσεὶ χοῦν σάρκας καὶ ὡσεὶ ἄμμον ϑαλασσῶν πετεινὰ πτερωτά, 28 καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν, 29 καὶ ἐϕάγοσαν καὶ ἐνεπλήσϑησαν σϕόδρα, καὶ τὴν ἐπιϑυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, 30 οὐκ ἐστερήϑησαν ἀπὸ τῆς ἐπιϑυμίας αὐτῶν. ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν 31 καὶ ὀργὴ τοῦ ϑεοῦ ἀνέβη ἐπ᾽ αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοῖς πίοσιν αὐτῶν καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ισραηλ συνεπόδισεν. 32 ἐν πᾶσιν τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς ϑαυμασίοις αὐτοῦ, 33 καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. 34 ὅταν ἀπέκτεννεν αὐτούς, ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεϕον καὶ ὤρϑριζον πρὸς τὸν ϑεὸν 35 καὶ ἐμνήσϑησαν ὅτι ὁ ϑεὸς βοηϑὸς αὐτῶν ἐστιν καὶ ὁ ϑεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν. 36 καὶ ἠπάτησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ, 37 ἡ δὲ καρδία αὐτῶν οὐκ εὐϑεῖα μετ᾽ αὐτοῦ, οὐδὲ ἐπιστώϑησαν ἐν τῇ διαϑήκῃ αὐτοῦ. 38 αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαϕϑερεῖ καὶ πληϑυνεῖ τοῦ ἀποστρέψαι τὸν ϑυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ· 39 καὶ ἐμνήσϑη ὅτι σάρξ εἰσιν, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέϕον. 40 ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ; 41 καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν ϑεὸν καὶ τὸν ἅγιον τοῦ Ισραηλ παρώξυναν. 42 οὐκ ἐμνήσϑησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας, ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ϑλίβοντος, 43 ὡς ἔϑετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως· 44 καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν· 45 ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέϕαγεν αὐτούς, καὶ βάτραχον, καὶ διέϕϑειρεν αὐτούς· 46 καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι· 47 ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ· 48 καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί· 49 ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν ϑυμοῦ αὐτοῦ, ϑυμὸν καὶ ὀργὴν καὶ ϑλῖψιν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν· 50 ὡδοποίησεν τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐϕείσατο ἀπὸ ϑανάτου τῶν ψυχῶν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν εἰς ϑάνατον συνέκλεισεν 51 καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χαμ. 52 καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ 53 καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν, καὶ τοὺς ἐχϑροὺς αὐτῶν ἐκάλυψεν ϑάλασσα. 54 καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ, 55 καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔϑνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς ϕυλὰς τοῦ Ισραηλ. 56 καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν ϑεὸν τὸν ὕψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐϕυλάξαντο 57 καὶ ἀπέστρεψαν καὶ ἠσυνϑέτησαν καϑὼς καὶ οἱ πατέρες αὐτῶν καὶ μετεστράϕησαν εἰς τόξον στρεβλὸν 58 καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. 59 ἤκουσεν ὁ ϑεὸς καὶ ὑπερεῖδεν καὶ ἐξουδένωσεν σϕόδρα τὸν Ισραηλ 60 καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ, σκήνωμα αὐτοῦ, οὗ κατεσκήνωσεν ἐν ἀνϑρώποις. 61 καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχϑροῦ 62 καὶ συνέκλεισεν εἰς ῥομϕαίαν τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν. 63 τοὺς νεανίσκους αὐτῶν κατέϕαγεν πῦρ, καὶ αἱ παρϑένοι αὐτῶν οὐκ ἐπενϑήϑησαν· 64 οἱ ἱερεῖς αὐτῶν ἐν ῥομϕαίᾳ ἔπεσαν, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσϑήσονται. 65 καὶ ἐξηγέρϑη ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου, 66 καὶ ἐπάταξεν τοὺς ἐχϑροὺς αὐτοῦ εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. 67 καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηϕ καὶ τὴν ϕυλὴν Εϕραιμ οὐκ ἐξελέξατο· 68 καὶ ἐξελέξατο τὴν ϕυλὴν Ιουδα, τὸ ὄρος τὸ Σιων, ὃ ἠγάπησεν, 69 καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐϑεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. 70 καὶ ἐξελέξατο Δαυιδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, 71 ἐξόπισϑεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτοῦ καὶ Ισραηλ τὴν κληρονομίαν αὐτοῦ, 72 καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.

Liber Psalmorum - Ψαλμοί 78

1 Ψαλμὸς τῷ Ασαϕ. Ὁ ϑεός, ἤλϑοσαν ἔϑνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔϑεντο Ιερουσαλημ εἰς ὀπωροϕυλάκιον. 2 ἔϑεντο τὰ ϑνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς ϑηρίοις τῆς γῆς· 3 ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ιερουσαλημ, καὶ οὐκ ἦν ὁ ϑάπτων. 4 ἐγενήϑημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. 5 ἕως πότε, κύριε, ὀργισϑήσῃ εἰς τέλος, ἐκκαυϑήσεται ὡς πῦρ ὁ ζῆλός σου; 6 ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔϑνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, 7 ὅτι κατέϕαγον τὸν Ιακωβ καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. 8 μὴ μνησϑῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σϕόδρα. 9 βοήϑησον ἡμῖν, ὁ ϑεὸς ὁ σωτὴρ ἡμῶν· ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου, κύριε, ῥῦσαι ἡμᾶς καὶ ἱλάσϑητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου, 10 μήποτε εἴπωσιν τὰ ἔϑνη Ποῦ ἐστιν ὁ ϑεὸς αὐτῶν; καὶ γνωσϑήτω ἐν τοῖς ἔϑνεσιν ἐνώπιον τῶν ὀϕϑαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. 11 εἰσελϑάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεϑανατωμένων. 12 ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, κύριε. 13 ἡμεῖς δὲ λαός σου καὶ πρόβατα τῆς νομῆς σου ἀνϑομολογησόμεϑά σοι εἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.

Liber Psalmorum - Ψαλμοί 79

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωϑησομένων· μαρτύριον τῷ Ασαϕ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου. 2 Ὁ ποιμαίνων τὸν Ισραηλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ιωσηϕ, ὁ καϑήμενος ἐπὶ τῶν χερουβιν, ἐμϕάνηϑι. 3 ἐναντίον Εϕραιμ καὶ Βενιαμιν καὶ Μανασση ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλϑὲ εἰς τὸ σῶσαι ἡμᾶς. 4 ὁ ϑεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωϑησόμεϑα. 5 κύριε ὁ ϑεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου, 6 ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ; 7 ἔϑου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχϑροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. 8 κύριε ὁ ϑεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωϑησόμεϑα. διάψαλμα. 9 ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔϑνη καὶ κατεϕύτευσας αὐτήν· 10 ὡδοποίησας ἔμπροσϑεν αὐτῆς καὶ κατεϕύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσϑη ἡ γῆ. 11 ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ ϑεοῦ· 12 ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως ϑαλάσσης καὶ ἕως ποταμοῦ τὰς παραϕυάδας αὐτῆς. 13 ἵνα τί καϑεῖλες τὸν ϕραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; 14 ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. 15 ὁ ϑεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἰδὲ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην 16 καὶ κατάρτισαι αὐτήν, ἣν ἐϕύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνϑρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. 17 ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. 18 γενηϑήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνϑρώπου, ὃν ἐκραταίωσας σεαυτῷ· 19 καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεϑα. 20 κύριε ὁ ϑεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωϑησόμεϑα.

Liber Psalmorum - Ψαλμοί 80

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ασαϕ ψαλμός. 2 Ἀγαλλιᾶσϑε τῷ ϑεῷ τῷ βοηϑῷ ἡμῶν, ἀλαλάξατε τῷ ϑεῷ Ιακωβ· 3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιϑάρας· 4 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν· 5 ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν καὶ κρίμα τῷ ϑεῷ Ιακωβ. 6 μαρτύριον ἐν τῷ Ιωσηϕ ἔϑετο αὐτὸν ἐν τῷ ἐξελϑεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν· 7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοϕίνῳ ἐδούλευσαν. 8 Ἐν ϑλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύϕῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. διάψαλμα. 9 ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι· Ισραηλ, ἐὰν ἀκούσῃς μου, 10 οὐκ ἔσται ἐν σοὶ ϑεὸς πρόσϕατος, οὐδὲ προσκυνήσεις ϑεῷ ἀλλοτρίῳ· 11 ἐγὼ γάρ εἰμι κύριος ὁ ϑεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. 12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς ϕωνῆς μου, καὶ Ισραηλ οὐ προσέσχεν μοι· 13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. 14 εἰ ὁ λαός μου ἤκουσέν μου, Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύϑη, 15 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχϑροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς ϑλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου. 16 οἱ ἐχϑροὶ κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. 17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

Liber Psalmorum - Ψαλμοί 81

1 Ψαλμὸς τῷ Ασαϕ. Ὁ ϑεὸς ἔστη ἐν συναγωγῇ ϑεῶν, ἐν μέσῳ δὲ ϑεοὺς διακρίνει 2 Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα. 3 κρίνατε ὀρϕανὸν καὶ πτωχόν, ταπεινὸν καὶ πένητα δικαιώσατε· 4 ἐξέλεσϑε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασϑε. 5 οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευϑήσονται πάντα τὰ ϑεμέλια τῆς γῆς. 6 ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· 7 ὑμεῖς δὲ ὡς ἄνϑρωποι ἀποϑνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. 8 ἀνάστα, ὁ ϑεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔϑνεσιν.

Liber Psalmorum - Ψαλμοί 82

1 ᾨδὴ ψαλμοῦ τῷ Ασαϕ. 2 Ὁ ϑεός, τίς ὁμοιωϑήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ ϑεός· 3 ὅτι ἰδοὺ οἱ ἐχϑροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεϕαλήν, 4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· 5 εἶπαν Δεῦτε καὶ ἐξολεϑρεύσωμεν αὐτοὺς ἐξ ἔϑνους, καὶ οὐ μὴ μνησϑῇ τὸ ὄνομα Ισραηλ ἔτι. 6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαϑήκην διέϑεντο 7 τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται, Μωαβ καὶ οἱ Αγαρηνοί, 8 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόϕυλοι μετὰ τῶν κατοικούντων Τύρον· 9 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήϑησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ. διάψαλμα. 10 ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα, ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων· 11 ἐξωλεϑρεύϑησαν ἐν Αενδωρ, ἐγενήϑησαν ὡσεὶ κόπρος τῇ γῇ. 12 ϑοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν, 13 οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ ϑεοῦ. 14 ὁ ϑεός μου, ϑοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· 15 ὡσεὶ πῦρ, ὃ διαϕλέξει δρυμόν, ὡς εἰ ϕλὸξ κατακαύσαι ὄρη, 16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. 17 πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε. 18 αἰσχυνϑήτωσαν καὶ ταραχϑήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσϑωσαν 19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

Liber Psalmorum - Ψαλμοί 83

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κορε ψαλμός. 2 Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων. 3 ἐπιποϑεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ ϑεὸν ζῶντα. 4 καὶ γὰρ στρουϑίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ ϑήσει τὰ νοσσία αὐτῆς, τὰ ϑυσιαστήριά σου, κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ ϑεός μου. 5 μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα. 6 μακάριος ἀνήρ, οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέϑετο 7 ἐν τῇ κοιλάδι τοῦ κλαυϑμῶνος εἰς τόπον, ὃν ἔϑετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοϑετῶν. 8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀϕϑήσεται ὁ ϑεὸς τῶν ϑεῶν ἐν Σιων. 9 κύριε ὁ ϑεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι, ὁ ϑεὸς Ιακωβ. διάψαλμα. 10 ὑπερασπιστὰ ἡμῶν, ἰδέ, ὁ ϑεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου. 11 ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραρριπτεῖσϑαι ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν. 12 ὅτι ἔλεον καὶ ἀλήϑειαν ἀγαπᾷ κύριος ὁ ϑεός, χάριν καὶ δόξαν δώσει· κύριος οὐ στερήσει τὰ ἀγαϑὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. 13 κύριε τῶν δυνάμεων, μακάριος ἄνϑρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

Liber Psalmorum - Ψαλμοί 84

1 Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός. 2 Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ· 3 ἀϕῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. διάψαλμα. 4 κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς ϑυμοῦ σου. 5 ἐπίστρεψον ἡμᾶς, ὁ ϑεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν ϑυμόν σου ἀϕ᾽ ἡμῶν. 6 μὴ εἰς τὸν αἰῶνα ὀργισϑήσῃ ἡμῖν ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; 7 ὁ ϑεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐϕρανϑήσεται ἐπὶ σοί. 8 δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. 9 ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ ϑεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέϕοντας πρὸς αὐτὸν καρδίαν. 10 πλὴν ἐγγὺς τῶν ϕοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. 11 ἔλεος καὶ ἀλήϑεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεϕίλησαν· 12 ἀλήϑεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. 13 καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· 14 δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ ϑήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 85

1 Προσευχὴ τῷ Δαυιδ. Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. 2 ϕύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ ϑεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. 3 ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. 4 εὔϕρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου. 5 ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. 6 ἐνώτισαι, κύριε, τὴν προσευχήν μου καὶ πρόσχες τῇ ϕωνῇ τῆς δεήσεώς μου. 7 ἐν ἡμέρᾳ ϑλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου. 8 οὐκ ἔστιν ὅμοιός σοι ἐν ϑεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. 9 πάντα τὰ ἔϑνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου, 10 ὅτι μέγας εἶ σὺ καὶ ποιῶν ϑαυμάσια, σὺ εἶ ὁ ϑεὸς μόνος ὁ μέγας. 11 ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληϑείᾳ σου· εὐϕρανϑήτω ἡ καρδία μου τοῦ ϕοβεῖσϑαι τὸ ὄνομά σου. 12 ἐξομολογήσομαί σοι, κύριε ὁ ϑεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, 13 ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. 14 ὁ ϑεός, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέϑεντό σε ἐνώπιον αὐτῶν. 15 καὶ σύ, κύριε ὁ ϑεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόϑυμος καὶ πολυέλεος καὶ ἀληϑινός. 16 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. 17 ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαϑόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνϑήτωσαν, ὅτι σύ, κύριε, ἐβοήϑησάς μοι καὶ παρεκάλεσάς με.

Liber Psalmorum - Ψαλμοί 86

1 Τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς. Οἱ ϑεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· 2 ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ. 3 δεδοξασμένα ἐλαλήϑη περὶ σοῦ, ἡ πόλις τοῦ ϑεοῦ. διάψαλμα. 4 μνησϑήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόϕυλοι καὶ Τύρος καὶ λαὸς Αἰϑιόπων, οὗτοι ἐγενήϑησαν ἐκεῖ. 5 Μήτηρ Σιων, ἐρεῖ ἄνϑρωπος, καὶ ἄνϑρωπος ἐγενήϑη ἐν αὐτῇ, καὶ αὐτὸς ἐϑεμελίωσεν αὐτὴν ὁ ὕψιστος. 6 κύριος διηγήσεται ἐν γραϕῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 7 ὡς εὐϕραινομένων πάντων ἡ κατοικία ἐν σοί.

Liber Psalmorum - Ψαλμοί 87

1 ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος, ὑπὲρ μαελεϑ τοῦ ἀποκριϑῆναι· συνέσεως Αιμαν τῷ Ισραηλίτῃ. 2 Κύριε ὁ ϑεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· 3 εἰσελϑάτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε. 4 ὅτι ἐπλήσϑη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν· 5 προσελογίσϑην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήϑην ὡς ἄνϑρωπος ἀβοήϑητος ἐν νεκροῖς ἐλεύϑερος, 6 ὡσεὶ τραυματίαι ἐρριμμένοι καϑεύδοντες ἐν τάϕῳ, ὧν οὐκ ἐμνήσϑης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσϑησαν. 7 ἔϑεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ ϑανάτου. 8 ἐπ᾽ ἐμὲ ἐπεστηρίχϑη ὁ ϑυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ᾽ ἐμὲ ἐπήγαγες. διάψαλμα. 9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ, ἔϑεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόϑην καὶ οὐκ ἐξεπορευόμην. 10 οἱ ὀϕϑαλμοί μου ἠσϑένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου 11 Μὴ τοῖς νεκροῖς ποιήσεις ϑαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι; 12 μὴ διηγήσεταί τις ἐν τάϕῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήϑειάν σου ἐν τῇ ἀπωλείᾳ; 13 μὴ γνωσϑήσεται ἐν τῷ σκότει τὰ ϑαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14 κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προϕϑάσει σε. 15 ἵνα τί, κύριε, ἀπωϑεῖς τὴν ψυχήν μου, ἀποστρέϕεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; 16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωϑεὶς δὲ ἐταπεινώϑην καὶ ἐξηπορήϑην. 17 ἐπ᾽ ἐμὲ διῆλϑον αἱ ὀργαί σου, καὶ οἱ ϕοβερισμοί σου ἐξετάραξάν με, 18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 19 ἐμάκρυνας ἀπ᾽ ἐμοῦ ϕίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Liber Psalmorum - Ψαλμοί 88

1 Συνέσεως Αιϑαν τῷ Ισραηλίτῃ. 2 Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήϑειάν σου ἐν τῷ στόματί μου, 3 ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηϑήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασϑήσεται ἡ ἀλήϑειά σου 4 Διεϑέμην διαϑήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυιδ τῷ δούλῳ μου 5 Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν ϑρόνον σου. διάψαλμα. 6 ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ ϑαυμάσιά σου, κύριε, καὶ τὴν ἀλήϑειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 7 ὅτι τίς ἐν νεϕέλαις ἰσωϑήσεται τῷ κυρίῳ, καὶ τίς ὁμοιωϑήσεται τῷ κυρίῳ ἐν υἱοῖς ϑεοῦ; 8 ὁ ϑεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ ϕοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. 9 κύριε ὁ ϑεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήϑειά σου κύκλῳ σου. 10 σὺ δεσπόζεις τοῦ κράτους τῆς ϑαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις. 11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήϕανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχϑρούς σου. 12 σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐϑεμελίωσας. 13 τὸν βορρᾶν καὶ ϑαλάσσας σὺ ἔκτισας, Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. 14 σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωϑήτω ἡ χείρ σου, ὑψωϑήτω ἡ δεξιά σου. 15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ ϑρόνου σου, ἔλεος καὶ ἀλήϑεια προπορεύσεται πρὸ προσώπου σου. 16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· κύριε, ἐν τῷ ϕωτὶ τοῦ προσώπου σου πορεύσονται 17 καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωϑήσονται. 18 ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωϑήσεται τὸ κέρας ἡμῶν. 19 ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν. 20 τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας Ἐϑέμην βοήϑειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· 21 εὗρον Δαυιδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. 22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν· 23 οὐκ ὠϕελήσει ἐχϑρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσϑήσει τοῦ κακῶσαι αὐτόν· 24 καὶ συγκόψω τοὺς ἐχϑροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. 25 καὶ ἡ ἀλήϑειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωϑήσεται τὸ κέρας αὐτοῦ· 26 καὶ ϑήσομαι ἐν ϑαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. 27 αὐτὸς ἐπικαλέσεταί με Πατήρ μου εἶ σύ, ϑεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου· 28 κἀγὼ πρωτότοκον ϑήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς. 29 εἰς τὸν αἰῶνα ϕυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαϑήκη μου πιστὴ αὐτῷ· 30 καὶ ϑήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν ϑρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. 31 ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευϑῶσιν, 32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ ϕυλάξωσιν, 33 ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν, 34 τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληϑείᾳ μου 35 οὐδὲ μὴ βεβηλώσω τὴν διαϑήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀϑετήσω. 36 ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι 37 Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ ὁ ϑρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου 38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. διάψαλμα. 39 σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· 40 κατέστρεψας τὴν διαϑήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. 41 καϑεῖλες πάντας τοὺς ϕραγμοὺς αὐτοῦ, ἔϑου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· 42 διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγενήϑη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. 43 ὕψωσας τὴν δεξιὰν τῶν ἐχϑρῶν αὐτοῦ, εὔϕρανας πάντας τοὺς ἐχϑροὺς αὐτοῦ· 44 ἀπέστρεψας τὴν βοήϑειαν τῆς ῥομϕαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. 45 κατέλυσας ἀπὸ καϑαρισμοῦ αὐτόν, τὸν ϑρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· 46 ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην. διάψαλμα. 47 ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυϑήσεται ὡς πῦρ ἡ ὀργή σου; 48 μνήσϑητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνϑρώπων; 49 τίς ἐστιν ἄνϑρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται ϑάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα. 50 ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληϑείᾳ σου; 51 μνήσϑητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐϑνῶν, 52 οὗ ὠνείδισαν οἱ ἐχϑροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. 53 Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. – –

Liber Psalmorum - Ψαλμοί 89

1 Προσευχὴ τοῦ Μωυσῆ ἀνϑρώπου τοῦ ϑεοῦ. Κύριε, καταϕυγὴ ἐγενήϑης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· 2 πρὸ τοῦ ὄρη γενηϑῆναι καὶ πλασϑῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ. 3 μὴ ἀποστρέψῃς ἄνϑρωπον εἰς ταπείνωσιν· καὶ εἶπας Ἐπιστρέψατε, υἱοὶ ἀνϑρώπων. 4 ὅτι χίλια ἔτη ἐν ὀϕϑαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχϑές, ἥτις διῆλϑεν, καὶ ϕυλακὴ ἐν νυκτί. 5 τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωῒ ὡσεὶ χλόη παρέλϑοι, 6 τὸ πρωῒ ἀνϑήσαι καὶ παρέλϑοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνϑείη καὶ ξηρανϑείη. 7 ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ ϑυμῷ σου ἐταράχϑημεν. 8 ἔϑου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· ὁ αἰὼν ἡμῶν εἰς ϕωτισμὸν τοῦ προσώπου σου. 9 ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων. 10 αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλϑεν πραύτης ἐϕ᾽ ἡμᾶς, καὶ παιδευϑησόμεϑα. 11 τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ ϕόβου σου τὸν ϑυμόν σου; 12 ἐξαριϑμήσασϑαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοϕίᾳ. 13 ἐπίστρεψον, κύριε· ἕως πότε; καὶ παρακλήϑητι ἐπὶ τοῖς δούλοις σου. 14 ἐνεπλήσϑημεν τὸ πρωῒ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεϑα καὶ εὐϕράνϑημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· 15 εὐϕράνϑημεν ἀνϑ᾽ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. 16 καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν, 17 καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ ϑεοῦ ἡμῶν ἐϕ᾽ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύϑυνον ἐϕ᾽ ἡμᾶς.

Liber Psalmorum - Ψαλμοί 90

1 Αἶνος ᾠδῆς τῷ Δαυιδ. Ὁ κατοικῶν ἐν βοηϑείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ ϑεοῦ τοῦ οὐρανοῦ αὐλισϑήσεται. 2 ἐρεῖ τῷ κυρίῳ Ἀντιλήμπτωρ μου εἶ καὶ καταϕυγή μου, ὁ ϑεός μου, ἐλπιῶ ἐπ᾽ αὐτόν, 3 ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος ϑηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 4 ἐν τοῖς μεταϕρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήϑεια αὐτοῦ. 5 οὐ ϕοβηϑήσῃ ἀπὸ ϕόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7 πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· 8 πλὴν τοῖς ὀϕϑαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ. 9 ὅτι σύ, κύριε, ἡ ἐλπίς μου· τὸν ὕψιστον ἔϑου καταϕυγήν σου. 10 οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, 11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαϕυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· 12 ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίϑον τὸν πόδα σου· 13 ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. 14 ὅτι ἐπ᾽ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ᾽ αὐτοῦ εἰμι ἐν ϑλίψει καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. 16 μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Liber Psalmorum - Ψαλμοί 91

1 Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου. 2 Ἀγαϑὸν τὸ ἐξομολογεῖσϑαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε, 3 τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήϑειάν σου κατὰ νύκτα 4 ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾽ ᾠδῆς ἐν κιϑάρᾳ. 5 ὅτι εὔϕρανάς με, κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. 6 ὡς ἐμεγαλύνϑη τὰ ἔργα σου, κύριε· σϕόδρα ἐβαϑύνϑησαν οἱ διαλογισμοί σου. 7 ἀνὴρ ἄϕρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. 8 ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεϑρευϑῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 9 σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· 10 ὅτι ἰδοὺ οἱ ἐχϑροί σου ἀπολοῦνται, καὶ διασκορπισϑήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, 11 καὶ ὑψωϑήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, 12 καὶ ἐπεῖδεν ὁ ὀϕϑαλμός μου ἐν τοῖς ἐχϑροῖς μου, καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκού σεται τὸ οὖς μου. 13 δίκαιος ὡς ϕοῖνιξ ἀνϑήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληϑυνϑήσεται. 14 πεϕυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ ϑεοῦ ἡμῶν ἐξανϑήσουσιν· 15 ἔτι πληϑυνϑήσονται ἐν γήρει πίονι καὶ εὐπαϑοῦντες ἔσονται 16 τοῦ ἀναγγεῖλαι ὅτι εὐϑὴς κύριος ὁ ϑεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Liber Psalmorum - Ψαλμοί 92

1 Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴ κισται ἡ γῆ· αἶνος ᾠδῆς τῷ Δαυιδ. Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευϑήσεται. 2 ἕτοιμος ὁ ϑρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. 3 ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ ϕωνὰς αὐτῶν· 4 ἀπὸ ϕωνῶν ὑδάτων πολλῶν ϑαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς ϑαλάσσης, ϑαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος. 5 τὰ μαρτύριά σου ἐπιστώϑησαν σϕόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε, εἰς μακρότητα ἡμερῶν.

Liber Psalmorum - Ψαλμοί 93

1 Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων. Ὁ ϑεὸς ἐκδικήσεων κύριος, ὁ ϑεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. 2 ὑψώϑητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηϕάνοις. 3 ἕως πότε ἁμαρτωλοί, κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, 4 ϕϑέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; 5 τὸν λαόν σου, κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν 6 χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρϕανοὺς ἐϕόνευσαν 7 καὶ εἶπαν Οὐκ ὄψεται κύριος, οὐδὲ συνήσει ὁ ϑεὸς τοῦ Ιακωβ. 8 σύνετε δή, ἄϕρονες ἐν τῷ λαῷ, καί, μωροί, ποτὲ ϕρονήσατε. 9 ὁ ϕυτεύσας τὸ οὖς οὐχὶ ἀκούει, ἢ ὁ πλάσας τὸν ὀϕϑαλμὸν οὐ κατανοεῖ; 10 ὁ παιδεύων ἔϑνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνϑρωπον γνῶσιν, 11 κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνϑρώπων ὅτι εἰ σὶν μάταιοι. 12 μακάριος ἄνϑρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν 13 τοῦ πραῦναι αὐτῷ ἀϕ᾽ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόϑρος. 14 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 15 ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐϑεῖς τῇ καρδίᾳ. διάψαλμα. 16 τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν; 17 εἰ μὴ ὅτι κύριος ἐβοήϑησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου. 18 εἰ ἔλεγον Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, κύριε, βοηϑεῖ μοι· 19 κύριε, κατὰ τὸ πλῆϑος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου. 20 μὴ συμπροσέσται σοι ϑρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; 21 ϑηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀϑῷον καταδικάσονται. 22 καὶ ἐγένετό μοι κύριος εἰς καταϕυγὴν καὶ ὁ ϑεός μου εἰς βοηϑὸν ἐλπίδος μου· 23 καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀϕανιεῖ αὐτοὺς κύριος ὁ ϑεὸς ἡμῶν.

Liber Psalmorum - Ψαλμοί 94

1 Αἶνος ᾠδῆς τῷ Δαυιδ. Δεῦτε ἀγαλλιασώμεϑα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ ϑεῷ τῷ σωτῆρι ἡμῶν· 2 προϕϑάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. 3 ὅτι ϑεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς ϑεούς· 4 ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν· 5 ὅτι αὐτοῦ ἐστιν ἡ ϑάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. 6 δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς· 7 ὅτι αὐτός ἐστιν ὁ ϑεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ. σήμερον, ἐὰν τῆς ϕωνῆς αὐτοῦ ἀκούσητε, 8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν, ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου. 10 τεσσαράκοντα ἔτη προσώχϑισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπα Ἀεὶ πλανῶνται τῇ καρδίᾳ καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Liber Psalmorum - Ψαλμοί 95

1 Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμα λωσίαν· ᾠδὴ τῷ Δαυιδ. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ· 2 ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσϑε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· 3 ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ ϑαυμάσια αὐτοῦ. 4 ὅτι μέγας κύριος καὶ αἰνετὸς σϕόδρα, ϕοβερός ἐστιν ἐπὶ πάντας τοὺς ϑεούς· 5 ὅτι πάντες οἱ ϑεοὶ τῶν ἐϑνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν· 6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. 7 ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐϑνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν· 8 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε ϑυσίας καὶ εἰσπορεύεσϑε εἰς τὰς αὐλὰς αὐτοῦ· 9 προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευϑήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. 10 εἴπατε ἐν τοῖς ἔϑνεσιν Ὁ κύριος ἐβασίλευσεν, καὶ γὰρ κατώρϑωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευϑήσεται, κρινεῖ λαοὺς ἐν εὐϑύτητι. 11 εὐϕραινέσϑωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσϑω ἡ γῆ, σαλευϑήτω ἡ ϑάλασσα καὶ τὸ πλήρωμα αὐτῆς· 12 χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ 13 πρὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληϑείᾳ αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 96

1 Τῷ Δαυιδ, ὅτε ἡ γῆ αὐτοῦ καϑίσταται. Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσϑω ἡ γῆ, εὐϕρανϑήτωσαν νῆσοι πολλαί. 2 νεϕέλη καὶ γνόϕος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρϑωσις τοῦ ϑρόνου αὐτοῦ. 3 πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ ϕλογιεῖ κύκλῳ τοὺς ἐχϑροὺς αὐτοῦ· 4 ἔϕαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδεν καὶ ἐσαλεύϑη ἡ γῆ. 5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου, ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς. 6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. 7 αἰσχυνϑήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ. 8 ἤκουσεν καὶ εὐϕράνϑη Σιων, καὶ ἠγαλλιάσαντο αἱ ϑυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, κύριε· 9 ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σϕόδρα ὑπερυψώϑης ὑπὲρ πάντας τοὺς ϑεούς. 10 οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν· ϕυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς. 11 ϕῶς ἀνέτειλεν τῷ δικαίῳ καὶ τοῖς εὐϑέσι τῇ καρδίᾳ εὐϕροσύνη. 12 εὐϕράνϑητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ καὶ ἐξομολογεῖσϑε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 97

1 Ψαλμὸς τῷ Δαυιδ. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι ϑαυμαστὰ ἐποίησεν κύριος· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. 2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐϑνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. 3 ἐμνήσϑη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληϑείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ ϑεοῦ ἡμῶν. 4 ἀλαλάξατε τῷ ϑεῷ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσϑε καὶ ψάλατε· 5 ψάλατε τῷ κυρίῳ ἐν κιϑάρᾳ, ἐν κιϑάρᾳ καὶ ϕωνῇ ψαλμοῦ· 6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ ϕωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου. 7 σαλευϑήτω ἡ ϑάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ· 8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται, 9 ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐϑύτητι.

Liber Psalmorum - Ψαλμοί 98

1 Ψαλμὸς τῷ Δαυιδ. Ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσϑωσαν λαοί· ὁ καϑήμενος ἐπὶ τῶν χερουβιν, σαλευϑήτω ἡ γῆ. 2 κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς· 3 ἐξομολογησάσϑωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι ϕοβερὸν καὶ ἅγιόν ἐστιν. 4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐϑύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας. 5 ὑψοῦτε κύριον τὸν ϑεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. 6 Μωϋσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν, 7 ἐν στύλῳ νεϕέλης ἐλάλει πρὸς αὐτούς· ἐϕύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα, ἃ ἔδωκεν αὐτοῖς. 8 κύριε ὁ ϑεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ ϑεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. 9 ὑψοῦτε κύριον τὸν ϑεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος κύριος ὁ ϑεὸς ἡμῶν.

Liber Psalmorum - Ψαλμοί 99

1 Ψαλμὸς εἰς ἐξομολόγησιν. Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, 2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐϕροσύνῃ, εἰσέλϑατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. 3 γνῶτε ὅτι κύριος, αὐτός ἐστιν ὁ ϑεός, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. 4 εἰσέλϑατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσϑε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, 5 ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήϑεια αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 100

1 Τῷ Δαυιδ ψαλμός. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε· 2 ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. 3 οὐ προεϑέμην πρὸ ὀϕϑαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· 4 οὐκ ἐκολλήϑη μοι καρδία σκαμβή, ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. 5 τὸν καταλαλοῦντα λάϑρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηϕάνῳ ὀϕϑαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσϑιον. 6 οἱ ὀϕϑαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαϑῆσϑαι αὐτοὺς μετ᾽ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. 7 οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηϕανίαν, λαλῶν ἄδικα οὐ κατεύϑυνεν ἐναντίον τῶν ὀϕϑαλμῶν μου. 8 εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεϑρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομέ νους τὴν ἀνομίαν.

Liber Psalmorum - Ψαλμοί 101

1 Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐν αντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. 2 Εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλϑάτω. 3 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ ϑλίβωμαι, κλῖνον τὸ οὖς σου πρός με· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου. 4 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ ϕρύγιον συνεϕρύγησαν. 5 ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνϑη ἡ καρδία μου, ὅτι ἐπελαϑόμην τοῦ ϕαγεῖν τὸν ἄρτον μου. 6 ἀπὸ ϕωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήϑη τὸ ὀστοῦν μου τῇ σαρκί μου. 7 ὡμοιώϑην πελεκᾶνι ἐρημικῷ, ἐγενήϑην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, 8 ἠγρύπνησα καὶ ἐγενήϑην ὡσεὶ στρουϑίον μονάζον ἐπὶ δώματι. 9 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχϑροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾽ ἐμοῦ ὤμνυον. 10 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔϕαγον καὶ τὸ πόμα μου μετὰ κλαυϑμοῦ ἐκίρνων 11 ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ ϑυμοῦ σου, ὅτι ἐπάρας κατέρραξάς με. 12 αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίϑησαν, καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνϑην. 13 σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14 σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων, ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· 15 ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίϑους αὐτῆς καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν. 16 καὶ ϕοβηϑήσονται τὰ ἔϑνη τὸ ὄνομα κυρίου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, 17 ὅτι οἰκοδομήσει κύριος τὴν Σιων καὶ ὀϕϑήσεται ἐν τῇ δόξῃ αὐτοῦ. 18 ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν. 19 γραϕήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον, 20 ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν 21 τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεϑανατωμένων, 22 τοῦ ἀναγγεῖλαι ἐν Σιων τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ιερουσαλημ 23 ἐν τῷ συναχϑῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ. 24 ἀπεκρίϑη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· 25 μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. 26 κατ᾽ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐϑεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 27 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωϑήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται· 28 σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 29 οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευϑυνϑήσεται.

Liber Psalmorum - Ψαλμοί 102

1 Τῷ Δαυιδ. Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· 2 εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον καὶ μὴ ἐπιλανϑάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· 3 τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· 4 τὸν λυτρούμενον ἐκ ϕϑορᾶς τὴν ζωήν σου, τὸν στεϕανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· 5 τὸν ἐμπιπλῶντα ἐν ἀγαϑοῖς τὴν ἐπιϑυμίαν σου, ἀνακαινισϑήσεται ὡς ἀετοῦ ἡ νεότης σου. 6 ποιῶν ἐλεημοσύνας ὁ κύριος καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις. 7 ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ισραηλ τὰ ϑελήματα αὐτοῦ. 8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόϑυμος καὶ πολυέλεος· 9 οὐκ εἰς τέλος ὀργισϑήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· 10 οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν 11 ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς ϕοβουμένους αὐτόν· 12 καϑ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀϕ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν. 13 καϑὼς οἰκτίρει πατὴρ υἱούς, οἰκτίρησεν κύριος τοὺς ϕοβουμένους αὐτόν, 14 ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν· μνήσϑητι ὅτι χοῦς ἐσμεν. 15 ἄνϑρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνϑος τοῦ ἀγροῦ, οὕτως ἐξανϑήσει· 16 ὅτι πνεῦμα διῆλϑεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. 17 τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶ νος ἐπὶ τοὺς ϕοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν 18 τοῖς ϕυλάσσουσιν τὴν διαϑήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. 19 κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν ϑρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. 20 εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς ϕωνῆς τῶν λόγων αὐτοῦ· 21 εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ ϑέλημα αὐτοῦ· 22 εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον.

Liber Psalmorum - Ψαλμοί 103

1 Τῷ Δαυιδ. Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. κύριε ὁ ϑεός μου, ἐμεγαλύνϑης σϕόδρα, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω 2 ἀναβαλλόμενος ϕῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· 3 ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ, ὁ τιϑεὶς νέϕη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· 4 ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ ϕλέγον. 5 ἐϑεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσϕάλειαν αὐτῆς, οὐ κλιϑήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 6 ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· 7 ἀπὸ ἐπιτιμήσεώς σου ϕεύξονται, ἀπὸ ϕωνῆς βροντῆς σου δειλιάσουσιν. 8 ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον, ὃν ἐϑεμελίωσας αὐτοῖς· 9 ὅριον ἔϑου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν. 10 ὁ ἐξαποστέλλων πηγὰς ἐν ϕάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα· 11 ποτιοῦσιν πάντα τὰ ϑηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν· 12 ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσιν ϕωνήν. 13 ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασϑήσεται ἡ γῆ. 14 ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνϑρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· 15 καὶ οἶνος εὐϕραίνει καρδίαν ἀνϑρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνϑρώπου στηρίζει. 16 χορτασϑήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐϕύτευσεν· 17 ἐκεῖ στρουϑία ἐννοσσεύσουσιν, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. 18 ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάϕοις, πέτρα καταϕυγὴ τοῖς χοιρογρυλλίοις. 19 ἐποίησεν σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. 20 ἔϑου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ ϑηρία τοῦ δρυμοῦ, 21 σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ ϑεοῦ βρῶσιν αὐτοῖς. 22 ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχϑησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασϑήσονται· 23 ἐξελεύσεται ἄνϑρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. 24 ὡς ἐμεγαλύνϑη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοϕίᾳ ἐποίησας, ἐπληρώϑη ἡ γῆ τῆς κτήσεώς σου. 25 αὕτη ἡ ϑάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριϑμός, ζῷα μικρὰ μετὰ μεγάλων· 26 ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. 27 πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροϕὴν αὐτοῖς εὔκαιρον. 28 δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησϑήσονται χρηστότητος. 29 ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχϑήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. 30 ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισϑήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. 31 ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰῶνα, εὐϕρανϑήσεται κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· 32 ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. 33 ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ ϑεῷ μου, ἕως ὑπάρχω· 34 ἡδυνϑείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐϕρανϑήσομαι ἐπὶ τῷ κυρίῳ. 35 ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον.

Liber Psalmorum - Ψαλμοί 104

1 Αλληλουια. Ἐξομολογεῖσϑε τῷ κυρίῳ καὶ ἐπικαλεῖσϑε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔϑνεσιν τὰ ἔργα αὐτοῦ· 2 ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασϑε πάντα τὰ ϑαυμάσια αὐτοῦ. 3 ἐπαινεῖσϑε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, εὐϕρανϑήτω καρδία ζητούντων τὸν κύριον· 4 ζητήσατε τὸν κύριον καὶ κραταιώϑητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός. 5 μνήσϑητε τῶν ϑαυμασίων αὐτοῦ, ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ, 6 σπέρμα Αβρααμ δοῦλοι αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ. 7 αὐτὸς κύριος ὁ ϑεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. 8 ἐμνήσϑη εἰς τὸν αἰῶνα διαϑήκης αὐτοῦ, λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, 9 ὃν διέϑετο τῷ Αβρααμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ισαακ 10 καὶ ἔστησεν αὐτὴν τῷ Ιακωβ εἰς πρόσταγμα καὶ τῷ Ισραηλ διαϑήκην αἰώνιον 11 λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν. 12 ἐν τῷ εἶναι αὐτοὺς ἀριϑμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ 13 καὶ διῆλϑον ἐξ ἔϑνους εἰς ἔϑνος, ἐκ βασιλείας εἰς λαὸν ἕτερον· 14 οὐκ ἀϕῆκεν ἄνϑρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς 15 Μὴ ἅπτεσϑε τῶν χριστῶν μου καὶ ἐν τοῖς προϕήταις μου μὴ πονηρεύεσϑε. 16 καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν· 17 ἀπέστειλεν ἔμπροσϑεν αὐτῶν ἄνϑρωπον, εἰς δοῦλον ἐπράϑη Ιωσηϕ. 18 ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλϑεν ἡ ψυχὴ αὐτοῦ 19 μέχρι τοῦ ἐλϑεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν. 20 ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν, ἄρχων λαῶν, καὶ ἀϕῆκεν αὐτόν· 21 κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ 22 τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοϕίσαι. 23 καὶ εἰσῆλϑεν Ισραηλ εἰς Αἴγυπτον, καὶ Ιακωβ παρῴκησεν ἐν γῇ Χαμ· 24 καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σϕόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχϑροὺς αὐτοῦ. 25 μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσϑαι ἐν τοῖς δούλοις αὐτοῦ. 26 ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ, Ααρων, ὃν ἐξελέξατο αὐτόν· 27 ἔϑετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χαμ. 28 ἐξαπέστειλεν σκότος, καὶ ἐσκότασεν, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. 29 μετέστρεψεν τὰ ὕδατα αὐτῶν εἰς αἷμα καὶ ἀπέκτεινεν τοὺς ἰχϑύας αὐτῶν. 30 ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν. 31 εἶπεν, καὶ ἦλϑεν κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. 32 ἔϑετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταϕλέγον ἐν τῇ γῇ αὐτῶν, 33 καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψεν πᾶν ξύλον ὁρίου αὐτῶν. 34 εἶπεν, καὶ ἦλϑεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριϑμός, 35 καὶ κατέϕαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν καὶ κατέϕαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν. 36 καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν, 37 καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ οὐκ ἦν ἐν ταῖς ϕυλαῖς αὐτῶν ἀσϑενῶν. 38 εὐϕράνϑη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ ϕόβος αὐτῶν ἐπ᾽ αὐτούς. 39 διεπέτασεν νεϕέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ ϕωτίσαι αὐτοῖς τὴν νύκτα. 40 ᾔτησαν, καὶ ἦλϑεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς· 41 διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα, ἐπορεύϑησαν ἐν ἀνύδροις ποταμοί. 42 ὅτι ἐμνήσϑη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς Αβρααμ τὸν δοῦλον αὐτοῦ 43 καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐϕροσύνῃ. 44 καὶ ἔδωκεν αὐτοῖς χώρας ἐϑνῶν, καὶ πόνους λαῶν ἐκληρονόμησαν, 45 ὅπως ἂν ϕυλάξωσιν τὰ δικαιώματα αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.

Liber Psalmorum - Ψαλμοί 105

1 Αλληλουια. Ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2 τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; 3 μακάριοι οἱ ϕυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. 4 μνήσϑητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου 5 τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐϕρανϑῆναι ἐν τῇ εὐϕροσύνῃ τοῦ ἔϑνους σου, τοῦ ἐπαινεῖσϑαι μετὰ τῆς κληρονομίας σου. 6 ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. 7 οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ ϑαυμάσιά σου οὐκ ἐμνήσϑησαν τοῦ πλήϑους τοῦ ἐλέους σου καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυϑρᾷ ϑαλάσσῃ. 8 καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ· 9 καὶ ἐπετίμησεν τῇ ἐρυϑρᾷ ϑαλάσσῃ, καὶ ἐξηράνϑη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ· 10 καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχϑροῦ· 11 καὶ ἐκάλυψεν ὕδωρ τοὺς ϑλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείϕϑη. 12 καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. 13 ἐτάχυναν ἐπελάϑοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ· 14 καὶ ἐπεϑύμησαν ἐπιϑυμίαν ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασαν τὸν ϑεὸν ἐν ἀνύδρῳ. 15 καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. 16 καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ καὶ Ααρων τὸν ἅγιον κυρίου· 17 ἠνοίχϑη ἡ γῆ καὶ κατέπιεν Δαϑαν καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Αβιρων· 18 καὶ ἐξεκαύϑη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, ϕλὸξ κατέϕλεξεν ἁμαρτωλούς. 19 καὶ ἐποίησαν μόσχον ἐν Χωρηβ καὶ προσεκύνησαν τῷ γλυπτῷ· 20 καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσϑοντος χόρτον. 21 ἐπελάϑοντο τοῦ ϑεοῦ τοῦ σῴζοντος αὐτούς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, 22 ϑαυμαστὰ ἐν γῇ Χαμ, ϕοβερὰ ἐπὶ ϑαλάσσης ἐρυϑρᾶς. 23 καὶ εἶπεν τοῦ ἐξολεϑρεῦσαι αὐτούς, εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ ϑραύσει ἐνώπιον αὐτοῦ τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολεϑρεῦσαι. 24 καὶ ἐξουδένωσαν γῆν ἐπιϑυμητήν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ· 25 καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς ϕωνῆς κυρίου. 26 καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ 27 καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔϑνεσιν καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. 28 καὶ ἐτελέσϑησαν τῷ Βεελϕεγωρ καὶ ἔϕαγον ϑυσίας νεκρῶν· 29 καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληϑύνϑη ἐν αὐτοῖς ἡ πτῶσις. 30 καὶ ἔστη Φινεες καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ ϑραῦσις· 31 καὶ ἐλογίσϑη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. 32 καὶ παρώργισαν αὐτὸν ἐϕ᾽ ὕδατος ἀντιλογίας. καὶ ἐκακώϑη Μωϋσῆς δι᾽ αὐτούς, 33 ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ. 34 οὐκ ἐξωλέϑρευσαν τὰ ἔϑνη, ἃ εἶπεν κύριος αὐτοῖς, 35 καὶ ἐμίγησαν ἐν τοῖς ἔϑνεσιν καὶ ἔμαϑον τὰ ἔργα αὐτῶν· 36 καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήϑη αὐτοῖς εἰς σκάνδαλον· 37 καὶ ἔϑυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν τοῖς δαιμονίοις 38 καὶ ἐξέχεαν αἷμα ἀϑῷον, αἷμα υἱῶν αὐτῶν καὶ ϑυγατέρων, ὧν ἔϑυσαν τοῖς γλυπτοῖς Χανααν, καὶ ἐϕονοκτονήϑη ἡ γῆ ἐν τοῖς αἵμασιν 39 καὶ ἐμιάνϑη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. 40 καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· 41 καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐϑνῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς· 42 καὶ ἔϑλιψαν αὐτοὺς οἱ ἐχϑροὶ αὐτῶν, καὶ ἐταπεινώϑησαν ὑπὸ τὰς χεῖρας αὐτῶν. 43 πλεονάκις ἐρρύσατο αὐτούς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν καὶ ἐταπεινώϑησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. 44 καὶ εἶδεν ἐν τῷ ϑλίβεσϑαι αὐτοὺς ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν· 45 καὶ ἐμνήσϑη τῆς διαϑήκης αὐτοῦ καὶ μετεμελήϑη κατὰ τὸ πλῆϑος τοῦ ἐλέους αὐτοῦ 46 καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτισάντων αὐτούς. 47 σῶσον ἡμᾶς, κύριε ὁ ϑεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐϑνῶν τοῦ ἐξομολογήσασϑαι τῷ ὀνόματι τῷ ἁγίῳ σου, τοῦ ἐγκαυχᾶσϑαι ἐν τῇ αἰνέσει σου. 48 Εὐλογητὸς κύριος ὁ ϑεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. καὶ ἐρεῖ πᾶς ὁ λαός Γένοιτο γένοιτο. – –

Liber Psalmorum - Ψαλμοί 106

1 Αλληλουια. Ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ 2 εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχϑροῦ. 3 ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ ϑαλάσσης. 4 ἐπλανήϑησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον 5 πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν· 6 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτοὺς 7 καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐϑεῖαν τοῦ πορευϑῆναι εἰς πόλιν κατοικητηρίου. 8 ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων, 9 ὅτι ἐχόρτασεν ψυχὴν κενὴν καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαϑῶν. – 10 καϑημένους ἐν σκότει καὶ σκιᾷ ϑανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ, 11 ὅτι παρεπίκραναν τὰ λόγια τοῦ ϑεοῦ καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν, 12 καὶ ἐταπεινώϑη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσϑένησαν, καὶ οὐκ ἦν ὁ βοηϑῶν· 13 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς 14 καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς ϑανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν. 15 ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων, 16 ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν. – 17 ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώϑησαν· 18 πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ ϑανάτου· 19 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς, 20 ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαϕϑορῶν αὐτῶν. 21 ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων 22 καὶ ϑυσάτωσαν ϑυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. – 23 οἱ καταβαίνοντες εἰς τὴν ϑάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, 24 αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ ϑαυμάσια αὐτοῦ ἐν τῷ βυϑῷ· 25 εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώϑη τὰ κύματα αὐτῆς· 26 ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο, 27 ἐταράχϑησαν, ἐσαλεύϑησαν ὡς ὁ μεϑύων, καὶ πᾶσα ἡ σοϕία αὐτῶν κατεπόϑη· 28 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς 29 καὶ ἐπέταξεν τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς· 30 καὶ εὐϕράνϑησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα ϑελήματος αὐτῶν. 31 ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων, 32 ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καϑέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. – 33 ἔϑετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν, 34 γῆν καρποϕόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. 35 ἔϑετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων 36 καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας 37 καὶ ἔσπειραν ἀγροὺς καὶ ἐϕύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος, 38 καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληϑύνϑησαν σϕόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. 39 καὶ ὠλιγώϑησαν καὶ ἐκακώϑησαν ἀπὸ ϑλίψεως κακῶν καὶ ὀδύνης. 40 ἐξεχύϑη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. 41 καὶ ἐβοήϑησεν πένητι ἐκ πτωχείας καὶ ἔϑετο ὡς πρόβατα πατριάς. 42 ὄψονται εὐϑεῖς καὶ εὐϕρανϑήσονται, καὶ πᾶσα ἀνομία ἐμϕράξει τὸ στόμα αὐτῆς. 43 τίς σοϕὸς καὶ ϕυλάξει ταῦτα καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου;

Liber Psalmorum - Ψαλμοί 107

1 ᾨδὴ ψαλμοῦ τῷ Δαυιδ. 2 Ἑτοίμη ἡ καρδία μου, ὁ ϑεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 3 ἐξεγέρϑητι, ψαλτήριον καὶ κιϑάρα· ἐξεγερϑήσομαι ὄρϑρου. 4 ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοι ἐν ἔϑνεσιν, 5 ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεϕελῶν ἡ ἀλήϑειά σου. 6 ὑψώϑητι ἐπὶ τοὺς οὐρανούς, ὁ ϑεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 7 ὅπως ἂν ῥυσϑῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 8 ὁ ϑεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωϑήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· 9 ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εϕραιμ ἀντίλημψις τῆς κεϕαλῆς μου, Ιουδας βασιλεύς μου· 10 Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόϕυλοι ὑπετάγησαν. 11 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας; 12 οὐχὶ σύ, ὁ ϑεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ ϑεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 13 δὸς ἡμῖν βοήϑειαν ἐκ ϑλίψεως· καὶ ματαία σωτηρία ἀνϑρώπου. 14 ἐν τῷ ϑεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχϑροὺς ἡμῶν.

Liber Psalmorum - Ψαλμοί 108

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. Ὁ ϑεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, 2 ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχϑη, ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ 3 καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν. 4 ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην· 5 καὶ ἔϑεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαϑῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. 6 κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· 7 ἐν τῷ κρίνεσϑαι αὐτὸν ἐξέλϑοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσϑω εἰς ἁμαρτίαν. 8 γενηϑήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· 9 γενηϑήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρϕανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα· 10 σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληϑήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. 11 ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ· 12 μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηϑήτω οἰκτίρμων τοῖς ὀρϕανοῖς αὐτοῦ· 13 γενηϑήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέϑρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειϕϑήτω τὸ ὄνομα αὐτοῦ. 14 ἀναμνησϑείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειϕϑείη· 15 γενηϑήτωσαν ἔναντι κυρίου διὰ παντός, καὶ ἐξολεϑρευϑείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, 16 ἀνϑ᾽ ὧν οὐκ ἐμνήσϑη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνϑρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ ϑανατῶσαι. 17 καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠϑέλησεν εὐλογίαν, καὶ μακρυνϑήσεται ἀπ᾽ αὐτοῦ. 18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλϑεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ· 19 γενηϑήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται. 20 τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. 21 καὶ σύ, κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνό ματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. 22 ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. 23 ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέϑην, ἐξετινάχϑην ὡσεὶ ἀκρίδες. 24 τὰ γόνατά μου ἠσϑένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώϑη δι᾽ ἔλαιον. 25 καὶ ἐγὼ ἐγενήϑην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεϕαλὰς αὐτῶν. 26 βοήϑησόν μοι, κύριε ὁ ϑεός μου, σῶσόν με κατὰ τὸ ἔλεός σου, 27 καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ, κύριε, ἐποίησας αὐτήν. 28 καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνϑήτωσαν, ὁ δὲ δοῦλός σου εὐϕρανϑήσεται. 29 ἐνδυσάσϑωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσϑωσαν ὡσεὶ διπλοίδα αἰσχύνην αὐτῶν. 30 ἐξομολογήσομαι τῷ κυρίῳ σϕόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, 31 ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

Liber Psalmorum - Ψαλμοί 109

1 Τῷ Δαυιδ ψαλμός. Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάϑου ἐκ δεξιῶν μου, ἕως ἂν ϑῶ τοὺς ἐχϑρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 2 ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ κύριος ἐκ Σιων, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχϑρῶν σου. 3 μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων· ἐκ γαστρὸς πρὸ ἑωσϕόρου ἐξεγέννησά σε. 4 ὤμοσεν κύριος καὶ οὐ μεταμεληϑήσεται Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεκ. 5 κύριος ἐκ δεξιῶν σου συνέϑλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς· 6 κρινεῖ ἐν τοῖς ἔϑνεσιν, πληρώσει πτώματα, συνϑλάσει κεϕαλὰς ἐπὶ γῆς πολλῶν. 7 ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεϕαλήν.

Liber Psalmorum - Ψαλμοί 110

1 Αλληλουια. Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐϑείων καὶ συναγωγῇ. 2 μεγάλα τὰ ἔργα κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ ϑελήματα αὐτοῦ· 3 ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 4 μνείαν ἐποιήσατο τῶν ϑαυμασίων αὐτοῦ, ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος· 5 τροϕὴν ἔδωκεν τοῖς ϕοβουμένοις αὐτόν, μνησϑήσεται εἰς τὸν αἰῶνα διαϑήκης αὐτοῦ. 6 ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐϑνῶν. 7 ἔργα χειρῶν αὐτοῦ ἀλήϑεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, 8 ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληϑείᾳ καὶ εὐϑύτητι. 9 λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαϑήκην αὐτοῦ· ἅγιον καὶ ϕοβερὸν τὸ ὄνομα αὐτοῦ. 10 ἀρχὴ σοϕίας ϕόβος κυρίου, σύνεσις ἀγαϑὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 111

1 Αλληλουια. Μακάριος ἀνὴρ ὁ ϕοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ ϑελήσει σϕόδρα· 2 δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐϑείων εὐλογηϑήσεται· 3 δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 4 ἐξανέτειλεν ἐν σκότει ϕῶς τοῖς εὐϑέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. 5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· 6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευϑήσεται, εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. 7 ἀπὸ ἀκοῆς πονηρᾶς οὐ ϕοβηϑήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον. 8 ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ ϕοβηϑῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ 9 ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωϑήσεται ἐν δόξῃ. 10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισϑήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιϑυμία ἁμαρτωλῶν ἀπολεῖται.

Liber Psalmorum - Ψαλμοί 112

1 Αλληλουια. Αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου· 2 εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· 3 ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου. 4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔϑνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. 5 τίς ὡς κύριος ὁ ϑεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν 6 καὶ τὰ ταπεινὰ ἐϕορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; 7 ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα 8 τοῦ καϑίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 9 ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐϕραινομένην.

Liber Psalmorum - Ψαλμοί 113

1 Αλληλουια. Ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου, οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου 2 ἐγενήϑη Ιουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ. 3 ἡ ϑάλασσα εἶδεν καὶ ἔϕυγεν, ὁ Ιορδάνης ἐστράϕη εἰς τὰ ὀπίσω· 4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. 5 τί σοί ἐστιν, ϑάλασσα, ὅτι ἔϕυγες, καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω; 6 τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; 7 ἀπὸ προσώπου κυρίου ἐσαλεύϑη ἡ γῆ, ἀπὸ προσώπου τοῦ ϑεοῦ Ιακωβ 8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. 9 μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληϑείᾳ σου, 10 μήποτε εἴπωσιν τὰ ἔϑνη Ποῦ ἐστιν ὁ ϑεὸς αὐτῶν; 11 ὁ δὲ ϑεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω· ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠϑέλησεν, ἐποίησεν. 12 τὰ εἴδωλα τῶν ἐϑνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνϑρώπων· 13 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀϕϑαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, 14 ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσϕρανϑήσονται, 15 χεῖρας ἔχουσιν καὶ οὐ ψηλαϕήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ ϕωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. 16 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιϑότες ἐπ᾽ αὐτοῖς. 17 οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον· βοηϑὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 18 οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον· βοηϑὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 19 οἱ ϕοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον· βοηϑὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 20 κύριος ἐμνήσϑη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς, εὐλόγησεν τὸν οἶκον Ισραηλ, εὐλόγησεν τὸν οἶκον Ααρων, 21 εὐλόγησεν τοὺς ϕοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. 22 προσϑείη κύριος ἐϕ᾽ ὑμᾶς, ἐϕ᾽ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν· 23 εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. 24 ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνϑρώπων. 25 οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου, 26 ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 114

1 Αλληλουια. Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος τῆς ϕωνῆς τῆς δεήσεώς μου, 2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 περιέσχον με ὠδῖνες ϑανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· ϑλῖψιν καὶ ὀδύνην εὗρον. 4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην Ὦ κύριε, ῥῦσαι τὴν ψυχήν μου. 5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος, καὶ ὁ ϑεὸς ἡμῶν ἐλεᾷ. 6 ϕυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώϑην, καὶ ἔσωσέν με. 7 ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέν σε, 8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ ϑανάτου, τοὺς ὀϕϑαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισϑήματος. 9 εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων.

Liber Psalmorum - Ψαλμοί 115

1 Αλληλουια. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώϑην σϕόδρα. 2 ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνϑρωπος ψεύστης. 3 τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι; 4 ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. 6 τίμιος ἐναντίον κυρίου ὁ ϑάνατος τῶν ὁσίων αὐτοῦ. 7 ὦ κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου, 8 σοὶ ϑύσω ϑυσίαν αἰνέσεως· 9 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ 10 ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου, Ιερουσαλημ.

Liber Psalmorum - Ψαλμοί 116

1 Αλληλουια. Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔϑνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί, 2 ὅτι ἐκραταιώϑη τὸ ἔλεος αὐτοῦ ἐϕ᾽ ἡμᾶς, καὶ ἡ ἀλήϑεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

Liber Psalmorum - Ψαλμοί 117

1 Αλληλουια. Ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι ἀγαϑός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2 εἰπάτω δὴ οἶκος Ισραηλ ὅτι ἀγαϑός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 3 εἰπάτω δὴ οἶκος Ααρων ὅτι ἀγαϑός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 4 εἰπάτωσαν δὴ πάντες οἱ ϕοβούμενοι τὸν κύριον ὅτι ἀγαϑός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 5 ἐν ϑλίψει ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν. 6 κύριος ἐμοὶ βοηϑός, οὐ ϕοβηϑήσομαι τί ποιήσει μοι ἄνϑρωπος. 7 κύριος ἐμοὶ βοηϑός, κἀγὼ ἐπόψομαι τοὺς ἐχϑρούς μου. 8 ἀγαϑὸν πεποιϑέναι ἐπὶ κύριον ἢ πεποιϑέναι ἐπ᾽ ἄνϑρωπον· 9 ἀγαϑὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ᾽ ἄρχοντας. 10 πάντα τὰ ἔϑνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς· 11 κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς· 12 ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύϑησαν ὡσεὶ πῦρ ἐν ἀκάνϑαις, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. 13 ὠσϑεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ κύριος ἀντελάβετό μου. 14 ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 15 ϕωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων Δεξιὰ κυρίου ἐποίησεν δύναμιν, 16 δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν. 17 οὐκ ἀποϑανοῦμαι, ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου. 18 παιδεύων ἐπαίδευσέν με ὁ κύριος καὶ τῷ ϑανάτῳ οὐ παρέδωκέν με. 19 ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελϑὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ. 20 αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. 21 ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. 22 λίϑον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήϑη εἰς κεϕαλὴν γωνίας· 23 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν ϑαυμαστὴ ἐν ὀϕϑαλμοῖς ἡμῶν. 24 αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεϑα καὶ εὐϕρανϑῶμεν ἐν αὐτῇ. 25 ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. 26 εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου. 27 ϑεὸς κύριος καὶ ἐπέϕανεν ἡμῖν· συστήσασϑε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ ϑυσιαστηρίου. 28 ϑεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· ϑεός μου εἶ σύ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. 29 ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι ἀγαϑός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 118

1 Αλληλουια. α αλϕ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. 2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύϑησαν. 4 σὺ ἐνετείλω τὰς ἐντολάς σου ϕυλάξασϑαι σϕόδρα. 5 ὄϕελον κατευϑυνϑείησαν αἱ ὁδοί μου τοῦ ϕυλάξασϑαι τὰ δικαιώματά σου. 6 τότε οὐ μὴ ἐπαισχυνϑῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐϑύτητι καρδίας ἐν τῷ μεμαϑηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 τὰ δικαιώματά σου ϕυλάξω· μή με ἐγκαταλίπῃς ἕως σϕόδρα. 9 β βηϑ. Ἐν τίνι κατορϑώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ ϕυλάσσεσϑαι τοὺς λόγους σου. 10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12 εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 13 ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρϕϑην ὡς ἐπὶ παντὶ πλούτῳ. 15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. 16 ἐν τοῖς δικαιώμασίν σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. 17 γ γιμαλ. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ ϕυλάξω τοὺς λόγους σου. 18 ἀποκάλυψον τοὺς ὀϕϑαλμούς μου, καὶ κατανοήσω τὰ ϑαυμάσιά σου ἐκ τοῦ νόμου σου. 19 πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου. 20 ἐπεπόϑησεν ἡ ψυχή μου τοῦ ἐπιϑυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21 ἐπετίμησας ὑπερηϕάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 καὶ γὰρ ἐκάϑισαν ἄρχοντες καὶ κατ᾽ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου. 24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. 25 δ᾽ δελϑ. Ἐκολλήϑη τῷ ἐδάϕει ἡ ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου. 26 τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. 27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς ϑαυμασίοις σου. 28 ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30 ὁδὸν ἀληϑείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαϑόμην. 31 ἐκολλήϑην τοῖς μαρτυρίοις σου· κύριε, μή με καταισχύνῃς. 32 ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. 33 ε η. Νομοϑέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός. 34 συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ ϕυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠϑέλησα. 36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. 37 ἀπόστρεψον τοὺς ὀϕϑαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν ϕόβον σου. 39 περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· τὰ γὰρ κρίματά σου χρηστά. 40 ἰδοὺ ἐπεϑύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. 41 ϛ ουαυ. Καὶ ἔλϑοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, κύριε, τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου. 42 καὶ ἀποκριϑήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου. 43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληϑείας ἕως σϕόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα. 44 καὶ ϕυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. 47 καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σϕόδρα. 48 καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου. 49 ζ ζαι. Μνήσϑητι τὸν λόγον σου τῷ δούλῳ σου, ᾧ ἐπήλπισάς με. 50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέν με. 51 ὑπερήϕανοι παρηνόμουν ἕως σϕόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 ἐμνήσϑην τῶν κριμάτων σου ἀπ᾽ αἰῶνος, κύριε, καὶ παρεκλήϑην. 53 ἀϑυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54 ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. 55 ἐμνήσϑην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐϕύλαξα τὸν νόμον σου. 56 αὕτη ἐγενήϑη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 57 η ηϑ. Μερίς μου κύριε, εἶπα ϕυλάξασϑαι τὸν νόμον σου. 58 ἐδεήϑην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60 ἡτοιμάσϑην καὶ οὐκ ἐταράχϑην τοῦ ϕυλάξασϑαι τὰς ἐντολάς σου. 61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαϑόμην. 62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσϑαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63 μέτοχος ἐγώ εἰμι πάντων τῶν ϕοβουμένων σε καὶ τῶν ϕυλασσόντων τὰς ἐντολάς σου. 64 τοῦ ἐλέους σου, κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. 65 ϑ τηϑ. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, κύριε, κατὰ τὸν λόγον σου. 66 χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 πρὸ τοῦ με ταπεινωϑῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐϕύλαξα. 68 χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. 69 ἐπληϑύνϑη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηϕάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 ἐτυρώϑη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71 ἀγαϑόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάϑω τὰ δικαιώματά σου. 72 ἀγαϑόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 73 ι ιωϑ. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαϑήσομαι τὰς ἐντολάς σου. 74 οἱ ϕοβούμενοί σε ὄψονταί με καὶ εὐϕρανϑήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75 ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληϑείᾳ ἐταπείνωσάς με. 76 γενηϑήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 77 ἐλϑέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. 78 αἰσχυνϑήτωσαν ὑπερήϕανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79 ἐπιστρεψάτωσάν μοι οἱ ϕοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 γενηϑήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνϑῶ. 81 ια χαϕ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. 82 ἐξέλιπον οἱ ὀϕϑαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες Πότε παρακαλέσεις με; 83 ὅτι ἐγενήϑην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαϑόμην. 84 πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾽ οὐχ ὡς ὁ νόμος σου, κύριε. 86 πᾶσαι αἱ ἐντολαί σου ἀλήϑεια· ἀδίκως κατεδίωξάν με, βοήϑησόν μοι. 87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88 κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ ϕυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. 89 ιβ λαβδ. Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήϑειά σου· ἐϑεμελίωσας τὴν γῆν, καὶ διαμένει. 91 τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάϑωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε. 94 σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. 96 πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σϕόδρα. 97 ιγ μημ. Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 ὑπὲρ τοὺς ἐχϑρούς μου ἐσόϕισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν. 99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν ϕυλάξω τοὺς λόγους σου. 102 ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοϑέτησάς μοι. 103 ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. 104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. [ὅτι σὺ ἐνομοϑέτησάς μοι.] 105 ιδ νουν. Λύχνος τοῖς ποσίν μου ὁ λόγος σου καὶ ϕῶς ταῖς τρίβοις μου. 106 ὀμώμοκα καὶ ἔστησα τοῦ ϕυλάξασϑαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 ἐταπεινώϑην ἕως σϕόδρα· κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109 ἡ ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαϑόμην 110 ἔϑεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήϑην. 111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. 112 ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾽ ἀντάμειψιν. 113 ιε σαμχ. Παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα. 114 βοηϑός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ· εἰς τὸν λόγον σου ἐπήλπισα. 115 ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ ϑεοῦ μου. 116 ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 117 βοήϑησόν μοι, καὶ σωϑήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός. 118 ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιω μάτων σου, ὅτι ἄδικον τὸ ἐνϑύμημα αὐτῶν. 119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός. 120 καϑήλωσον ἐκ τοῦ ϕόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐϕοβήϑην. 121 ιϛ αιν. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με. 122 ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαϑόν· μὴ συκοϕαντησάτωσάν με ὑπερήϕανοι. 123 οἱ ὀϕϑαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124 ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125 δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. 126 καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. 127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128 διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρϑούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 129 ιζ ϕη. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130 ἡ δήλωσις τῶν λόγων σου ϕωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόϑουν. 132 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 τὰ διαβήματά μου κατεύϑυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134 λύτρωσαί με ἀπὸ συκοϕαντίας ἀνϑρώπων, καὶ ϕυλάξω τὰς ἐντολάς σου. 135 τὸ πρόσωπόν σου ἐπίϕανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136 διεξόδους ὑδάτων κατέβησαν οἱ ὀϕϑαλμοί μου, ἐπεὶ οὐκ ἐϕύλαξαν τὸν νόμον σου. 137 ιη σαδη. Δίκαιος εἶ, κύριε, καὶ εὐϑὴς ἡ κρίσις σου. 138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήϑειαν σϕόδρα. 139 ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάϑοντο τῶν λόγων σου οἱ ἐχϑροί μου. 140 πεπυρωμένον τὸ λόγιόν σου σϕόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαϑόμην. 142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήϑεια. 143 ϑλῖψις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. 144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. 145 ιϑ κωϕ. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. 146 ἐκέκραξά σε· σῶσόν με, καὶ ϕυλάξω τὰ μαρτύριά σου. 147 προέϕϑασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148 προέϕϑασαν οἱ ὀϕϑαλμοί μου πρὸς ὄρϑρον τοῦ μελετᾶν τὰ λόγιά σου. 149 τῆς ϕωνῆς μου ἄκουσον, κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνϑησαν. 151 ἐγγὺς εἶ σύ, κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήϑεια. 152 κατ᾽ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐϑεμελίωσας αὐτά. 153 κ ρης. Ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαϑόμην. 154 κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 155 μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156 οἱ οἰκτιρμοί σου πολλοί, κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με. 157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκϑλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158 εἶδον ἀσυνϑετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐϕυλάξαντο. 159 ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 ἀρχὴ τῶν λόγων σου ἀλήϑεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. 161 κα σεν. Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164 ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 προσεδόκων τὸ σωτήριόν σου, κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167 ἐϕύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σϕόδρα. 168 ἐϕύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, κύριε. 169 κβ ϑαυ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 εἰσέλϑοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 ϕϑέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 γενέσϑω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 ἐπεπόϑησα τὸ σωτήριόν σου, κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν. 175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηϑήσει μοι. 176 ἐπλανήϑην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελα ϑόμην.

Liber Psalmorum - Ψαλμοί 119

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαί με ἐκέκραξα, καὶ εἰσήκουσέν μου. 2 κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. 3 τί δοϑείη σοι καὶ τί προστεϑείη σοι πρὸς γλῶσσαν δολίαν; 4 τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνϑραξιν τοῖς ἐρημικοῖς. 5 οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνϑη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ. 6 πολλὰ παρῴκησεν ἡ ψυχή μου. 7 μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

Liber Psalmorum - Ψαλμοί 120

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Ἦρα τοὺς ὀϕϑαλμούς μου εἰς τὰ ὄρη Πόϑεν ἥξει ἡ βοήϑειά μου; 2 ἡ βοήϑειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ ϕυλάσσων σε. 4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ ϕυλάσσων τὸν Ισραηλ. 5 κύριος ϕυλάξει σε, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου· 6 ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα. 7 κύριος ϕυλάξει σε ἀπὸ παντὸς κακοῦ, ϕυλάξει τὴν ψυχήν σου. 8 κύριος ϕυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 121

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Εὐϕράνϑην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον κυρίου πορευσόμεϑα. 2 ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ. 3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. 4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ ϕυλαί, ϕυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ ἐξομολογήσασϑαι τῷ ὀνόματι κυρίου· 5 ὅτι ἐκεῖ ἐκάϑισαν ϑρόνοι εἰς κρίσιν, ϑρόνοι ἐπὶ οἶκον Δαυιδ. 6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ, καὶ εὐϑηνία τοῖς ἀγαπῶσίν σε· 7 γενέσϑω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐϑηνία ἐν ταῖς πυργοβάρεσίν σου. 8 ἕνεκα τῶν ἀδελϕῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· 9 ἕνεκα τοῦ οἴκου κυρίου τοῦ ϑεοῦ ἡμῶν ἐξεζήτησα ἀγαϑά σοι.

Liber Psalmorum - Ψαλμοί 122

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Πρὸς σὲ ἦρα τοὺς ὀϕϑαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. 2 ἰδοὺ ὡς ὀϕϑαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀϕϑαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀϕϑαλμοὶ ἡμῶν πρὸς κύριον τὸν ϑεὸν ἡμῶν, ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. 3 ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσϑημεν ἐξουδενώσεως, 4 ἐπὶ πλεῖον ἐπλήσϑη ἡ ψυχὴ ἡμῶν. τὸ ὄνειδος τοῖς εὐϑηνοῦσιν, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηϕάνοις.

Liber Psalmorum - Ψαλμοί 123

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ισραηλ, 2 εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνϑρώπους ἐϕ᾽ ἡμᾶς, 3 ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισϑῆναι τὸν ϑυμὸν αὐτῶν ἐϕ᾽ ἡμᾶς· 4 ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλϑεν ἡ ψυχὴ ἡμῶν· 5 ἄρα διῆλϑεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. 6 εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς ϑήραν τοῖς ὀδοῦσιν αὐτῶν. 7 ἡ ψυχὴ ἡμῶν ὡς στρουϑίον ἐρρύσϑη ἐκ τῆς παγίδος τῶν ϑηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσϑημεν. 8 ἡ βοήϑεια ἡμῶν ἐν ὀνόματι κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Liber Psalmorum - Ψαλμοί 124

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Οἱ πεποιϑότες ἐπὶ κύριον ὡς ὄρος Σιων· οὐ σαλευϑήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ιερουσαλημ. 2 ὄρη κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 3 ὅτι οὐκ ἀϕήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. 4 ἀγάϑυνον, κύριε, τοῖς ἀγαϑοῖς καὶ τοῖς εὐϑέσι τῇ καρδίᾳ· 5 τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶ τὸν Ισραηλ.

Liber Psalmorum - Ψαλμοί 125

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήϑημεν ὡς παρακεκλημένοι. 2 τότε ἐπλήσϑη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔϑνεσιν Ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν. 3 ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεϑ᾽ ἡμῶν, ἐγενήϑημεν εὐϕραινόμενοι. 4 ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. 5 οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει ϑεριοῦσιν. 6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

Liber Psalmorum - Ψαλμοί 126

1 ᾨδὴ τῶν ἀναβαϑμῶν· τῷ Σαλωμων. Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ κύριος ϕυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ ϕυλάσσων. 2 εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρϑρίζειν, ἐγείρεσϑαι μετὰ τὸ καϑῆσϑαι, οἱ ἔσϑοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. 3 ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί, ὁ μισϑὸς τοῦ καρποῦ τῆς γαστρός. 4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 5 μακάριος ἄνϑρωπος, ὃς πληρώσει τὴν ἐπιϑυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνϑήσονται, ὅταν λαλῶσι τοῖς ἐχϑροῖς αὐτῶν ἐν πύλῃ.

Liber Psalmorum - Ψαλμοί 127

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Μακάριοι πάντες οἱ ϕοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 2 τοὺς πόνους τῶν καρπῶν σου ϕάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. 3 ἡ γυνή σου ὡς ἄμπελος εὐϑηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόϕυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. 4 ἰδοὺ οὕτως εὐλογηϑήσεται ἄνϑρωπος ὁ ϕοβούμενος τὸν κύριον. 5 εὐλογήσαι σε κύριος ἐκ Σιων, καὶ ἴδοις τὰ ἀγαϑὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 6 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν Ισραηλ.

Liber Psalmorum - Ψαλμοί 128

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ισραηλ, 2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήϑησάν μοι. 3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· 4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. 5 αἰσχυνϑήτωσαν καὶ ἀποστραϕήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων. 6 γενηϑήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασϑῆναι ἐξηράνϑη· 7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ ϑερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, 8 καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐϕ᾽ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.

Liber Psalmorum - Ψαλμοί 129

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Ἐκ βαϑέων ἐκέκραξά σε, κύριε· 2 κύριε, εἰσάκουσον τῆς ϕωνῆς μου· γενηϑήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν ϕωνὴν τῆς δεήσεώς μου. 3 ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; 4 ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 5 ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. 6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ ϕυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ ϕυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον. 7 ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις, 8 καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 130

1 ᾨδὴ τῶν ἀναβαϑμῶν· τῷ Δαυιδ. Κύριε, οὐχ ὑψώϑη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσϑησαν οἱ ὀϕϑαλμοί μου, οὐδὲ ἐπορεύϑην ἐν μεγάλοις οὐδὲ ἐν ϑαυμασίοις ὑπὲρ ἐμέ. 2 εἰ μὴ ἐταπεινοϕρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου. 3 ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 131

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Μνήσϑητι, κύριε, τοῦ Δαυιδ καὶ πάσης τῆς πραύτητος αὐτοῦ, 2 ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ ϑεῷ Ιακωβ 3 Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, 4 εἰ δώσω ὕπνον τοῖς ὀϕϑαλμοῖς μου καὶ τοῖς βλεϕάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάϕοις μου, 5 ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ ϑεῷ Ιακωβ. 6 ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εϕραϑα, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· 7 εἰσελευσόμεϑα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. 8 ἀνάστηϑι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· 9 οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 10 ἕνεκεν Δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. 11 ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήϑειαν καὶ οὐ μὴ ἀϑετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου ϑήσομαι ἐπὶ τὸν ϑρόνον σου· 12 ἐὰν ϕυλάξωνται οἱ υἱοί σου τὴν διαϑήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καϑιοῦνται ἐπὶ τοῦ ϑρό νου σου. 13 ὅτι ἐξελέξατο κύριος τὴν Σιων, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ 14 Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· 15 τὴν ϑήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, 16 τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται· 17 ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· 18 τοὺς ἐχϑροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανϑήσει τὸ ἁγίασμά μου.

Liber Psalmorum - Ψαλμοί 132

1 ᾨδὴ τῶν ἀναβαϑμῶν· τῷ Δαυιδ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελϕοὺς ἐπὶ τὸ αὐτό; 2 ὡς μύρον ἐπὶ κεϕαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ααρων, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ· 3 ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων· ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 133

1 ᾨδὴ τῶν ἀναβαϑμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου ϑεοῦ ἡμῶν. 2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον. 3 εὐλογήσει σε κύριος ἐκ Σιων ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

Liber Psalmorum - Ψαλμοί 134

1 Αλληλουια. Αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι, κύριον, 2 οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου ϑεοῦ ἡμῶν. 3 αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαϑὸς κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· 4 ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος, Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ. 5 ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς ϑεούς· 6 πάντα, ὅσα ἠϑέλησεν ὁ κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς ϑαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις· 7 ἀνάγων νεϕέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ ϑησαυρῶν αὐτοῦ. 8 ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνϑρώπου ἕως κτήνους· 9 ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. 10 ὃς ἐπάταξεν ἔϑνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς, 11 τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν, 12 καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ. 13 κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14 ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληϑήσεται. 15 τὰ εἴδωλα τῶν ἐϑνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνϑρώπων· 16 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀϕϑαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, 17 ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισϑήσονται, [ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσϕρανϑήσονται, χεῖρας ἔχουσιν καὶ οὐ ψηλαϕήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ ϕωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν,] οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν. 18 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιϑότες ἐπ᾽ αὐτοῖς. 19 οἶκος Ισραηλ, εὐλογήσατε τὸν κύριον· οἶκος Ααρων, εὐλογήσατε τὸν κύριον· 20 οἶκος Λευι, εὐλογήσατε τὸν κύριον· οἱ ϕοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον. 21 εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ.

Liber Psalmorum - Ψαλμοί 135

1 Αλληλουια. Ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 2 ἐξομολογεῖσϑε τῷ ϑεῷ τῶν ϑεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 3 ἐξομολογεῖσϑε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 4 τῷ ποιοῦντι ϑαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 5 τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 6 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 7 τῷ ποιήσαντι ϕῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 8 τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 9 τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 10 τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 11 καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 12 ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 13 τῷ καταδιελόντι τὴν ἐρυϑρὰν ϑάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 14 καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 15 καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτοῦ εἰς ϑάλασσαν ἐρυϑράν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 16 τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 17 τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 18 καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 19 τὸν Σηων βασιλέα τῶν Αμορραίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 20 καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 21 καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 22 κληρονομίαν Ισραηλ δούλῳ αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 23 ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσϑη ἡμῶν ὁ κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 24 καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχϑρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 25 ὁ διδοὺς τροϕὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 26 ἐξομολογεῖσϑε τῷ ϑεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἐξομολογεῖσϑε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 136

1 Τῷ Δαυιδ. Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαϑίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησϑῆναι ἡμᾶς τῆς Σιων. 2 ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· 3 ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον Ἄισατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων. 4 πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; 5 ἐὰν ἐπιλάϑωμαί σου, Ιερουσαλημ, ἐπιλησϑείη ἡ δεξιά μου· 6 κολληϑείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησϑῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐϕρο σύνης μου. 7 μνήσϑητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ τῶν λεγόντων Ἐκκενοῦτε ἐκκενοῦτε, ἕως ὁ ϑεμέλιος ἐν αὐτῇ. 8 ϑυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀντ απέδωκας ἡμῖν· 9 μακάριος ὃς κρατήσει καὶ ἐδαϕιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.

Liber Psalmorum - Ψαλμοί 137

1 Τῷ Δαυιδ. Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι. 2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληϑείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου. 3 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει. 4 ἐξομολογησάσϑωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου, 5 καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου, ὅτι μεγάλη ἡ δόξα κυρίου, 6 ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐϕορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόϑεν γινώσκει. 7 ἐὰν πορευϑῶ ἐν μέσῳ ϑλίψεως, ζήσεις με· ἐπ᾽ ὀργὴν ἐχϑρῶν μου ἐξέτεινας χεῖρά σου, καὶ ἔσωσέν με ἡ δεξιά σου. 8 κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.

Liber Psalmorum - Ψαλμοί 138

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· 2 σὺ ἔγνως τὴν καϑέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόϑεν· 3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες. 4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου, 5 ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔϑηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. 6 ἐϑαυμαστώϑη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώϑη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 7 ποῦ πορευϑῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ ϕύγω; 8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρϑρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς ϑαλάσσης, 10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καϑέξει με ἡ δεξιά σου. 11 καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ ϕωτισμὸς ἐν τῇ τρυϕῇ μου· 12 ὅτι σκότος οὐ σκοτισϑήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα ϕωτισϑήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ ϕῶς αὐτῆς. 13 ὅτι σὺ ἐκτήσω τοὺς νεϕρούς μου, κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. 14 ἐξομολογήσομαί σοι, ὅτι ϕοβερῶς ἐϑαυμαστώϑην· ϑαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σϕόδρα. 15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυϕῇ. καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς· 16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀϕϑαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραϕήσονται· ἡμέρας πλασϑήσονται, καὶ οὐϑεὶς ἐν αὐτοῖς. 17 ἐμοὶ δὲ λίαν ἐτιμήϑησαν οἱ ϕίλοι σου, ὁ ϑεός, λίαν ἐκραταιώϑησαν αἱ ἀρχαὶ αὐτῶν· 18 ἐξαριϑμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληϑυνϑήσονται· ἐξηγέρϑην καὶ ἔτι εἰμὶ μετὰ σοῦ. 19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ ϑεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ. 20 ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου. 21 οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχϑροῖς σου ἐξετηκόμην; 22 τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχϑροὺς ἐγένοντό μοι. 23 δοκίμασόν με, ὁ ϑεός, καὶ γνῶϑι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶϑι τὰς τρίβους μου 24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

Liber Psalmorum - Ψαλμοί 139

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 Ἐξελοῦ με, κύριε, ἐξ ἀνϑρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, 3 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· 4 ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄϕεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα. 5 ϕύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνϑρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου· 6 ἔκρυψαν ὑπερήϕανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου, ἐχόμενα τρίβου σκάνδαλον ἔϑεντό μοι. διάψαλμα. 7 εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ· ἐνώτισαι, κύριε, τὴν ϕωνὴν τῆς δεήσεώς μου. 8 κύριε κύριε δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεϕαλήν μου ἐν ἡμέρᾳ πολέμου. 9 μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιϑυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾽ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωϑῶσιν. διάψαλμα. 10 ἡ κεϕαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. 11 πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνϑρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. 12 ἀνὴρ γλωσσώδης οὐ κατευϑυνϑήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ ϑηρεύσει εἰς διαϕϑοράν. 13 ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων. 14 πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐϑεῖς σὺν τῷ προσώπῳ σου.

Liber Psalmorum - Ψαλμοί 140

1 Ψαλμὸς τῷ Δαυιδ. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ ϕωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 2 κατευϑυνϑήτω ἡ προσευχή μου ὡς ϑυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου ϑυσία ἑσπερινή. 3 ϑοῦ, κύριε, ϕυλακὴν τῷ στόματί μου καὶ ϑύραν περιοχῆς περὶ τὰ χείλη μου. 4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προϕασίζεσϑαι προϕάσεις ἐν ἁμαρτίαις σὺν ἀνϑρώποις ἐργαζομένοις ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεϕαλήν μου, ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. 6 κατεπόϑησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνϑησαν. 7 ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς, διεσκορπίσϑη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. 8 ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀϕϑαλμοί μου· ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 9 ϕύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 10 πεσοῦνται ἐν ἀμϕιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλϑω.

Liber Psalmorum - Ψαλμοί 141

1 Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή. 2 Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, ϕωνῇ μου πρὸς κύριον ἐδεήϑην. 3 ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν ϑλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. 5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο ϕυγὴ ἀπ᾽ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 6 ἐκέκραξα πρὸς σέ, κύριε, εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. 7 πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώϑην σϕόδρα· ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώϑησαν ὑπὲρ ἐμέ. 8 ἐξάγαγε ἐκ ϕυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασϑαι τῷ ὀνόματί σου, κύριε· ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.

Liber Psalmorum - Ψαλμοί 142

1 Ψαλμὸς τῷ Δαυιδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληϑείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλϑῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωϑήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχϑρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάϑισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχϑη ἡ καρδία μου. 5 ἐμνήσϑην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα τὰς χεῖράς μου πρὸς σέ, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. διάψαλμα. 7 ταχὺ εἰσάκουσόν μου, κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωϑήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχϑρῶν μου, κύριε, ὅτι πρὸς σὲ κατέϕυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ ϑέλημά σου, ὅτι σὺ εἶ ὁ ϑεός μου· τὸ πνεῦμά σου τὸ ἀγαϑὸν ὁδηγήσει με ἐν γῇ εὐϑείᾳ. 11 ἕνεκα τοῦ ὀνόματός σου, κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ ϑλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου ἐξολεϑρεύσεις τοὺς ἐχϑρούς μου καὶ ἀπολεῖς πάντας τοὺς ϑλίβοντας τὴν ψυχήν μου· ὅτι δοῦλός σού εἰμι ἐγώ.

Liber Psalmorum - Ψαλμοί 143

1 Τῷ Δαυιδ, πρὸς τὸν Γολιαδ. Εὐλογητὸς κύριος ὁ ϑεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· 2 ἔλεός μου καὶ καταϕυγή μου, ἀντιλήμπτωρ μου καὶ ῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ᾽ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾽ ἐμέ. 3 κύριε, τί ἐστιν ἄνϑρωπος, ὅτι ἐγνώσϑης αὐτῷ, ἢ υἱὸς ἀνϑρώπου, ὅτι λογίζῃ αὐτόν; 4 ἄνϑρωπος ματαιότητι ὡμοιώϑη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. 5 κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηϑι, ἅψαι τῶν ὀρέων, καὶ καπνισϑήσονται· 6 ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. 7 ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, 8 ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 9 ὁ ϑεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι 10 τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν, τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομϕαίας πο νηρᾶς. 11 ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 12 ὧν οἱ υἱοὶ ὡς νεόϕυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ ϑυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ, 13 τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολυτόκα πληϑύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, 14 οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστιν κατάπτωμα ϕραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, 15 ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν· μακάριος ὁ λαός, οὗ κύριος ὁ ϑεὸς αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 144

1 Αἴνεσις τῷ Δαυιδ. Ὑψώσω σε, ὁ ϑεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ ῶνα τοῦ αἰῶνος. 2 καϑ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 3 μέγας κύριος καὶ αἰνετὸς σϕόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας. 4 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιν. 5 τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν καὶ τὰ ϑαυμάσιά σου διηγήσονται. 6 καὶ τὴν δύναμιν τῶν ϕοβερῶν σου ἐροῦσιν καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. 7 μνήμην τοῦ πλήϑους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. 8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόϑυμος καὶ πολυέλεος. 9 χρηστὸς κύριος τοῖς σύμπασιν, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. 10 ἐξομολογησάσϑωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. 11 δόξαν τῆς βασιλείας σου ἐροῦσιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν 12 τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνϑρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. 13 ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 13 a πιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. 14 ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορϑοῖ πάντας τοὺς κατερραγμένους. 15 οἱ ὀϕϑαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροϕὴν αὐτῶν ἐν εὐκαιρίᾳ. 16 ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. 17 δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ. 18 ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληϑείᾳ. 19 ϑέλημα τῶν ϕοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς. 20 ϕυλάσσει κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεϑρεύσει. 21 αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Liber Psalmorum - Ψαλμοί 145

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον. 2 αἰνέσω κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ ϑεῷ μου, ἕως ὑπάρχω. 3 μὴ πεποίϑατε ἐπ᾽ ἄρχοντας καὶ ἐϕ᾽ υἱοὺς ἀνϑρώπων, οἷς οὐκ ἔστιν σωτηρία. 4 ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. 5 μακάριος οὗ ὁ ϑεὸς Ιακωβ βοηϑός, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν ϑεὸν αὐτοῦ 6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν ϑάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, τὸν ϕυλάσσοντα ἀλήϑειαν εἰς τὸν αἰῶνα, 7 ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροϕὴν τοῖς πεινῶσιν· κύριος λύει πεπεδημένους, 8 κύριος ἀνορϑοῖ κατερραγμένους, κύριος σοϕοῖ τυϕλούς, κύριος ἀγαπᾷ δικαίους· 9 κύριος ϕυλάσσει τοὺς προσηλύτους, ὀρϕανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀϕανιεῖ. 10 βασιλεύσει κύριος εἰς τὸν αἰῶνα, ὁ ϑεός σου, Σιων, εἰς γενεὰν καὶ γενεάν.

Liber Psalmorum - Ψαλμοί 146

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαϑὸν ψαλμός· τῷ ϑεῷ ἡμῶν ἡδυνϑείη αἴνεσις. 2 οἰκοδομῶν Ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει, 3 ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, 4 ὁ ἀριϑμῶν πλήϑη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 5 μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριϑμός. 6 ἀναλαμβάνων πραεῖς ὁ κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς. 7 ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ ϑεῷ ἡμῶν ἐν κιϑάρᾳ, 8 τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεϕέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον [καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνϑρώπων,] 9 διδόντι τοῖς κτήνεσι τροϕὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 10 οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου ϑελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· 11 εὐδοκεῖ κύριος ἐν τοῖς ϕοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 147

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Ἐπαίνει, Ιερουσαλημ, τὸν κύριον, αἴνει τὸν ϑεόν σου, Σιων, 2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί· 3 ὁ τιϑεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· 4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ 5 τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, 6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; 7 ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. 8 ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ. 9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔϑνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.

Liber Psalmorum - Ψαλμοί 148

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. 2 αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. 3 αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ ϕῶς. 4 αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. 5 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήϑησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσϑησαν. 6 ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔϑετο, καὶ οὐ παρελεύσεται. 7 αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· 8 πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· 9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποϕόρα καὶ πᾶσαι κέδροι· 10 τὰ ϑηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· 11 βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· 12 νεανίσκοι καὶ παρϑένοι, πρεσβῦται μετὰ νεωτέρων· 13 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι ὑψώϑη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. 14 καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ισραηλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Liber Psalmorum - Ψαλμοί 149

1 Αλληλουια. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. 2 εὐϕρανϑήτω Ισραηλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιων ἀγαλλιάσϑωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν· 3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, 4 ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. 5 καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν· 6 αἱ ὑψώσεις τοῦ ϑεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομϕαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν 7 τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔϑνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, 8 τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, 9 τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον· δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Liber Psalmorum - Ψαλμοί 150

1 Αλληλουια. Αἰνεῖτε τὸν ϑεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· 2 αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆϑος τῆς μεγαλωσύνης αὐτοῦ. 3 αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιϑάρᾳ· 4 αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· 5 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. 6 πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. αλληλουια.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 1

1 Παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ, ὃς ἐβασίλευσεν ἐν Ισραηλ, 2 γνῶναι σοϕίαν καὶ παιδείαν νοῆσαί τε λόγους ϕρονήσεως 3 δέξασϑαί τε στροϕὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληϑῆ καὶ κρίμα κατευϑύνειν, 4 ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσϑησίν τε καὶ ἔννοιαν· 5 τῶνδε γὰρ ἀκούσας σοϕὸς σοϕώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται 6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοϕῶν καὶ αἰνίγματα. 7 Ἀρχὴ σοϕίας ϕόβος ϑεοῦ, σύνεσις δὲ ἀγαϑὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· εὐσέβεια δὲ εἰς ϑεὸν ἀρχὴ αἰσϑήσεως, σοϕίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουϑενήσουσιν. 8 ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ ϑεσμοὺς μητρός σου· 9 στέϕανον γὰρ χαρίτων δέξῃ σῇ κορυϕῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. 10 υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληϑῇς, ἐὰν παρακαλέσωσί σε λέγοντες 11 Ἐλϑὲ μεϑ᾽ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, 12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· 13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεϑα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· 14 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεϑα πάντες, καὶ μαρσίππιον ἓν γενηϑήτω ἡμῖν. 15 μὴ πορευϑῇς ἐν ὁδῷ μετ᾽ αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· 16 οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· 17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. 18 αὐτοὶ γὰρ οἱ ϕόνου μετέχοντες ϑησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δὲ καταστροϕὴ ἀνδρῶν παρανόμων κακή. 19 αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀϕαιροῦνται. 20 Σοϕία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει, 21 ἐπ᾽ ἄκρων δὲ τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως ϑαρροῦσα λέγει 22 Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰ σχυνϑήσονται· οἱ δὲ ἄϕρονες, τῆς ὕβρεως ὄντες ἐπιϑυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσϑησιν 23 καὶ ὑπεύϑυνοι ἐγένοντο ἐλέγχοις. ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. 24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, 25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειϑήσατε, 26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεϑρος, 27 καὶ ὡς ἂν ἀϕίκηται ὑμῖν ἄϕνω ϑόρυβος, ἡ δὲ καταστροϕὴ ὁμοίως καταιγίδι παρῇ, καὶ ὅταν ἔρχηται ὑμῖν ϑλῖψις καὶ πολιορκία, ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεϑρος. 28 ἔσται γὰρ ὅταν ἐπικαλέσησϑέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν. 29 ἐμίσησαν γὰρ σοϕίαν, τὸν δὲ ϕόβον τοῦ κυρίου οὐ προ είλαντο 30 οὐδὲ ἤϑελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. 31 τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησϑήσονται· 32 ἀνϑ᾽ ὧν γὰρ ἠδίκουν νηπίους, ϕονευϑήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. 33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾽ ἐλπίδι καὶ ἡσυχάσει ἀϕόβως ἀπὸ παντὸς κακοῦ.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 2

1 Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, 2 ὑπακούσεται σοϕίας τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουϑέτησιν τῷ υἱῷ σου. 3 ἐὰν γὰρ τὴν σοϕίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς ϕωνήν σου, τὴν δὲ αἴσϑησιν ζητήσῃς μεγάλῃ τῇ ϕωνῇ, 4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς ϑησαυροὺς ἐξερευνήσῃς αὐτήν, 5 τότε συνήσεις ϕόβον κυρίου καὶ ἐπίγνωσιν ϑεοῦ εὑρήσεις. 6 ὅτι κύριος δίδωσιν σοϕίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· 7 καὶ ϑησαυρίζει τοῖς κατορϑοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν 8 τοῦ ϕυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαϕυλάξει. 9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορϑώσεις πάντας ἄξονας ἀγαϑούς. 10 ἐὰν γὰρ ἔλϑῃ ἡ σοϕία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσϑησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, 11 βουλὴ καλὴ ϕυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε, 12 ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. 13 ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐϑείας τοῦ πορεύεσϑαι ἐν ὁδοῖς σκότους, 14 οἱ εὐϕραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροϕῇ κακῇ, 15 ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν 16 τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐϑείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. 17 υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαϑήκην ϑείαν ἐπιλελησμένη· 18 ἔϑετο γὰρ παρὰ τῷ ϑανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς· 19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐϑείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. 20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαϑάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους. 21 χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειϕϑήσονται ἐν αὐτῇ, ὅτι εὐϑεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειϕϑήσονται ἐν αὐτῇ· 22 ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσϑήσονται ἀπ᾽ αὐτῆς.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 3

1 Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανϑάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· 2 μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσϑήσουσίν σοι. 3 ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄϕαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· 4 καὶ προνοοῦ καλὰ ἐνώπιον κυρίου καὶ ἀνϑρώπων. 5 ἴσϑι πεποιϑὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ ϑεῷ, ἐπὶ δὲ σῇ σοϕίᾳ μὴ ἐπαίρου· 6 ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρϑοτομῇ τὰς ὁδούς σου, [ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ.] 7 μὴ ἴσϑι ϕρόνιμος παρὰ σεαυτῷ, ϕοβοῦ δὲ τὸν ϑεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· 8 τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. 9 τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, 10 ἵνα πίμπληται τὰ ταμίειά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. 11 Υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· 12 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 13 μακάριος ἄνϑρωπος ὃς εὗρεν σοϕίαν καὶ ϑνητὸς ὃς εἶδεν ϕρόνησιν· 14 κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσϑαι ἢ χρυσίου καὶ ἀργυρίου ϑησαυρούς. 15 τιμιωτέρα δέ ἐστιν λίϑων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. 16 μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· 16 a ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης ϕορεῖ. 17 αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· 18 ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτὴν ὡς ἐπὶ κύριον ἀσϕαλής. 19 ὁ ϑεὸς τῇ σοϕίᾳ ἐϑεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν ϕρονήσει· 20 ἐν αἰσϑήσει ἄβυσσοι ἐρράγησαν, νέϕη δὲ ἐρρύησαν δρόσους. 21 Υἱέ, μὴ παραρρυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, 22 ἵνα ζήσῃ ἡ ψυχή σου, καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ. 22 a ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις, 23 ἵνα πορεύῃ πεποιϑὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ. 24 ἐὰν γὰρ κάϑῃ, ἄϕοβος ἔσῃ, ἐὰν δὲ καϑεύδῃς, ἡδέως ὑπνώσεις· 25 καὶ οὐ ϕοβηϑήσῃ πτόησιν ἐπελϑοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· 26 ὁ γὰρ κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευϑῇς. 27 μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηϑεῖν· 28 μὴ εἴπης Ἐπανελϑὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. 29 μὴ τεκτήνῃ ἐπὶ σὸν ϕίλον κακὰ παροικοῦντα καὶ πεποιϑότα ἐπὶ σοί. 30 μὴ ϕιλεχϑρήσῃς πρὸς ἄνϑρωπον μάτην, μή τι εἰς σὲ ἐργάσηται κακόν. 31 μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν· 32 ἀκάϑαρτος γὰρ ἔναντι κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει. 33 κατάρα ϑεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. 34 κύριος ὑπερηϕάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 35 δόξαν σοϕοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 4

1 Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· 2 δῶρον γὰρ ἀγαϑὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. 3 υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, 4 οἳ ἔλεγον καὶ ἐδίδασκόν με Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· 5 ϕύλασσε ἐντολάς, μὴ ἐπιλάϑῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος 6 μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνϑέξεταί σου· ἐράσϑητι αὐτῆς, καὶ τηρήσει σε· 8 περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, 9 ἵνα δῷ τῇ σῇ κεϕαλῇ στέϕανον χαρίτων, στεϕάνῳ δὲ τρυϕῆς ὑπερασπίσῃ σου. 10 Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληϑυνϑήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· 11 ὁδοὺς γὰρ σοϕίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρϑαῖς. 12 ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισϑήσεταί σου τὰ διαβήματα· ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις. 13 ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀϕῇς, ἀλλὰ ϕύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. 14 ὁδοὺς ἀσεβῶν μὴ ἐπέλϑῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· 15 ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλϑῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾽ αὐτῶν καὶ παράλλαξον. 16 οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀϕῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· 17 οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεϑύσκονται. 18 αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως ϕωτὶ λάμπουσιν, προπορεύονται καὶ ϕωτίζουσιν, ἕως κατορϑώσῃ ἡ ἡμέρα· 19 αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν. 20 Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς, 21 ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, ϕύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ· 22 ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις. 23 πάσῃ ϕυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. 24 περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. 25 οἱ ὀϕϑαλμοί σου ὀρϑὰ βλεπέτωσαν, τὰ δὲ βλέϕαρά σου νευέτω δίκαια. 26 ὀρϑὰς τροχιὰς ποίει σοῖς ποσὶν καὶ τὰς ὁδούς σου κατεύϑυνε. 27 μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· 27 a ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ ϑεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· 28 αὐτὸς δὲ ὀρϑὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 5

1 Υἱέ, ἐμῇ σοϕίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, 2 ἵνα ϕυλάξῃς ἔννοιαν ἀγαϑήν· αἴσϑησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. 3 μὴ πρόσεχε ϕαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν ϕάρυγγα, 4 ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. 5 τῆς γὰρ ἀϕροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ ϑανάτου εἰς τὸν ᾅδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται· 6 ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σϕαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι. 7 νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους· 8 μακρὰν ποίησον ἀπ᾽ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς ϑύραις οἴκων αὐτῆς, 9 ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν, 10 ἵνα μὴ πλησϑῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλϑωσιν, 11 καὶ μεταμεληϑήσῃ ἐπ᾽ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου, 12 καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου· 13 οὐκ ἤκουον ϕωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου· 14 παρ᾽ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. 15 πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν ϕρεάτων πηγῆς. 16 μὴ ὑπερεκχείσϑω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσϑω τὰ σὰ ὕδατα· 17 ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· 18 ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευϕραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. 19 ἔλαϕος ϕιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσϑω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης ϕιλίᾳ συμπεριϕερόμενος πολλοστὸς ἔσῃ. 20 μὴ πολὺς ἴσϑι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας· 21 ἐνώπιον γάρ εἰσιν τῶν τοῦ ϑεοῦ ὀϕϑαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. 22 παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σϕίγγεται· 23 οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήϑους τῆς ἑαυτοῦ βιότητος ἐξερρίϕη καὶ ἀπώλετο δι᾽ ἀϕροσύνην.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 6

1 Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν ϕίλον, παραδώσεις σὴν χεῖρα ἐχϑρῷ· 2 παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. 3 ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου – ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν ϕίλον – ἴϑι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν ϕίλον σου, ὃν ἐνεγυήσω· 4 μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεϕάροις, 5 ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. 6 Ἴϑι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοϕώτερος· 7 ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν 8 ἑτοιμάζεται ϑέρους τὴν τροϕὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράϑεσιν. 8 a ἢ πορεύϑητι πρὸς τὴν μέλισσαν καὶ μάϑε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται, 9 ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προς ϕέρονται, ποϑεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος· 10 καίπερ οὖσα τῇ ῥώμῃ ἀσϑενής, τὴν σοϕίαν τιμήσασα προήχϑη. 9 ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερϑήσῃ; 10 ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάϑησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήϑη· 11 εἶτ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαϑὸς δρομεύς. 11 a ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. 12 Ἀνὴρ ἄϕρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαϑάς· 13 ὁ δ᾽ αὐτὸς ἐννεύει ὀϕϑαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασιν δακτύλων, 14 διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ· ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει. 15 διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος. 16 ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ κύριος, συντρίβεται δὲ δι᾽ ἀκαϑαρσίαν ψυχῆς· 17 ὀϕϑαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου 18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν· 19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελϕῶν. 20 Υἱέ, ϕύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ ϑεσμοὺς μητρός σου· 21 ἄϕαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ. 22 ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω· ὡς δ᾽ ἂν καϑεύδῃς, ϕυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι· 23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ ϕῶς, καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία 24 τοῦ διαϕυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. 25 μή σε νικήσῃ κάλλους ἐπιϑυμία, μηδὲ ἀγρευϑῇς σοῖς ὀϕϑαλμοῖς μηδὲ συναρπασϑῇς ἀπὸ τῶν αὐτῆς βλεϕάρων· 26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. 27 ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; 28 ἢ περιπατήσει τις ἐπ᾽ ἀνϑράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; 29 οὕτως ὁ εἰσελϑὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀϑῳωϑήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. 30 οὐ ϑαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν· 31 ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν. 32 ὁ δὲ μοιχὸς δι᾽ ἔνδειαν ϕρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, 33 ὀδύνας τε καὶ ἀτιμίας ὑποϕέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειϕϑήσεται εἰς τὸν αἰῶνα. 34 μεστὸς γὰρ ζήλου ϑυμὸς ἀνδρὸς αὐτῆς· οὐ ϕείσεται ἐν ἡμέρᾳ κρίσεως, 35 οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχϑραν οὐδὲ μὴ διαλυϑῇ πολλῶν δώρων.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 7

1 Υἱέ, ϕύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ· 1 a υἱέ, τίμα τὸν κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ ϕοβοῦ ἄλλον. 2 ϕύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων· 3 περίϑου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. 4 εἶπον τὴν σοϕίαν σὴν ἀδελϕὴν εἶναι, τὴν δὲ ϕρόνησιν γνώριμον περιποίησαι σεαυτῷ, 5 ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται. 6 ἀπὸ γὰρ ϑυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρα κύπτουσα, 7 ὃν ἂν ἴδῃ τῶν ἀϕρόνων τέκνων νεανίαν ἐνδεῆ ϕρενῶν 8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς 9 καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοϕώδης, 10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασϑαι καρδίας. 11 ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· 12 χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. 13 εἶτα ἐπιλαβομένη ἐϕίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ 14 Θυσία εἰρηνική μοί ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· 15 ἕνεκα τούτου ἐξῆλϑον εἰς συνάντησίν σοι, ποϑοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε· 16 κειρίαις τέτακα τὴν κλίνην μου, ἀμϕιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾽ Αἰγύπτου· 17 διέρραγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· 18 ἐλϑὲ καὶ ἀπολαύσωμεν ϕιλίας ἕως ὄρϑρου, δεῦρο καὶ ἐγκυλισϑῶμεν ἔρωτι· 19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν 20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δι᾽ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ. 21 ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. 22 ὁ δὲ ἐπηκολούϑησεν αὐτῇ κεπϕωϑείς, ὥσπερ δὲ βοῦς ἐπὶ σϕαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς 23 ἢ ὡς ἔλαϕος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. 24 νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου· 25 μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου· 26 πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίϑμητοί εἰσιν οὓς πεϕόνευκεν· 27 ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμίεια τοῦ ϑανάτου.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 8

1 Σὺ τὴν σοϕίαν κηρύξεις, ἵνα ϕρόνησίς σοι ὑπακούσῃ· 2 ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν· 3 παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται 4 Ὑμᾶς, ὦ ἄνϑρωποι, παρακαλῶ καὶ προίεμαι ἐμὴν ϕωνὴν υἱοῖς ἀνϑρώπων· 5 νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι, ἔνϑεσϑε καρδίαν. 6 εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρϑά· 7 ὅτι ἀλήϑειαν μελετήσει ὁ ϕάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. 8 μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες· 9 πάντα ἐνώπια τοῖς συνιοῦσιν καὶ ὀρϑὰ τοῖς εὑρίσκουσι γνῶσιν. 10 λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον, ἀνϑαιρεῖσϑε δὲ αἴσϑησιν χρυσίου καϑαροῦ· 11 κρείσσων γὰρ σοϕία λίϑων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. 12 ἐγὼ ἡ σοϕία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. 13 ϕόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηϕανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. 14 ἐμὴ βουλὴ καὶ ἀσϕάλεια, ἐμὴ ϕρόνησις, ἐμὴ δὲ ἰσχύς· 15 δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράϕουσιν δικαιοσύνην· 16 δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾽ ἐμοῦ κρατοῦσι γῆς. 17 ἐγὼ τοὺς ἐμὲ ϕιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν. 18 πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη· 19 βέλτιον ἐμὲ καρπίζεσϑαι ὑπὲρ χρυσίον καὶ λίϑον τίμιον, τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. 20 ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέϕομαι, 21 ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς ϑησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαϑῶν. 21 a ἐὰν ἀναγγείλω ὑμῖν τὰ καϑ᾽ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριϑμῆσαι. 22 κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, 23 πρὸ τοῦ αἰῶνος ἐϑεμελίωσέν με ἐν ἀρχῇ, 24 πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελϑεῖν τὰς πηγὰς τῶν ὑδάτων, 25 πρὸ τοῦ ὄρη ἑδρασϑῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. 26 κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν. 27 ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀϕώριζεν τὸν ἑαυτοῦ ϑρόνον ἐπ᾽ ἀνέμων. 28 ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέϕη, καὶ ὡς ἀσϕαλεῖς ἐτίϑει πηγὰς τῆς ὑπ᾽ οὐρανὸν 29 καὶ ἰσχυρὰ ἐποίει τὰ ϑεμέλια τῆς γῆς, 30 ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν. καϑ᾽ ἡμέραν δὲ εὐϕραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, 31 ὅτε ἐυϕραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνευϕραίνετο ἐν υἱοῖς ἀνϑρώπων. 32 νῦν οὖν, υἱέ, ἄκουέ μου. 34 μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου, καὶ ἄνϑρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς ϕυλάξει ἀγρυπνῶν ἐπ᾽ ἐμαῖς ϑύραις καϑ᾽ ἡμέραν τηρῶν σταϑμοὺς ἐμῶν εἰσόδων· 35 αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται ϑέλησις παρὰ κυρίου. 36 οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσιν ϑάνατον.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 9

1 Ἡ σοϕία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά· 2 ἔσϕαξεν τὰ ἑαυτῆς ϑύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· 3 ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα 4 Ὅς ἐστιν ἄϕρων, ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι ϕρενῶν εἶπεν 5 Ἔλϑατε ϕάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν· 6 ἀπολείπετε ἀϕροσύνην, καὶ ζήσεσϑε, καὶ ζητήσατε ϕρόνησιν, ἵνα βιώσητε, καὶ κατορϑώσατε ἐν γνώσει σύνεσιν. 7 Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. 8 μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε· ἔλεγχε σοϕόν, καὶ ἀγαπήσει σε. 9 δίδου σοϕῷ ἀϕορμήν, καὶ σοϕώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσϑήσει τοῦ δέχεσϑαι. 10 ἀρχὴ σοϕίας ϕόβος κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις· 10 a τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαϑῆς· 11 τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεϑήσεταί σοι ἔτη ζωῆς σου. 12 υἱέ, ἐὰν σοϕὸς γένῃ σεαυτῷ, σοϕὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀναντλήσεις κακά. 12 a ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ᾽ αὐτὸς διώξεται ὄρνεα πετόμενα· 13 ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· 14 διαπορεύεται δὲ δι᾽ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν, συνάγει δὲ χερσὶν ἀκαρπίαν. 13 Γυνὴ ἄϕρων καὶ ϑρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην· 14 ἐκάϑισεν ἐπὶ ϑύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίϕρου ἐμϕανῶς ἐν πλατείαις 15 προσκαλουμένη τοὺς παριόντας καὶ κατευϑύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν 16 Ὅς ἐστιν ὑμῶν ἀϕρονέστατος, ἐκκλινάτω πρός με· ἐνδεέσι δὲ ϕρονήσεως παρακελεύομαι λέγουσα 17 Ἄρτων κρυϕίων ἡδέως ἅψασϑε καὶ ὕδατος κλοπῆς γλυκεροῦ. 18 ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾽ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ. 18 a ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· 19 οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον· 20 ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, 21 ἵνα πολὺν ζήσῃς χρόνον, προστεϑῇ δέ σοι ἔτη ζωῆς. – –

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 10

1 Υἱὸς σοϕὸς εὐϕραίνει πατέρα, υἱὸς δὲ ἄϕρων λύπη τῇ μητρί. 2 οὐκ ὠϕελήσουσιν ϑησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ ϑανάτου. 3 οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. 4 πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. 4 a υἱὸς πεπαιδευμένος σοϕὸς ἔσται, τῷ δὲ ἄϕρονι διακόνῳ χρήσεται. 5 διεσώϑη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόϕϑορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. 6 εὐλογία κυρίου ἐπὶ κεϕαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένϑος ἄωρον. 7 μνήμη δικαίων μετ᾽ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. 8 σοϕὸς καρδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισϑήσεται. 9 ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιϑώς, ὁ δὲ διαστρέϕων τὰς ὁδοὺς αὐτοῦ γνωσϑήσεται. 10 ὁ ἐννεύων ὀϕϑαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας, ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ. 11 πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. 12 μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ ϕιλονεικοῦντας καλύπτει ϕιλία. 13 ὃς ἐκ χειλέων προϕέρει σοϕίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. 14 σοϕοὶ κρύψουσιν αἴσϑησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ. 15 κτῆσις πλουσίων πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν πενία. 16 ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας. 17 ὁδοὺς δικαίας ζωῆς ϕυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. 18 καλύπτουσιν ἔχϑραν χείλη δίκαια, οἱ δὲ ἐκϕέροντες λοιδορίας ἀϕρονέστατοί εἰσιν. 19 ἐκ πολυλογίας οὐκ ἐκϕεύξῃ ἁμαρτίαν, ϕειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. 20 ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. 21 χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄϕρονες ἐν ἐνδείᾳ τελευτῶσιν. 22 εὐλογία κυρίου ἐπὶ κεϕαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεϑῇ αὐτῇ λύπη ἐν καρδίᾳ. 23 ἐν γέλωτι ἄϕρων πράσσει κακά, ἡ δὲ σοϕία ἀνδρὶ τίκτει ϕρόνησιν. 24 ἐν ἀπωλείᾳ ἀσεβὴς περιϕέρεται, ἐπιϑυμία δὲ δικαίου δεκτή. 25 παραπορευομένης καταιγίδος ἀϕανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα. 26 ὥσπερ ὄμϕαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτήν. 27 ϕόβος κυρίου προστίϑησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωϑήσεται. 28 ἐγχρονίζει δικαίοις εὐϕροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ὄλλυται. 29 ὀχύρωμα ὁσίου ϕόβος κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. 30 δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν. 31 στόμα δικαίου ἀποστάζει σοϕίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. 32 χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέϕεται.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 11

1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου, στάϑμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. 2 οὗ ἐὰν εἰσέλϑῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοϕίαν. 3 ἀποϑανὼν δίκαιος ἔλιπεν μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. 5 δικαιοσύνη ἀμώμους ὀρϑοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. 6 δικαιοσύνη ἀνδρῶν ὀρϑῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. 7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. 8 δίκαιος ἐκ ϑήρας ἐκδύνει, ἀντ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. 9 ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσϑησις δὲ δικαίων εὔοδος. 10 ἐν ἀγαϑοῖς δικαίων κατώρϑωσεν πόλις, 11 στόμασιν δὲ ἀσεβῶν κατεσκάϕη. 12 μυκτηρίζει πολίτας ἐνδεὴς ϕρενῶν, ἀνὴρ δὲ ϕρόνιμος ἡσυχίαν ἄγει. 13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα. 14 οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ ϕύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. 15 πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσϕαλείας. 16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, ϑρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. 17 τῇ ψυχῇ αὐτοῦ ἀγαϑὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων. 18 ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισϑὸς ἀληϑείας. 19 υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς ϑάνατον. 20 βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. 21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισϑὸν πιστόν. 22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόϕρονι κάλλος. 23 ἐπιϑυμία δικαίων πᾶσα ἀγαϑή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. 24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. 25 ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ ϑυμώδης οὐκ εὐσχήμων. 26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔϑνεσιν, εὐλογία δὲ εἰς κεϕαλὴν τοῦ μεταδιδόντος. 27 τεκταινόμενος ἀγαϑὰ ζητεῖ χάριν ἀγαϑήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν. 28 ὁ πεποιϑὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. 29 ὁ μὴ συμπεριϕερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄϕρων ϕρονίμῳ. 30 ἐκ καρποῦ δικαιοσύνης ϕύεται δένδρον ζωῆς, ἀϕαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. 31 εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ ϕανεῖται;

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 12

1 ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσϑησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄϕρων. 2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηϑήσεται. 3 οὐ κατορϑώσει ἄνϑρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρϑήσονται. 4 γυνὴ ἀνδρεία στέϕανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός. 5 λογισμοὶ δικαίων κρίματα, κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους. 6 λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρϑῶν ῥύσεται αὐτούς. 7 οὗ ἐὰν στραϕῇ, ἀσεβὴς ἀϕανίζεται, οἶκοι δὲ δικαίων παραμένουσιν. 8 στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωϑροκάρδιος δὲ μυκτηρίζεται. 9 κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιϑεὶς καὶ προσδεόμενος ἄρτου. 10 δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. 11 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησϑήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς ϕρενῶν. 11 a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν. 12 ἐπιϑυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν. 13 δι᾽ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκϕεύγει δὲ ἐξ αὐτῶν δίκαιος. 13 a ὁ βλέπων λεῖα ἐλεηϑήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκϑλίψει ψυχάς. 14 ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησϑήσεται ἀγαϑῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοϑήσεται αὐτῷ. 15 ὁδοὶ ἀϕρόνων ὀρϑαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοϕός. 16 ἄϕρων αὐϑημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος. 17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος. 18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ, γλῶσσαι δὲ σοϕῶν ἰῶνται. 19 χείλη ἀληϑινὰ κατορϑοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. 20 δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐϕρανϑήσονται. 21 οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησϑήσονται κακῶν. 22 βδέλυγμα κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ᾽ αὐτῷ. 23 ἀνὴρ συνετὸς ϑρόνος αἰσϑήσεως, καρδία δὲ ἀϕρόνων συναντήσεται ἀραῖς. 24 χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν. 25 ϕοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαϑὴ εὐϕραίνει αὐτόν. 26 ἐπιγνώμων δίκαιος ἑαυτοῦ ϕίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. 27 οὐκ ἐπιτεύξεται δόλιος ϑήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καϑαρός. 28 ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς ϑάνατον.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 13

1 υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. 2 ἀπὸ καρπῶν δικαιοσύνης ϕάγεται ἀγαϑός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. 3 ὃς ϕυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν. 4 ἐν ἐπιϑυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. 5 λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν. 6 δικαιοσύνη ϕυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς ϕαύλους ποιεῖ ἁμαρτία. 7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. 8 λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑϕίσταται ἀπειλήν. 9 ϕῶς δικαίοις διὰ παντός, ϕῶς δὲ ἀσεβῶν σβέννυται. 9 a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν. 10 κακὸς μεϑ᾽ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοϕοί. 11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ᾽ εὐσεβείας πληϑυνϑήσεται· δίκαιος οἰκτίρει καὶ κιχρᾷ. 12 κρείσσων ἐναρχόμενος βοηϑῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιϑυμία ἀγαϑή. 13 ὃς καταϕρονεῖ πράγματος, καταϕρονηϑήσεται ὑπ᾽ αὐτοῦ· ὁ δὲ ϕοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. 13 a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαϑόν, οἰκέτῃ δὲ σοϕῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευϑυνϑήσεται ἡ ὁδὸς αὐτοῦ. 14 νόμος σοϕοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος ϑανεῖται. 15 σύνεσις ἀγαϑὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαϑῆς, ὁδοὶ δὲ καταϕρονούντων ἐν ἀπωλείᾳ. 16 πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄϕρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. 17 βασιλεὺς ϑρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν. 18 πενίαν καὶ ἀτιμίαν ἀϕαιρεῖται παιδεία, ὁ δὲ ϕυλάσσων ἐλέγχους δοξασϑήσεται. 19 ἐπιϑυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. 20 ὁ συμπορευόμενος σοϕοῖς σοϕὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄϕροσι γνωσϑήσεται. 21 ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαϑά. 22 ἀγαϑὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, ϑησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν. 23 δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. 24 ὃς ϕείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. 25 δίκαιος ἔσϑων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 14

1 σοϕαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄϕρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς. 2 ὁ πορευόμενος ὀρϑῶς ϕοβεῖται τὸν κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασϑήσεται. 3 ἐκ στόματος ἀϕρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοϕῶν ϕυλάσσει αὐτούς. 4 οὗ μή εἰσιν βόες, ϕάτναι καϑαραί· οὗ δὲ πολλὰ γενήματα, ϕανερὰ βοὸς ἰσχύς. 5 μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος. 6 ζητήσεις σοϕίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσϑησις δὲ παρὰ ϕρονίμοις εὐχερής. 7 πάντα ἐναντία ἀνδρὶ ἄϕρονι, ὅπλα δὲ αἰσϑήσεως χείλη σοϕά. 8 σοϕία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀϕρόνων ἐν πλάνῃ. 9 οἰκίαι παρανόμων ὀϕειλήσουσιν καϑαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί. 10 καρδία ἀνδρὸς αἰσϑητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐϕραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει. 11 οἰκίαι ἀσεβῶν ἀϕανισϑήσονται, σκηναὶ δὲ κατορϑούντων στήσονται. 12 ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρϑὴ εἶναι παρὰ ἀνϑρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυϑμένα ᾅδου. 13 ἐν εὐϕροσύναις οὐ προσμείγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένϑος ἔρχεται. 14 τῶν ἑαυτοῦ ὁδῶν πλησϑήσεται ϑρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαϑός. 15 ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. 16 σοϕὸς ϕοβηϑεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄϕρων ἑαυτῷ πεποιϑὼς μείγνυται ἀνόμῳ. 17 ὀξύϑυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ ϕρόνιμος πολλὰ ὑποϕέρει. 18 μεριοῦνται ἄϕρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσϑήσεως. 19 ὀλισϑήσουσιν κακοὶ ἔναντι ἀγαϑῶν, καὶ ἀσεβεῖς ϑεραπεύσουσιν ϑύρας δικαίων. 20 ϕίλοι μισήσουσιν ϕίλους πτωχούς, ϕίλοι δὲ πλουσίων πολλοί. 21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. 22 πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήϑειαν τεκταίνουσιν ἀγαϑοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαϑοῖς. 23 ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. 24 στέϕανος σοϕῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀϕρόνων κακή. 25 ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. 26 ἐν ϕόβῳ κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. 27 πρόσταγμα κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος ϑανάτου. 28 ἐν πολλῷ ἔϑνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. 29 μακρόϑυμος ἀνὴρ πολὺς ἐν ϕρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄϕρων. 30 πραύϑυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσϑητική. 31 ὁ συκοϕαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν. 32 ἐν κακίᾳ αὐτοῦ ἀπωσϑήσεται ἀσεβής, ὁ δὲ πεποιϑὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. 33 ἐν καρδίᾳ ἀγαϑῇ ἀνδρὸς σοϕία, ἐν δὲ καρδίᾳ ἀϕρόνων οὐ διαγινώσκεται. 34 δικαιοσύνη ὑψοῖ ἔϑνος, ἐλασσονοῦσι δὲ ϕυλὰς ἁμαρτίαι. 35 δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροϕίᾳ ἀϕαιρεῖται ἀτιμίαν.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 15

1 ὀργὴ ἀπόλλυσιν καὶ ϕρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέϕει ϑυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. 2 γλῶσσα σοϕῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀϕρόνων ἀναγγελεῖ κακά. 3 ἐν παντὶ τόπῳ ὀϕϑαλμοὶ κυρίου, σκοπεύουσιν κακούς τε καὶ ἀγαϑούς. 4 ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησϑήσεται πνεύματος. 5 ἄϕρων μυκτηρίζει παιδείαν πατρός, ὁ δὲ ϕυλάσσων ἐντολὰς πανουργότερος. 6 ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή, οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται. οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται. 7 χείλη σοϕῶν δέδεται αἰσϑήσει, καρδίαι δὲ ἀϕρόνων οὐκ ἀσϕαλεῖς. 8 ϑυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ, εὐχαὶ δὲ κατευϑυνόντων δεκταὶ παρ᾽ αὐτῷ. 9 βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. 10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς. 11 ᾅδης καὶ ἀπώλεια ϕανερὰ παρὰ τῷ κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνϑρώπων; 12 οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοϕῶν οὐχ ὁμιλήσει. 13 καρδίας εὐϕραινομένης πρόσωπον ϑάλλει, ἐν δὲ λύπαις οὔσης σκυϑρωπάζει. 14 καρδία ὀρϑὴ ζητεῖ αἴσϑησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. 15 πάντα τὸν χρόνον οἱ ὀϕϑαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαϑοὶ ἡσυχάζουσιν διὰ παντός. 16 κρείσσων μικρὰ μερὶς μετὰ ϕόβου κυρίου ἢ ϑησαυροὶ μεγάλοι μετὰ ἀϕοβίας. 17 κρείσσων ξενισμὸς λαχάνων πρὸς ϕιλίαν καὶ χάριν ἢ παράϑεσις μόσχων μετὰ ἔχϑρας. 18 ἀνὴρ ϑυμώδης παρασκευάζει μάχας, μακρόϑυμος δὲ καὶ τὴν μέλλουσαν καταπραύνει. 18 a μακρόϑυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. 19 ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνϑαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι. 20 υἱὸς σοϕὸς εὐϕραίνει πατέρα, υἱὸς δὲ ἄϕρων μυκτηρίζει μητέρα αὐτοῦ. 21 ἀνοήτου τρίβοι ἐνδεεῖς ϕρενῶν, ἀνὴρ δὲ ϕρόνιμος κατευϑύνων πορεύεται. 22 ὑπερτίϑενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. 23 οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. 24 ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωϑῇ. 25 οἴκους ὑβριστῶν κατασπᾷ κύριος, ἐστήρισεν δὲ ὅριον χήρας. 26 βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. 27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης, ὁ δὲ μισῶν δώρων λήμψεις σῴζεται. 27 a ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαϑαίρονται ἁμαρτίαι, τῷ δὲ ϕόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 28 καρδίαι δικαίων μελετῶσιν πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. 28 a δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνϑρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχϑροὶ ϕίλοι γίνονται. 29 μακρὰν ἀπέχει ὁ ϑεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει. 29 a κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας. 30 καρδία ἀνδρὸς λογιζέσϑω δίκαια, ἵνα ὑπὸ τοῦ ϑεοῦ διορϑωϑῇ τὰ διαβήματα αὐτοῦ. ϑεωρῶν ὀϕϑαλμὸς καλὰ εὐϕραίνει καρδίαν, ϕήμη δὲ ἀγαϑὴ πιαίνει ὀστᾶ. 32 ὃς ἀπωϑεῖται παιδείαν, μισεῖ ἑαυτόν· ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ. 33 ϕόβος ϑεοῦ παιδεία καὶ σοϕία, καὶ ἀρχὴ δόξης ἀποκριϑήσεται αὐτῇ.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 16

2 πάντα τὰ ἔργα τοῦ ταπεινοῦ ϕανερὰ παρὰ τῷ ϑεῷ, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. 5 ἀκάϑαρτος παρὰ ϑεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀϑῳωϑήσεται. 7 ἀρχὴ ὁδοῦ ἀγαϑῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτὰ δὲ παρὰ ϑεῷ μᾶλλον ἢ ϑύειν ϑυσίας. 8 ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρϑῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην. 9 πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης, ϕυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. 10 μαντεῖον ἐπὶ χείλεσιν βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηϑῇ τὸ στόμα αὐτοῦ. 11 ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ, τὰ δὲ ἔργα αὐτοῦ στάϑμια δίκαια. 12 βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά, μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται ϑρόνος ἀρχῆς. 13 δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρϑοὺς ἀγαπᾷ. 14 ϑυμὸς βασιλέως ἄγγελος ϑανάτου, ἀνὴρ δὲ σοϕὸς ἐξιλάσεται αὐτόν. 15 ἐν ϕωτὶ ζωῆς υἱὸς βασιλέως, οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέϕος ὄψιμον. 16 νοσσιαὶ σοϕίας αἱρετώτεραι χρυσίου, νοσσιαὶ δὲ ϕρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον. 17 τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. ὁ δεχόμενος παιδείαν ἐν ἀγαϑοῖς ἔσται, ὁ δὲ ϕυλάσσων ἐλέγχους σοϕισϑήσεται. ὃς ϕυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ἀγαπῶν δὲ ζωὴν αὐτοῦ ϕείσεται στόματος αὐτοῦ. 18 πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοϕροσύνη. 19 κρείσσων πραύϑυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. 20 συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαϑῶν, πεποιϑὼς δὲ ἐπὶ ϑεῷ μακαριστός. 21 τοὺς σοϕοὺς καὶ συνετοὺς ϕαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. 22 πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀϕρόνων κακή. 23 καρδία σοϕοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν ϕορέσει ἐπιγνωμοσύνην. 24 κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς. 25 εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρϑαὶ ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυϑμένα ᾅδου. 26 ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν, ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι ϕορεῖ τὴν ἀπώλειαν. 27 ἀνὴρ ἄϕρων ὀρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων ϑησαυρίζει πῦρ. 28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει ϕίλους. 29 ἀνὴρ παράνομος ἀποπειρᾶται ϕίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαϑάς. 30 στηρίζων ὀϕϑαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά, οὗτος κάμινός ἐστιν κακίας. 31 στέϕανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. 32 κρείσσων ἀνὴρ μακρόϑυμος ἰσχυροῦ, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. 33 εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ κυρίου πάντα τὰ δίκαια.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 17

1 κρείσσων ψωμὸς μεϑ᾽ ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαϑῶν καὶ ἀδίκων ϑυμάτων μετὰ μάχης. 2 οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀϕρόνων, ἐν δὲ ἀδελϕοῖς διελεῖται μέρη. 3 ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ. 4 κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν. 5 ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀϑῳωϑήσεται· ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηϑήσεται. 6 στέϕανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν. 6 a τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. 7 οὐχ ἁρμόσει ἄϕρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ. 8 μισϑὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις, οὗ δ᾽ ἂν ἐπιστρέψῃ, εὐοδωϑήσεται. 9 ὃς κρύπτει ἀδικήματα, ζητεῖ ϕιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διίστησιν ϕίλους καὶ οἰκείους. 10 συντρίβει ἀπειλὴ καρδίαν ϕρονίμου, ἄϕρων δὲ μαστιγωϑεὶς οὐκ αἰσϑάνεται. 11 ἀντιλογίας ἐγείρει πᾶς κακός, ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. 12 ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄϕρονες διαλογιοῦνται κακά. 13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαϑῶν, οὐ κινηϑήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. 14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. 15 ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάϑαρτος καὶ βδελυκτὸς παρὰ ϑεῷ. 16 ἵνα τί ὑπῆρξεν χρήματα ἄϕρονι; κτήσασϑαι γὰρ σοϕίαν ἀκάρδιος οὐ δυνήσεται. 16 a ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαϑεῖν ἐμπεσεῖται εἰς κακά. 17 εἰς πάντα καιρὸν ϕίλος ὑπαρχέτω σοι, ἀδελϕοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. 18 ἀνὴρ ἄϕρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ ϕίλον. 19 ϕιλαμαρτήμων χαίρει μάχαις, 20 ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαϑοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά, 21 καρδία δὲ ἄϕρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐϕραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ ϕρόνιμος εὐϕραίνει μητέρα αὐτοῦ. 22 καρδία εὐϕραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. 23 λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. 24 πρόσωπον συνετὸν ἀνδρὸς σοϕοῦ, οἱ δὲ ὀϕϑαλμοὶ τοῦ ἄϕρονος ἐπ᾽ ἄκρα γῆς. 25 ὀργὴ πατρὶ υἱὸς ἄϕρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ. 26 ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. 27 ὃς ϕείδεται ῥῆμα προέσϑαι σκληρόν, ἐπιγνώμων· μακρόϑυμος δὲ ἀνὴρ ϕρόνιμος. 28 ἀνοήτῳ ἐπερωτήσαντι σοϕίαν σοϕία λογισϑήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει ϕρόνιμος εἶναι.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 18

1 προϕάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσϑαι ἀπὸ ϕίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. 2 οὐ χρείαν ἔχει σοϕίας ἐνδεὴς ϕρενῶν· μᾶλλον γὰρ ἄγεται ἀϕροσύνῃ. 3 ὅταν ἔλϑῃ ἀσεβὴς εἰς βάϑος κακῶν, καταϕρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. 4 ὕδωρ βαϑὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς. 5 ϑαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει. 6 χείλη ἄϕρονος ἄγουσιν αὐτὸν εἰς κακά, τὸ δὲ στόμα αὐτοῦ τὸ ϑρασὺ ϑάνατον ἐπικαλεῖται. 7 στόμα ἄϕρονος συντριβὴ αὐτῷ, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ. 8 ὀκνηροὺς καταβάλλει ϕόβος, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. 9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελϕός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν. 10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται. 11 ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά, ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει. 12 πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται. 13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀϕροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος. 14 ϑυμὸν ἀνδρὸς πραύνει ϑεράπων ϕρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; 15 καρδία ϕρονίμου κτᾶται αἴσϑησιν, ὦτα δὲ σοϕῶν ζητεῖ ἔννοιαν. 16 δόμα ἀνϑρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καϑιζάνει αὐτόν. 17 δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ὡς δ᾽ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται. 18 ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει. 19 ἀδελϕὸς ὑπὸ ἀδελϕοῦ βοηϑούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή, ἰσχύει δὲ ὥσπερ τεϑεμελιωμένον βασίλειον. 20 ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησϑήσεται. 21 ϑάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς. 22 ὃς εὗρεν γυναῖκα ἀγαϑήν, εὗρεν χάριτας, ἔλαβεν δὲ παρὰ ϑεοῦ ἱλαρότητα. 22 a ὃς ἐκβάλλει γυναῖκα ἀγαϑήν, ἐκβάλλει τὰ ἀγαϑά· ὁ δὲ κατέχων μοιχαλίδα ἄϕρων καὶ ἀσεβής.

Liber Proverbiorum - Παροιμίαι Σαλωμῶνος caput 19

3 ἀϕροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ ϑεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. 4 πλοῦτος προστίϑησιν ϕίλους πολλούς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος ϕίλου λείπεται. 5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαϕεύξεται. 6 πολλοὶ ϑεραπεύουσιν πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί. 7 πᾶς, ὃς ἀδελϕὸν πτωχὸν μισεῖ, καὶ ϕιλίας μακρὰν ἔσται. ἔννοια ἀγαϑὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ ϕρόνιμος εὑρήσει αὐτήν. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν· ὃς δὲ ἐρεϑίζει λόγους, οὐ σωϑήσεται. 8 ὁ κτώμενος ϕρόνησιν ἀγαπᾷ ἑαυτόν· ὃς δὲ ϕυλάσσει ϕρόνησιν, εὑρήσει ἀγαϑά. 9 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται· ὃς δ᾽ ἂν ἐκκαύσῃ κακί